Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(7) Καὶ ταῦτα εἰπὼν ηὔξατο μετ᾽ αὐτῶν, καὶ ἠσπάσατο πάντας, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτῶν, καὶ οἱ μαθηταὶ αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ πολὺ πλῆθος, ὡς γεμίσαι καμήλους ἄρτους καὶ
διάφορα βρώματα· καὶ ἐπὶ σταδίοις εἴκοσι ἦσαν ἀκολουθοῦντες. καὶ λέγει αὐτοῖς· Ἵνα τί σκύλλεσθε; Οἳ δὲ εἶπον· Ἕως οὗ ἴδωμεν τὸ πλοῖον ἐν ᾧ ἐπιβῆναι μέλλεις ἀκολουθήσομέν σοι. Καὶ λέγει αὐτοῖς· Μακρόθεν ἐστίν. Ἔλαβεν δὲ μόνον ἄρτους ε´ , ἐπονομάσας τὸν Ἰησοῦν, καὶ προσέταξεν αὐτοὺς ἐπανακάμψαι εἰς τὴν πόλιν αὐτῶν μετὰ τῶν καμήλων καὶ τῆς πολλῆς αὐτῶν ἑτοιμασίας. καί φησι· Πορεύεσθε ἐν εἰρήνῃ, καὶ προσεύχεσθε περὶ ἐμοῦ πρὸς τὸν Χριστόν, ἵνα κατευθύνῃ τὴν ὁδόν μου ἐνώπιον αὐτοῦ ἐν εἰρήνῃ· καὶ ἡ δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἔσται μεθ᾽ ὑμῶν εἰς αἰῶνας. Καὶ πεσόντες πάντες ἐπὶ πρόσωπον προσεκύνησαν τρίτον τῷ ἀποστόλῳ· ὁρμήσαντος δὲ τοῦ ἀποστόλου τὴν ἑαυτοῦ ὁδὸν ἔπεσον πάλιν ἅπαντες ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν, ἕως οὗ ἀπέδυ ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· κείμενοι δὲ ἐπὶ τοῦ ἐδάφους ἐβόων· Εὐλόγησον ἡμᾶς διδάσκαλε καὶ ὁδηγὲ τῶν ψυχῶν ἡμῶν. Καὶ ὅτε ἀπεδήμησεν ὥστε μὴ ὁρᾶσθαι αὐτὸν ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, ἀναστάντες ἐπορεύοντο εἰς τὰ οἰκεῖα κλαίοντες καὶ ὑπομιμνησκόμενοι τῆς καλλίστης καὶ γλυκείας διδαχῆς τοῦ ἀποστόλου Χριστοῦ Φιλίππου, καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δοξάζοντες.(1) Ἐγένετο δὲ ὅτε ὁ σωτὴρ ἐμέρισεν τους ἀποστόλους κατὰ πόλιν καὶ χώραν, καὶ ἐπορεύθη εἷς ἕκαστος κατὰ τὴν πρόσταξιν ἣν διετάξατο αὐτῷ ὁ κύριος, καθὼς καὶ τὸν κλῆρον διένειμεν αὐτοῖς, ἔλαχεν ἀπελθεῖν καὶ τὸν Φίλιππον εἰς τὴν γῆν τῶν Ἑλλήνων. ἀκούσας δὲ ὁ Φίλιππος τὸ ὄνομα τῆς χώρας καὶ τῆς πόλεως τῆς κεκληρωμένης αὐτῷ, σκληρὸν αὐτῷ ἐφάνη, καὶ ἔκλαιεν. ἡ δὲ Μαριάμνη ἡ τούτου ἀδελφή—αὕτη γάρ ἐστιν ἡ ἑτοιμάζουσα τὸν ἄρτον καὶ τὸ ἅλας ἐν τῇ κλάσει τοῦ ἄρτου, ἡ δὲ Μάρθα ἐστὶν ἡ διακονοῦσα τοῖς πλήθεσι καὶ κοπιῶσα σφόδρα—ἰδοῦσα τὸν ἴδιον ἀδελφὸν βαρέως φέροντα τὸν λαχόντα αὐτῷ κλῆρον, καὶ ὅτι σφοδρῶς ἔκλαιε περὶ τούτου, προσῆλθεν τῷ Ἰησοῦ λέγουσα· Κύριέ μου Ἰησοῦ
Χριστέ, οὐχ ὁρᾷς τὸν ἀδελφόν μου Φίλιππον ὅσον λελύπηται διὰ τὴν χώραν τῶν Ἐλλήνων;(2) Λέγει αὐτῇ ὁ σωτήρ· Οἶδα ἐκλελεγμένη γυναικῶν, οἶδα· ἀλλὰ πορεύου μετὰ τοῦ ἀδελφοῦ σου εἰς πάντα τόπον ὅπου ὑπάγει καὶ γενοῦ παραθαρρύνουσα αὐτῷ· οἶδα γὰρ ὅτι ἄνθρωπος τολμηρός ἐστι καὶ ὀργίλος, καὶ ἐὰν ἀφῶμεν αὐτὸν μόνον, πολλὰς ἀνταποδόσεις ποιήσει τοῖς ἀνθρώποις. ἀλλ᾽ ἰδοὺ καὶ τὸν Βαρθολομαῖον καὶ Ἰωάννην ἀποστελῶ ἐν τῇ πόλει ἐκείνῃ συγκακοπαθῆσαι αὐτὸν διὰ τὴν πολλὴν πονηρίαν τῶν οἰκούντων ἐκεῖσε· οἱ γὰρ ἄνθρωποι ἐκεῖνοι λατρεύουσι τῇ ἐχίδνῃ μητρὶ τῶν ὄφεων. καὶ σὺ Μαριάμνη ἄλλαξόν σου τὴν ἰδέαν καὶ ὅλον τὸ εἶδος τὸ γυναικεῖον, καὶ βάδιζε ὁμοίως μετὰ Φιλίππου. Εἶτα λέγει ὁ Ἰησοῦς τῷ Φιλίππῳ· Εἰς τί ἐδίστασας ὦ Φίλιππε; οὐκ ἤκουσας τῆς διδαχῆς μου· Ἰδοῦ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων; Μὴ οὖν φοβηθῇς αὐτῶν τὴν ἀγριότητα. συνέσομαί σοι ἀεὶ βοηθῶν καὶ ἀντιλαμβανόμενος. ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἐμοὺς μαθητάς · ἀποστέλλω ὑμᾶς ὡς ἀκτῖνας ἐγὼ ὁ τῆς δικαιοσύνης ἥλιος. μεθ᾽ ὑμῶν εἰμι ἐν παντὶ τόπῳ· ἐν ποταμοῖς καὶ ἐν θαλάσσαις ἔσομαι ὑμῶν καλὸς κυβερνήτης. νῦν οὖν Φίλιππε μὴ ἐκκακήσῃς ἀγαθοποιεῖν ἐν τῷ ποιοῦντί σε κακόν, καὶ ἡ χάρις τοῦ πνεύματός μου κατευθυνεῖ σου τὰς τρίβους ἐν παντὶ τόπῳ καὶ πόλει καὶ χώρᾳ.
(3) Ταῦτα ἀκούσας ὁ Φίλιππος καὶ Βαρθολομαῖος καὶ Μαριάμνη, ἀσπασάμενοι τὴν δεξιὰν τοῦ σωτῆρος, ἐπορεύοντο εἰς τὴν χώραν τῶν Ὀφιανῶν. ὡς δὲ ἀνέβησαν εἰς τὴν ἔρημον τῶν δρακαινῶν, ὡς ἧσαν ἐκεῖ βαδίζοντες, ἰδοὺ μέγας λεόπαρδος ἐξῆλθεν ἀπὸ τῶν δρυμῶν τῶν ἐν τῷ ὄρει· καὶ ἰδὼν τοὺς ἀποστόλους κυρίου δραμὼν ἔρριψεν ἑαυτὸν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φωνῇ ἀνθρωπίνῃ ἐλάλησε πρὸς αὐτούς· Προσκυνῶ ὑμᾶς ὦ δοῦλοι τοῦ θείου μεγέθους καὶ ἀπόστολοι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, προστάξατέ μοι τελείως λαλεῖν.