De Libero Arbitrio

Methodius

Methodius, De Libero Arbitrio, Bonwetsch, Hinrichs, 1917

ταῦτα οὕτως γινόμενα σκοπῶν ἀτενίζειν ἠρχόμην, καὶ τὸν οὐρανὸν καὶ τὸν κύκλον αὐτοῦ τῷ νοῒ καταμετρεῖν ἤθελον, πόθεν τε ἄρχεται καὶ ποῦ καταπαύει ἀνεζήτουν ἐγώ, ποίαν τε κίνησιν ἔχει, πότερον τὴν μεταβατικήν, τουτέστιν τὴν ἀπὸ τόπου εἰς τόπον, ἤ τὴν κύκλῳ φοράν, πῶς δὲ καὶ τὴν ἐπίμονον βάσιν ἔχει.

ἀλλά μοι καὶ περὶ τοῦ ἡλίου ζητεῖν ἐδόκει, τίς τε ὁ τρόπος αὐτοῦ τῆς ἐν οὐρανῷ θέσεως, τίς δὲ καὶ ἡ περίοδος τοῦ δρόμου, ποῦ δὲ καὶ μετ’ ἀλίγον χωρεῖ, καὶ ὅτι μηδὲ οὗτος παρέρχεται τὸν οἰκεῖον δρόμον, ἀλλὰ καὶ αὐτός, ὡς ἔνεστιν εἰπεῖν. ἐντολήν τινα φυλάττει χρείττονος, καὶ φαίνει μὲν τότε παρ' ἡμῖν ὅτε ἔξεστιν αὑτῷ, ἀπέρχεται δὲ ὡς καλούμενος.

καὶ τούτων τοίνυν τὴν ἐξέτασιν ποιούμενος ἑώρων παυόμενον μὲν τὸ τοῦ ἡλίου φέγγος, ἐπιλεῖπον δὲ καὶ τῆς ἡμέρας τὸ φῶς, εὐθέως δὲ γινόμενον σκότος, καὶ σελήνην διαδεχομένην τὸν ἥλιον, καὶ τὰ μὲν πρῶτα ἀνιοῦσαν μείονα, μετέπειτα δέ, προκόπτουσαν τῷ δρόμῳ, φαντασίαν παρέχουσαν μείζονος. οὐκ ἐπαυόμην δὲ καὶ περὶ ταύτης ζητῶν, καὶ τὴν αἰτίαν τῆς ἀφαιρέσεως καὶ τῆς προσθέσεως ἐνηρεύνων, ὅτι τε καὶ αὐτὴ τηρεῖ τὸν κύκλον τῶν ἡμερῶν.

καί μοι ἐδόκει τὸ ἐντεῦθεν ὡς θεία τις ὑπάρχει οἰκονομία καὶ δύναμις κρειττόνων ἡ συνέχουσα τὰ ὅλα, ἥν καὶ θεὸν δικαίως ὄν εἴποιμεν. καὶ τὸ λοιπὸν τὸν δημιουργὸν ἐπαινεῖν ἠρχόμην, τήν τε γῆν πεπηγυῖαν ὁρῶν καὶ ζῴων διαφορὰς καὶ ποικίλα φυτῶν τὰ ἐξανθήματα.

οὐχ ἵστατο δέ μοι ἐπὶ τούτοις καὶ μόνοις ὁ νοῦς, ἀλλὰ τὸ λοιπὸν ὅθεν ταῦτα τὴν σύστασιν ἔχει ζητεῖν ἠρχόμην, πότερον ἒκ τινος συνόντος ἀεὶ τῷ θεῷ ἢ ἐξ αὐτοῦ καὶ μόνου, συνυπάρχοντος [*](FS 1 ποιοῦσαν S Ι ταῦθ' οὕτω Jh Ι σκοπῶν F S, vgl. S. 2, 5 ἑώρων: Vind. gr. 49 und Ausgg. σιωπῶν 2 καὶ vor τ. οὐρ. < S 5 βάσιν: »Festigung u. « βάσιν καὶ κίνησιν S 7 τίς δὲ καὶ] koe li 003E; S Ι τοῦ δρ. S 4 8 οὗτος F: οὕτως S 9 ἀλλὰ < S Ι ἐντολήν »Gesetz« zapovedj: lepovedj S 10 μὲν < S Ι ἔξεστιν] »ziemt« »zusteht« S Ι δὲ πάλιν ὡς S 11 τοίνυν < S μὲν < S 13 εὐθέως δὲ F: »und « S 14f προκόπτ. τῷ δρ. F 194v: »höher « S 15 φαντασίαν μοι S Ι μείζονα S 18 καί μοι — ὠς: »Und es schien mir nun aber «, etwa καὶ ἐδόκει δέ μοι τοῦτο oder τοίνυν τοῦτο S Ι ὑπάρχειν S 19 κρείττονος S 20 τὸ λοιπὸν ktomu: tomu S Ι ἐπαινεῖν] »Lob « 003E; pochvalenie S 21 κ. ποικ. S 4v 22 ἵστα. ται »bleibt «) S Ι ἀλλὰ] no: ni S 23 τ. λ. ktomu: ktoze Sb Ι ὅθεν otkudu: ottudu S Ι ταῦτα πάντα S Ι ζητῶν S 24 καὶ < S)

150
αὐτῷ οὐδενός. τὸ γὰρ ἐξ οὐκ ὄντων <τι> γεγονέναι οὐδὲ μοι καλῶς ἐδόκει, μὴ τέλεον ἀπιθάνου τοῖς <τοῖς πολλοῖς> ὑπάρχοντος τοῦ λόγου· τὰ γὰρ γινόμενα ἐξ ὄντων πέφυκε τὴν σύστασιν ἔχειν. καὶ ὁμοίως ἀληθῶς ἐδόκει μηδὲν λέγειν ἀεὶ συνεῖναι τῷ θεῷ ἕτερόν τι παρ' αὐτόν, ἀλλ' ἐξ αὐτοῦ <μόνου> τὰ ὄντα γεγονέναι· καὶ πως ἔπειθέ με τὸ εὔτακτον τῶν στοιχείων καὶ ἡ περὶ αὐτὰ τῆς φύσεως εύκοσμέα.