Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(8) Μετὰ δὲ τοὺς λόγους τούτους πεσόντες εἰς τὴν γῆν ἐπὶ πρόσωπον ὅ τε λεόπαρδος καὶ ὁ ἔριφος προσεκύνησαν τῷ Φιλίππῳ καὶ τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἐδόξασαν τὸν θεὸν οἱ ἀπόστολοι καὶ προσέταξαν ἵνα ὁ ἔριφος καὶ ὁ λεόπαρδος συμπορευθῶσι μετ᾽ αὐτῶν καὶ φθάσωσιν εἰς τὴν πόλιν ὅπου ἀπέρχονται καθὼς ἀπεκάλυψεν αὐτοῖς ὁ σωτήρ· καὶ ἐπορεύθησαν ἅμα αἰνοῦντες καὶ δοξάζοντες τὸν θεόν. ἀμήν.

(1) Ἐγένετο δὲ τῶν ἀποστόλων συμπορευομένων μετ᾽ ἀλλήλων, τοῦ τε Φιλίππου καὶ τοῦ Βαρθολομαίου καὶ τῆς Μαριάμνης καὶ τοῦ λεοπάρδου καὶ τοῦ ἐρίφου, ἐπορεύθησαν ὁδὸν ἡμερῶν πέντε, καὶ μετὰ τὰς ἐν μεσονυκτίῳ προσευχὰς πρωΐας κατὰ τὴν ὁδὸν γενομένης ἰδοὺ ἐξαίφνης ἔπνευσεν ἄνεμος μέγας καὶ γνοφώδης, καὶ ἀπ᾽ αὐτοῦ τοῦ γνόφου ἐπέδραμεν ἐπὶ τοὺς δούλους τοῦ θεοῦ γνοφώδης δράκων μέγιστος, τὸν νῶτον ἔχων μεμελανωμένον, ἡ δὲ κοιλία αὐτοῦ ἄνθρακες χαλκοῦ ὄντες ἐν σπινθηρισμοῖς πυρός, τὸ σῶμα αὐτοῦ ἐκ τεταμένον ὑπὲρ πήχοις ρ´ · καὶ ἠκολούθει αὐτῷ πλῆθος ὄφεων καὶ πλῆθος ἐκγόνων τῶν ὄφεων· καὶ ἐκ πολλοῦ διαστήματος ὅλος ὁ τῆς ἐρημίας τόπος ἐσαλεύετο.

(2) Ἰδὼν οὖν ὁ Φίλιππος λέγει τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Ἄρτι χρεία ἡμῖν βοηθείας τῆς παρὰ τοῦ σωτῆρος· μνημονεύσωμεν τοῦ ῥήματος τοῦ Χριστοῦ ὃς ἐξαπέστειλεν ἡμᾶς καὶ εἶπεν· Μηδὲν φοβηθῆτε, μήτε διωγμόν, μήτε τοὺς ὄφεις τῆς χώρας ἐκείνης, μήτε τὸν ζοφερὸν δράκοντα. Στῶμεν οὖν ὥσπερ στῦλοι ἐστηριγμένοι ἐνώπιον τοῦ θεοῦ, καὶ καταργηθήσεται πᾶσα ἡ τοῦ ἐχθροῦ δύναμις, καὶ πεσεῖται ἡ ἀπειλὴ αὐτοῦ. εὐξώμεθα οὖν καὶ ῥαντίσωμεν ἐν τῷ ποτηρίῳ τὸν ἀέρα, καὶ ἠρεμήσει οὗτος ὁ ζοφερός, καὶ ὁ καπνὸς κατασταθήσεται.

(3) Λαβόντες οὖν τὸ ἑαυτῶν ποτήριον ἐπηύξαντο οὕτως Σὺ εἶ ὁ δροσίζων πᾶσαν πυρὰν καὶ χαλινῶν σκότος καὶ βάλλων χαλινὸν εἰς τὸ στόμα τοῦ δράκοντος, ὁ καταργήσας αὐτοῦ τὴν ὀργήν, ὁ ἀποστρέψας εἰς τὰ ὀπίσω τὴν πονηρίαν τοῦ ἀλλοτρίου καὶ καταποντίσας αὐτὸν ἐν τῷ ἰδίῳ πυρί, ὁ κλείσας τὸν φωλεὸν αὐτοῦ καὶ ἀσφαλισάμενος τὰς ἐκβάσεις αὐτοῦ καὶ κολαφίζων τὴν ὑπερηφανίαν αὐτοῦ· ἐλθὲ μεθ᾽ ἡμῶν ἐν τῇ ἐρημίᾳ ταύτῃ· τρέχομεν γὰρ διὰ τὸ θέλημά σου καὶ διὰ τὸ σὸν πρόσταγμα.