Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(4) Καὶ ὁ Φίλιππος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, λάλει. Καὶ ὁ λεόπαρδος ἀναλαβὼν τελείαν ἀνθρωπίνην φωνὴν ἤρξατο λέγειν· Ἄκουέ μου Φίλιππε νυμφαγωγὲ τοῦ θείου

λόγου· ἐγένετο ἐν τῇ πρώτῃ νυκτί, παρῆλθον δία τῆς ἀγέλης τῶν αἰγῶν τῶν ἐξ ἐναντίας τοῦ ὄρους τῆς δρακαίνης μητρὸς τῶν ὄφεων, καὶ ἥρπασα ἔριφον· ὡς δὲ εἰσῆλθον εἰς τὸν δρυμὸν φαγεῖν αὐτόν, μετὰ τὸ πλῆξαί με αὐτόν, ἔλαβεν φωνὴν ἀνθρωπίνην καὶ ἔκλαυσεν ὡς παιδίον μικρόν, λέγων μοι· Ὦ λεόπαρδε ἆρον ἀπὸ σοῦ τὴν ἀγρίαν καρδίαν καὶ τὸ θηριῶδες τῆς γνώμης, καὶ περιποίησον αὑτῷ ἡμερότητα· ὅτι οἱ ἀπόστολοι τοῦ θείου μεγέθους παρέρχεσθαι μέλλουσι διὰ τῆς ἐρήμου ταύτης, τελέσαι τελείως τὴν ἐπαγγελίαν τῆς δόξης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. Ἐν τούτοις οὗν τοῖς λόγοις τοῦ ἐρίφου νουθετοῦντός με ἠπόρουν ἐν ἑαυτῷ, καὶ κατὰ μικρὸν ἠλλάγη μου ἡ καρδία, καὶ ἡ ἀγριότης μου ἐστράφη εἰς ἡμερότητα, καὶ ἐφεισάμην τοῦ φαγεῖν αὐτόν. καὶ ὡς ἤμην ἀκροώμενος τῶν λόγων αὐτοῦ, ἐπάρας τοὺς ὀφθαλμούς μου εἶδον ὑμᾶς παρερχομένους, καὶ ἐπέγνων ὅτι δοῦλοί ἐστε τοῦ ἀγαθοῦ θεοῦ. ἰδὼν οὖν ἐγγίζοντας, ἐάσας τὸν ἔριφον, ἦλθον προσκυνῆσαι ὑμᾶς. νῦν οὖν παρακαλῶ σε ἀπόστολε Χριστοῦ Φίλιππε ἵνα δώσῃς μοι ἐξουσίαν κτήσασθαι παρρησίαν, καὶ συμπορευθῶ μετὰ σοῦ εἰς πάντα τόπον ὅπου ἐὰν ἀπέρχῃ, καὶ ἵνα ἀποθῶμαι τὴν θηριώδη φύσιν.

(5) Ὁ δὲ ἀπόστολος εἶπεν πρὸς τὸν λεόπαρδον· Ποῦ ἐστιν ὁ ἔριφος; Καί φησιν· Ἰδοὺ ἔρριπται ὑπὸ τὴν δρῦν κατέναντι. Λέγει ὁ Φίλιππος τῷ Βαρθολομαίῳ· Ἀπέλθωμεν ὅπως ἴδωμεν τὸν πεπληγμένον ἰαθέντα καὶ θεραπεύοντα τὸν πλήξαντα. Ἐπιτρέψαντος δὲ τοῦ Φιλίππου ὁ λεόπαρδος ὡδήγει τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ ἤγαγεν αὐτοὺς ὅπου ἦν ὁ ἔριφος κείμενος.

(6) Λέγει οὖν ὁ Φίλιππος καὶ ὁ Βαρθολομαῖος· Ἰδοὺ ἐγνώκαμεν ἀληθῶς ὅτι οὐκ ἔστιν ὑπερβαίνων τις τὴν σὴν εὐσπλαγχνίαν φιλάνθρωπε Ἰησοῦ· προλαμβάνεις γὰρ ἡμᾶς καὶ διελέγχεις διὰ τούτων τῶν ζῴων ἵνα μᾶλλον πιστεύσωμεν καὶ πληρώσωμεν σπουδῇ τὸ παρατεθὲν ἡμῖν. νῦν οὖν κύριε Ἰησοῦ Χριστὲ ἐλθὲ καὶ παράσχου ζωὴν καὶ πνοὴν καὶ σύστασιν βεβαίαν εἰς τὰ ζῷα ταῦτα, ἵνα καταλείψωσι μὲν τὴν θηριώδη φύσιν καὶ τὴν κτηνώδη, ἔλθωσι δὲ εἰς ἡμερότητα, καὶ μηκέτι φάγωσι σάρκας, μηδὲ ὁ ἔριφος τροφὴν κτηνῶν·

καρδία δὲ ἀνθρωπίνη γενέσθω ἐν αὐτοῖς, καὶ ἀκολουθήσουσιν ἡμῖν ὅπου ἂν πορευώμεθα, ἐσθίοντα ἅπερ ἡμεῖς ἐν τῇ δόξῃ σου, καὶ ἵνα λαλῶσιν ὁμοιότητα ἀνθρώπων, δοξάζοντα τὸ ὄνομά σου.

(7) Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἀναστάντα τὰ ζῷα, ὅ τε λεόπαρδος καὶ ὁ ἔριφος, ἐπῆραν τοὺς ἐμπροσθίους πόδας, καὶ ἐδόξασαν τὸν θεόν, καὶ εἶπον ἀνθρωπίνῃ φωνῇ· Δοξάζομεν καὶ εὐλογοῦμέν σε, ὁ ἐπισκεψάμενος ἡμᾶς καὶ μνησθεὶς ἡμῶν ἐν τῇ ἐρήμῳ ταύτῃ καὶ τὴν φύσιν ἡμῶν τὴν θηριώδη καὶ ἀγρίαν μετενέγκας εἰς ἡμερότητα, καὶ ἐχαρίσω ἡμῖν τὸν θεῖον λόγον, καὶ ἔθηκας ἐν ἡμῖν γλῶσσαν καὶ νόημα τοῦ εἰπεῖν καὶ ὁμολογῆσαι τὸ ὄνομά σου, ὅτι μεγάλη ἐστὶν ἡ δόξα σου.