Acta Barnabae

Acta Barnabae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Καὶ εὕρομεν δρόμον τινὰ μιερὸν ἐν τῇ ὁδῷ πλησίον τῆς πόλεως ἐπιτελούμενον, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλουν τὸν δρόμον· καὶ πολλὴ ἀπάτη καὶ πλάνη ἐγίνετο ἐν τῷ τόπῳ ἐκείνῳ. στραφεὶς δὲ ὁ Βαρνάβας τούτῳ ἐπετίμησεν, καὶ ἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος, ὥστε πολλοὺς τραυματίας γενέσθαι· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον, οἱ δὲ λοιποὶ ἔφυγον εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ ὂν πλησίον ἐν τῇ καλουμένῃ Ἱερᾷ. ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ Κουρίου, πολὺ πλῆθος Ἰουδαίων ὄντων ἐκεῖ ὑποβληθέντες ὑπὸ τοῦ Βαριησοῦ ἔστησαν ἔξω τῆς πόλεως καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ᾽ ὑπὸ δένδρον τὸ ὂν πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἡμέραν καὶ ἀνεψύξαμεν ἐκεῖ.

Τῇ δὲ ἐπιούσῃ ἤλθομεν ἐν κώμῃ τινί, ἔνθα Ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν Ἀντιοχείᾳ, ὃν καὶ ἐσφράγισε Παῦλος καὶ Βαρνάβας εἰς ἐπίσκοπον, καὶ ἀπέστειλαν εἰς τὴν κώμην αὐτοῦ ἐν Κύπρῳ διὰ τὸ πολλοὺς Ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν δὲ ἐν τῷ σπηλαίῳ πρὸς αὐτὸν ἐν τῷ ὄρει, κἀκεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθέν τε ἤλθομεν ἐν Ἀμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν Ἑλλήνων ἐν τῷ ἱερῷ ἐν τῷ ὄρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων. προλαβὼν δὲ κἀκεῖ ὁ Βαριησοῦς συνεσκεύασεν τὸ ἔθνος τῶν Ἰουδαίων, καὶ οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα ἔξω τῆς πόλεως οὖσα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσσχοῦσα ἡμῖν ἐδέξατο ἡμᾶς ἐν τῷ οἴκῳ αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν

τῶν ποδῶν ἐξετινάξαμεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν ἱερέων ἐγίνετο.