De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Ὁ τῶν ὅλων δημιουργὸς θεός, ἐπειδὴ τὸ πᾶν εὐτάκτως συνεστήσατο, καθάπερ μεγάλην πόλιν, καὶ διεόσμησεν προστάσσων τῷ λόγῳ, ἕκαστόν τε αἱτῷ συμφώνως ἡρμόσατο στοιχεῖον καὶ πάντα ζῴων πεπλήρωτο διαφοραῖς, ἵνα τελείως ὁ κόσμος εἰς κάλλος αὐξηθῇ, παντοίας φύσεως ζῳοτοκήσας μορφάς, ἄστρα μὲν κατὰ τὸν οὐρανὸν καὶ πτηνὰ κατὰ τὸν ἀέρα, τετράποδα δὲ κατὰ τὴν γῆν καὶ νηκτὰ κατὰ τὸ ὕδωρ, τελευταῖον τὸν ἄνθρωπον, προετοιμάσας ὡς οἰκίαν αὐτῷ καλλίστην τὸ πᾶν, μίμημα τῆς ἰδίας εἰκόνος ἐμφερὲς εἰς τὸν κόσμον εἰσήγαγεν, ἄγαλμα ὡς ἐν ναῷ καλῷ φαιδρὸν ταῖς ἑαυτοῦ χερσὶ κατασκευάσας.

ἠπίστατο γὰρ ὅτι πάντως, ὅπερ ἂν τῇ ἑαυτοῦ τεχνήσηται χειρί, ἐξ ἀνάγκης ἔσται ἀθάνατον, ἅτε ἀθανασίας ἔργον. ἀθανασίᾳ γὰρ ἀθάνατα τὰ ἀθάνατα γίγνεται, καθάπερ καὶ τὰ κακὰ κακίᾳ κακά, καὶ τὰ ἄδικα ἀδικίᾳ ἄδικα. οὐ γὰρ δικαιοσύνης ἔργον τὸ ἀδικεῖν, ἀλλὰ ἀδικίας, οὐδ᾿ αὖ ἀδικίας ἀντιστρόφως τὸ δικαιοπραγεῖν ἔργον, ἀλλὰ δικαιοσύνης, ὥσπερ οὐδὲ ἐφθαρσίας τὸ φθείρεσθαι ποιεῖν, ἀλλὰ φθορᾶς, οὐδὲ φθορᾶς τὸ ἀθανατίζειν, ἀλλ᾿ ἀφθαρ- [*](1—7 Plato Tim. 68f — 5 Gen. 1, 14. 20. 24 — 8 Symp. 6, 2 S. 65, 11 ff 1—5. 273, 18 S. Parall. 410 S. 463 ff Holl — 8 vgl. Theodor dei Theodoret PG 80, 109 — 10 Prokop. PGr 87, 1, 157 1 Ὁ τῶν ὅλων] es beginnt C in K 25. Lemma τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἀναστάσεως (nach Symp. II, 6 S. 24, 1; in S mit roter Schrift »Daß allein unsterblich unter den Sinnesfälligen der Mensch« | εὐτάκτως τὸ πᾶν C 2 καθάπερ μεγ. πόλιν nach καὶ δικε.—λόγῳ Z. 3 in S | διεκ. S 74v 3 τε] δὲ C | αὐτῶν V, ἐν (?) ἑαυτῷ S, αὐτῶ U C Ausgg. | συμφ. εἱρμόσατο V: »harmonisch war« S | ἠρμώσατο U, ἥρμοστο C | στοιχείων V | καὶ πάντα—διαφοραῖς Ζ. 4 < S 4 ζῶον C | τελέως V | εἰς κάλλος] »an (durch) Schönheit« S 5 παντοίας (oder πάσης) γὰρ S | ζωοτόκοις C | ἄστρα—ὕδωρ Z. 7 < C | μὲν < S 6 τετρ. δὲ] καὶ τετρ. S 7 προητοιμάσας C | ὡς < S | οἰκείαν C 8 τὸ πᾶν] ἐποίησεν S | τῆς U 117v | ἐμφερὲς < S 9 καλ. φ. C Holl: φαιδρῶ καλόν VU 9f ταῖς—κατασκευάσας] εἰσήγαγεν S 10 πάντως] πᾶν S, ὄντως Prok 11 χειρὶ τεχνήσηται C | ἀνάγκης 25v | ἀθάνατον—κακά Z. 13 bei Prok. | ἔργον ὄν C Holl 12 ἀθανασίαις V, ἀθανασίας U | ἀθάνατα1 < S | τὰ ἀθάνατα < U Prok | γίνεται C Prok 13 κακίας U | κακά < US | ἀδικίας U | ἄδικα2 < U 14 τὸ ἄδικον V | ἀλλὰ ἀδικίας < S | οὐδ᾿ αὖ: »und wiederum« S (aber vielleicht i »und« aus ni »und nicht« | αὖ] ἂν C | ἀναστρόφως C 14 f δίκαιον προάγειν V, δίκαιον πράττει w. e. sch. S: Pl Gorg. 460 B δίκαιος δίκαιά που πράττει 15 f τὸ φθ. π.] ἡ φθορά S 16 οὐ φθορᾶς U | τὸ ἀθανατίζον V)

272
σίας.

καὶ συλλήβδην, οἷον ἂν ᾖ τὸ ποιοῦν, κατὰ τὸν αὐτὸν οὕτως λόγον τοιοῦτον καὶ τὸ ποιούμενον ἐξ ἐνάγκης ἀπεργάζεσθαι συμβαίνει. ὁ δὲ θεὸς καὶ ἀθανασίας καὶ ζωὴ καὶ ἀφθαρσία, ἔργον δὲ ἄνθρωπος θεοῦ· πᾶν δὲ τὸ ὐπὸ ἀθανασίας ἐργασθὲν ἀθάνατον. ἀθάνατος ἂρα ὁ ἄνθρωπος. διὸ δὴ τὸν μὲν ἄνθρωπον αὐτούργησεν αὐτός, τὰ δὲ λοιπὰ γένη τῶν ζῴων ἀέρι καὶ γῇ καὶ ὕδατι προσέταξε φέρειν.