Acta Barnabae

Acta Barnabae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Οὗτος ἦν ἀπὸ τῆς Ταμασέων, ὃς ἐληλύθει ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ Βαρνάβας ἀνεγνώρισεν αὐτόν, πρώην ἐπὶ τῆς Κιτιέων συντυχίαν πεποιηκὼς μετὰ Παύλου πρὸς αὐτόν· ᾧ καὶ πνεῦμα ἅγιον ἐδόθη ἐπὶ τοῦ βαπτίσματος, μετωνόμασέν τε αὐτὸν Ἡρακλείδην. χειροτονήσαντές τε αὐτὸν ἐπίσκοπον τῇ Κύπρῳ καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν Ταμάσῳ κατελείψαμεν αὐτὸν εἰς κατοίκησιν τῶν ἐκεῖσε κατοικούντων ἀδελφῶν.

Ἡμῶν δὲ διελθόντων τὸ ὄρος τὸ καλούμενον Χιονῶδες, κατηντήσαμεν ἐν Παλαιᾷ Πάφῳ, κἀκεῖ εὑρόντες Ῥόδωνά τινα ἱερόδουλον, ὃς καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δέ τινι Ἰουδαίῳ ὀνόματι Βαριησοῦ ἐρχομένῳ ἀπὸ Πάφου, ὅστις καὶ ἐγνώρισεν Βαρνάβαν ὄντα πρώην μετὰ Παύλου· οὗτος οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν ἐν Πάφῳ, ἀλλ᾽ ὑποστρέψαντες ἤλθομεν ἐν τῷ Κουρίῳ.