Acta Barnabae
Acta Barnabae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Τίμων δὲ συνείχετο πυρετῷ πολλῷ· ᾧ καὶ ἐπιθέντες τὰς χεῖρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν αὐτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. ἦν δὲ ὁ Βαρνάβας μαθήματα παρὰ Ματθαίου εἰληφὼς βίβλον τῆς τοῦ θεοῦ φωνῆς καὶ θαυμάτων καὶ διδαγμάτων σύγγραμμα· ταύτην ἐπετίθει τοῖς ἀσθενοῦσι Βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν, καὶ εὐθέως τῶν παθῶν ἴασιν ἐποίει.
Γενομένων δὲ ἡμῶν ἐν Λαπίθῳ, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῷ θεάτρῳ, οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν ἐν τῇ πόλει, ἀλλὰ πρὸς τῇ πύλῃ ἀνεψύξαμεν μικρόν· Τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ἦλθεν σὺν ἡμῖν. ἐξελθόντες δὲ τῆς Λαπίθου διὰ τῶν ὀρέων ὡδεύσαμεν, καὶ ἤλθομεν εἰς πόλιν Λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν καὶ Τίμων· πρὸς ὃν εὑρόντες καὶ Ἡράκλειον ὄντα ἐκεῖ ἐξενίσθημεν παρ᾽ αὐτῷ.