De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

σῶμα μὲν γὰρ ἔσται περὶ τὸν ἅγιον διακρατούμενον ὑπὸ τοῦ εἰδοποιοῦντός ποτε τὴν σάρκα· σὰρξ δὲ οὐκέτι· ἀλλ᾿ ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκί, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι.

Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν γραφῶν, ἃ παρατίθενται οἱ ἀδελφοὶ ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν. καὶ πρῶτόν γε τὰ ἐν τῷ Ἰεζεκιήλ, [ἐπὶ τὸ ὅσον] ἐφ᾿ ὅσον βούλονται οἱ ἁπλούστεροι, κατὰ τὰς λέξεις ταύτας οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον καὶ δερμάτων καὶ νεύρων.

ἅμα δὲ καὶ ὑποδεικτέον αὐτοῖς ὅτι συναρπάζονται, ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. οὐ γἀρ εἰ ὀστᾶ ὀνομάζεται, πάντως τὰ ὀστᾶ ταῦτα νοητέον· ὥσπερ οὐδὲ ἐν τῷ »ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν Ἅιδην« καί »ἐσκορπίσθη πάντα τὰ ὀστᾶ μοῦ« καί »ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μοῦ«, φανεροῦ ὄντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν.

ἐπιφέρεται γοῦν τῷ λόγῳ ὅτι »αὐτοὶ λέγουσι· ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν«. ἆρα γὰρ λέγουσι »ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν«, θέλοντες ἀνίστασθαι συναχθέντα; ἀλλὰ τοῦτο ἀμήχανον. λέγοιεν δ᾿ ἄν »ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν« ἐν αἰχμαλωσίαις γενόμενοι καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀποβεβληκότες.

ἐπιφέρουσι [*](1 I Kor. 15,50 — 3 vgl. De res. I, 62, 1 — 13 Psal. 140,7 — 14 Psal. 21,15 — Psal. 6,3 — 16 Ezech. 37,11; vgl. De res. III, 9,1. 2 — 19 Ezech. 37,11 5 vgl. Greg. Nyss. De opif. hom. 27, 1, 117f 1 κατὰ τ. ἀνάστασιν] τῆς ἀναστάσεως S | τοῦτο — ἀδελφοί] πρὸς τοῦτο (od. τούτῳ) δὲ πάλιν ὃ εἶπεν S 2 κληρον. οὐ δύν.] κληρονομήσει S | δύναται V vgl. S: δύνανται U 3 σῶμα Bo, ἴσως VU Holl: < S | ἔσται γὰρ S | τοῦ τὸν ἅγιον U: σῶμα + Holl 4 ἰδιοποιοῦντος U | Greg. ἕστηκε δὲ διὰ πάσης τροπῆς ἀμετάβλητον ἐφ᾿ ἑαυτοῦ τὸ εἶδος, .. πάσαις ταῖς κατὰ τὸ σῶμα τροπαῖς μετὰ τῶν ἰδίων ἐμφαινόμενον γνωρισμάτων 5 ἐχαρακτηρίζετο Pet: χαρακτηριασθήσεται VU | τοῦτο S 64 7 Καὶ ἃ V 347v δὲ < V | τῶν U 115 | ἃ < V 8 γε τὰ < U | πρὸς τὰ Holl ἐν] ἐπὶ? S | 8f ἐπὶ τὸ ὅσον] »wie« S: < Holl Kl 9 ἐφ᾿ ὅσον S Jh, ἐφ᾿ οἷς VU: ἐπὶ τούτοις + Holl | βούλ.] etwa ἐπερείδεσθαι + Holl 11 μὴ < V 12 εἰ ὀστᾶ] εἰς τὰ V | πάντως? S | τὰ — νοητέον Z. 13 fragend S 13 ἐν τῷ w. e. sch. < S | διεσκορπίσθη U | τὰ ὀστᾶ — ἐσκορπίσθη Ζ. 14 < U 14 πάντα < S 17 λέγουσι] + ὅτι U | γὰρ w. e. sch. auch S: γε U 18 ἡμῶν: ὑμῶν S | θέλοντες chotjašte: θέλοντα chotjašta S | αὐτὰ συναχθέντα S 19 ἀμίχανον U | λέγουσι δ᾿ οὖν viell. S (»Sie sagen aber nun«) | ὀστέα U | ἡμῶν S 64v 20 γινόμεναι V)

248
γοῦν τό »ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν«. οὐκοῦν ἡ ἐπαγγελία τῆς ἀναστάσεως τοῦ λαοῦ ἐστιν ἀπὸ τοῦ πτώματος καὶ τῆς οἱονεὶ νεκρότητος ἥν νενέκρωνται, διὰ τὰ ἁμαρτήματα τοῖς ἐχθροῖς παραδοθέντες. καὶ οἱ ἁμαρτωλοὶ δὲ ὑπὸ τοῦ σωτῆρος λέγονται εἶναι »τάφοι γέμοντες ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας«. πρέπει δὲ τῷ θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐξῳοποιημένους, ὥσπερ ὁ σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἔξω.