De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

εἰ γὰρ κρεῖττον τὸ μὴ εἶναι τοῦ εἶναι τὸν κόσμον, διὰ τί τὸ χεῖρον ᾑρεῖτο ποιήσας τὸν κόσμον ὁ θεός; ἀλλ᾿ οὐδὲν ὁ θεὸς ματαίως ἢ χεῖρον ἐποίει. οὐκοῦν εἰς τὸ εἶναι καὶ μένειν τὴν κτίσιν ὁ θεὸς διεκοσμήσατο, καθάπερ καὶ ἡ Σοφία συνίστησιν· »ἔκτισε γὰρ εἰς τὸ εἶναι« λέγουσα »τὰ πάντα ὁ θεός, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου«.

καὶ ὁ Παῦλος δὲ σαφῶς μαρτυρεῖ λέγων· »ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι, ὅτι καὶ αὐτὴν ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«. »τῇ γὰρ ματαιότητι« φηςίν »ἡ κτίσις ὑπετάγη«, ἐλευθερωθήσεσθαι« δὲ »τῆς« τοιαύτης »δουλείας« προσδοκᾷ, κτίσιν τὸν κόσμον τοῦτον βουλόμενος νῦν καλεῖν. οὐ γὰρ »τὰ μὴ βλεπόμενα« τῇ φθορᾷ δουλεύει, ἀλλὰ ταῦτα δὴ »τὰ βλεπόμενα«.

μένει ἄρα ἡ κτίσις εἰς τὸ ἄμεινον ἀνακαινοποιηθεῖσα καὶ εὐπρεπέστερον, ἀγαλλομένη καὶ χαίρουσα ἐπὶ τοῖς τέκνοις [*](6 Weish. Sal. 1, 14—9 Röm. 8, 19—21 — 13 Röm. 8,20f —16 vgl. II Kor. 4, 18 1 καταβάσει ὡς V καταβάσ· ὦ U: κατὰ Βασίλειον Andr: <S Syr | κατακλύζ. ὁ κόσμος C Andr 2 πυρὶ vor πᾶς Z. 1 in C r | παντελῆ übersetzt nicht Syr | εἰ—ὀλέθρου Z. 8 <Andr, aber vor καὶ2 Z. 8 + καὶ προσιών φησι 3 τοῦ μὴ εἶναι τὸ εἶναι V C | χείρω V 4 ὁ ποιήσας V: ποιῆσαι S | ἀλλ᾿ —θεὸς <U | οὐδὲ C r | ματαίως ἢ U 127v: <S 4f ἢ χεῖρον ἐποίει: ἐχειροποίει VU, ἢ χείρω (» in opprobrium« Syr) ἐποίει C 6 καθώσπερ C r | συνίστησιν V C Syr, w.e.sch. 8 (λέγουσα auch schon hier + S): δι᾿ ἃ συνίστησιν U, διασυνίστησιν Jh 7 τὰ πάντα λέγουσα C S | τὰ <U | ὁ θεός, καὶ<Syr 8 ἐν αὐτοῖς C | καὶ<Syr | ὁ<V | δὲ<S Syr? 9 λέγων<S | ἡ γὰρ V 364 v | γὰρ<Syr 10 ϋῶν C | vor τῇ γὰρ+» Diese Rede dem Menschen« S 11 ὑποτάξαντα] αὐτὴν + Andr | ἐπ᾿ w.e.sch. <S | διότι Andr 12 αὑτὴ w.e.sch. S | φθορᾶς] καὶ τὰ ἑξῆς Andr und endet 13 τῶν τέκνων<C r | τοῦ θεοῦ S 87 | γὰρ<Syr 14 φηςίν nach ὑπετάγη U | ἐλευθερωθήσεται δὲ V] »aber dennoch die Befreiung« S, et propterea expectat se…liberandam fore Syr 14 f τ. τοι. δουλ.] τῆς φθορᾶς w.e.sch. S (»von d. Verwesung«) 15 porro vor κτίσιν Syr 15f βουλ. νῦν καλεῖν] »nennend« S | νῦν καλ.] φιλοκαλεῖν C r 16 ἀλλὰ ταῦτα] nu si; ny I S 17 ἡ κτίσις] ὁ κόσμος Syr 17 f ἀνακαινοποιηθεῖσα <S)

299
τοῦ θεοῦ τῇ ἀναστάσει, δι᾿ οὓς στενάζει καὶ συνδίνει νῦν, τὴν ἐπολύτρωσιν ἠμῶν ἐπὸ τῆς φθορᾶς καὶ αὐτὴ τοῦ σώματος ἐκδεχομένη, ὅπως ἡμῶν ἐγερθέντων καὶ ἀποτιναξαμένων τὴν νεκρότητα τῆς σαρκός, κατὰ τὸ γεγραμμένον »ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι καὶ κάθισον, Ἱερουσαλήμ«, ἐλευθερωθέντων τε τῆς ἁμαρτίας »ἐλευθερωθήσεται« καὶ αὐτὴ »τῆς φθορᾶς«, μηκέτι τῇ ματαιότητι δουλεύουσα, ἀλλὰ τῇ δικαιοςύνῃ.