Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(22) Ἀπὸ δὲ τοῦ θαύματος τούτου ἐκέλευσεν ὁ Φίλιππος τῷ πατρὶ τοῦ παιδὸς ἐνέγκαι τοὺς δούλους, οὓς εἶπεν ἐλευθεροῦν. ἐλθόντες δὲ ἐν τῷ τόπῳ ὅπου ἦν ὁ παῖς ἐγηγερμένος, ἀπιδὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰς αὐτοὺς εἶπεν· Οἱ δοῦλοι μέχρι σήμερον, νῦν δὲ ἐλεύθεροι διὰ Χριστόν, μὴ ἀμελήσητε τῆς ἑαυτῶν σωτηρίας. Ὁ δὲ πατὴρ τοῦ παιδὸς

καὶ ἡ μήτηρ ἠγαλλιάσαντο ἐπ᾽ αὐτοῖς, καὶ ὅτι τελείως εἶδον τὸν υἱὸν αὐτῶν ἐγηγερμένον. Ἐπεὶ δὲ τούτῳ τῷ τρόπῳ ἐπίστευσαν ἅπαντες εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν,

(23) καὶ τῇ ἕωθεν ἤρξατο ὁ Φίλιππος κατηχεῖν καὶ βαπτίζειν εἰς τὸ ὄνομα τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, καὶ λαβὼν τὸν Ἴρεον καὶ τοὺς πρώτους τῆς πόλεως περιῄει καταλύων τὰ ἱερὰ τῶν εἰδώλων καὶ ἀνοικοδομῶν ἐκκλησίας ἱεράς, χειροτονῶν πρεσβυτέρους καὶ κληρικούς, καὶ κανόνας ἐκθέμενος αὐτοὺς καὶ τύπους εἰς δόξαν Χριστοῦ, ἐμεγαλύνοντο καὶ ἐκρατύνοντο τῇ πίστει.

(1) Νερκέλλα δὲ ἡ τοῦ Ἰρέου γυνὴ καὶ ἡ θυγάτηρ αὐτῆς 'Aρτεμήλα ἐχάρησαν ἐπὶ τῷ Φιλίππῳ, καὶ παρεκάλουν αὐτὸν εὐλογῆσαι αὐτάς. καὶ λέγει ὁ Φίλιππος· Ἰδοὺ τὸ αἴτημα ὑμῶν δίδωσιν ὑμῖν Ἰησοῦς Χριστός, καὶ εὐλογία ἐν ταῖς ψυχαῖς ὑμῶν.

(2) Ὁ δὲ Ἴρεος εἶπεν τῷ Φιλίππῳ· Ποῦ θέλεις οἰκοδομήσωμεν συναγωγὴν καὶ ἐπισκοπεῖον ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ; Ὁ δὲ ἀπόστολός φησι· Ἐν ᾧ αὐτὸς οἶδας τέκνον· μόνον ἐκ τῶν σῶν ὑπαρχόντων καὶ μὴ ἐξ ἀδικίας. Λέγει ὁ Νηρεὺς ὁ τοῦ ἐγηγερμένου πατήρ· Καταξιώσατε ἐμὲ μᾶλλον οἰκοδομῆσαι. Καὶ ἦν χαρὰ μεγάλη, καὶ οὐκ ἡδύνατο χωρεῖν ἡ οἰκία τοὺς εἰσερχομένους ὄχλους. καὶ ἐξελθὼν ὁ Ἴρεος καὶ Νηρεὺς ἐκ τῆς οἰκίας συνεβουλεύσαντο μετ᾽ ἀλλήλων περὶ τῆς οἰκοδομῆς, καὶ λέγουσι· Βάλωμεν κλήρους περὶ τοῦ τόπου ἐν ᾧ οἰκοδομήσωμεν, εἴτε ἐν τῷ σῷ τόπῳ, εἴτε ἐν τῷ ἐμῷ. Ὁ δὲ Ἴρεος ἔφη· Ἀγαθώτατε Νηρεῦ, εἰ θέλεις ἐν τῷ σῷ τόπῳ γενέσθαι τὴν οἰκοδομήν, οὐ λυπῶ σε· μόνον τὸ θέλημα τοῦ θεοῦ γινέσθω. Καὶ χρηματισθέντες καθ᾽ ὃν ἔδει τρόπον οἰκοδομῆσαι, ἀνάλωσαν πολὺ χρυσίον οἱ δύο, καὶ τὸ πλῆθος τῶν ἀδελφῶν ἔχαιρεν ἐν τῇ σπουδῇ τῆς οἰκοδομῆς.