Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(3) Μόνοι δὲ οἱ Ἰουδαῖοι ἦσαν ζηλοῦντες, ἔλεγον δὲ εἰς ἑαυτοὺς ὅτι Οὐδεμίαν πρόφασιν ἔχομεν τοῦ κωλῦσαι αὐτοὺς

διὰ τὰ θαυμάσια τοῦ Φιλίππου· ἀλλ᾽ ἀποστῶμεν, μή τι κακὸν πάθωμεν ὑπ᾽ αὐτοῦ, ὡς καὶ ὁ Ἀρίσταρχος ἐπλήγη, καὶ δεηθέντων ἡμῶν ἰάσατο αὐτόν. ἀναχωρήσωμεν οὖν ἀπ᾽ αὐτῶν· δόξα γὰρ θεοῦ ἐστιν ἀληθῶς ἐπ᾽ αὐτούς.

(4) Μετὰ δὲ ταῦτα εἰσῆλθεν ὁ Φίλιππος εἰς τὴν οἰκοδομὴν καὶ ἠγαλλιάσατο · ἄπαντες δὲ οἱ πιστεύσαντες ἀπήρχοντο πρὸς αὐτὸν εἰς τὴν συναγωγήν, καὶ ἐδιδάσκοντο ὑπ᾽ αὐτοῦ. ἔλεγεν δὲ αὐτοῖς· Ἀδελφοί μου, θέλω ἵνα ἡ εὐωδία ὑμῶν τῆς πίστεως γένηται ἐν παντὶ τόπῳ κατάδηλος· ἐξάρατε οὖν ἀφ᾽ ὑμῶν πᾶσαν κακίαν καὶ πᾶσαν πονηρίαν καὶ ἀδικίαν καὶ ζῆλον καὶ ἔριν καὶ φθόνον καὶ φιλονεικίαν, ἵνα εὑρεθῆτε πραεῖς ἐν τῇ πίστει, καὶ ἐν τοῖς ἀγαθοῖς ἔργοις δόκιμοι. γινώσκω γὰρ ὅτι οὐ μὴ ἐκπέσητε τῆς ἐλπίδος τοῦ Χριστοῦ; καὶ οὐκ ἐγκαταλείψει ὑμᾶς εἰς τοὺς αἰῶνας· αὐτὸς γὰρ κατευθυνεῖ τὰς ὁδοὺς ὑμῶν ἐνώπιον αὐτοῦ.

(5) Ταῦτα δὲ εἰπὼν ὁ Φίλιππος ἐκράτησεν τὸν Ἴρεον, καὶ κατέστησεν αὐτὸν ἐπίσκοπον, καὶ ἐστήριξεν αὐτὸν ἐφ᾽ οἷς ἤκουσεν καὶ ἐφ᾽ ἅπασιν οἷς ἐθεάσατο. καὶ εἶπεν αὐτῷ ὁ Φίλιππος· Εἰρήνη ἐπὶ σὲ ἡ δοθεῖσα ἡμῖν παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἔλεος. Καὶ ἐπεφώνησαν ἅπαντες οἱ ἀδελφοί· Ἄξιος, ἄξιος, ἄξιος. Καὶ ἐπηύξατο ὁ Φίλιππος τῷ Ἰρέῳ, ἵνα γένηται πρᾳότης ἐν αὐτῷ, καὶ ἵνα δυνηθῇ ποιμᾶναι τοὺς ἀδελφοὺς ἐν πίστει, καὶ πᾶν αἴτημα ἀγαθὸν ὃ ἐὰν αἰτήσηται παρὰ τοῦ θεοῦ δοθήσεται. καὶ στραφεὶς εἶπεν τοῖς ἀδελφοῖς· Ὑμεῖς οὖν τέκνα δουλεύσατε αὐτῷ ἐν ὑποταγῇ, φανεροῦντες ἐνώπιον αὐτοῦ ὡς πατρὶ τοὺς λογισμούς. καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἔστω μεθ᾽ ὑμῶν πάντοτε· ἐγὼ γὰρ πορεύομαι.

(6) Ὡς δὲ ταῦτα ἤκουσαν οἱ ἀδελφοὶ ἐστέναξαν καὶ ἔκλαυσαν σφόδρα, ὅτι εἶπεν αὐτοῖς Πορεύομαι· Οὐ γὰρ ἤθελον αὐτὸν ἀπ᾽ αὐτῶν ἀπελθεῖν. λέγει αὐτοῖς ὁ Φίλιππος· Μὴ ὀδυνᾶσθε τῇ καρδίᾳ· ὥσπερ γὰρ ὁ κύριος ἡμῶν ᾠκονόμησεν ἐλθεῖν με πρὸς ὑμᾶς, οὕτως καὶ εἰς ἄλλας πόλεις ἀπέρχομαι, ἵνα πληρώσω τὸ θέλημα τοῦ Χριστοῦ· ὁ δὲ κύριος ἔσται μεθ᾽ ὑμῶν.