Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(18) Ὡς οὖν ταῦτα οὕτως διελογίζοντο, οἱ γονεῖς ἔκλαιον. σπλαγχνισθεὶς δὲ ὁ Φίλιππος εἶπεν τῷ πατρὶ τοῦ παιδὸς καὶ τῇ μητρί· Τί ποιήσητε ἐὰν τὸν υἱὸν ὑμῶν ἀναστήσω; Λέγουσιν αὐτῷ· Ὅπερ ἐὰν θέλῃς ποιήσομεν. Οἱ δὲ μέλλοντες κατακαίεσθαι δοῦλοι διένευον τῷ ἀποστόλῳ μνησθῆναι αὐτῶν· νόμος γάρ τις ἄνομος ἦν ἐν αὐτοῖς, ὅταν γάρ τις ἐκ τῶν πλουσίων ἐτελεύτα, σὺν αὐτῷ καὶ δούλους καὶ δουλίδας κατακαίεσθαι· καὶ ἄλλα τινὰ χείρονα ἔπραττον, οἱ πολλοὶ δὲ αὐτῶν καὶ τὰς ἰδίας γυναῖκας συνανῄρουν.
(19) Εἶπεν οὖν ὁ Φίλιππος· Τοὺς δούλους τούτους δότε μοι. Οἱ δὲ γονεῖς εἶπον· Ἄλλους πλείους μετ᾽ αὐτῶν καὶ ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν δώσομέν σοι, καὶ πρὸς τούτοις πιστεύσομεν καὶ τῷ θεῷ σου, ὅτι θεὸς μόνος, δυνατὸς ὢν καὶ νεκροὺς ἀνιστᾶν Προσέταξεν δὲ ὁ Φίλιππος τῷ ὄχλῳ ἀποστῆναι τῆς κλίνης, συνέθλιβον γὰρ ἀλλήλους· εἶπεν δὲ ὁ Φίλιππος πρὸς τὸν Ἀρίσταρχον· Ἄγε δὴ ὦ Ἰουδαῖε, ἰδοὺ ὅτι νεκρὸς κεῖται· εἰ οὖν τι δύνασαι, ἔγειρον αὐτόν. Καὶ ὑπὸ πάντων ἀναγκασθεὶς ὁ Ἀρίσταρχος μόλις προσῆλθεν τῷ νεκρῷ, καὶ ἥπτετο εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ πολλὰ ἐνέπτυσεν αὐτόν, καὶ ἔσυρεν αὐτὸν ἀπὸ τῆς χειρός· καὶ οὐκ ἦν φωνὴ οὐδὲ ἀκρόασις τῷ νεκρῷ. καὶ ὡς οὐδὲν ἴσχυσεν, ἔκραξαν οἱ ὄχλοι· Ἄρατε τὸν Ἰουδαῖον ἐκ τοῦ μέσου. Καὶ ἀπέστη
αἰσχυνόμενος. ὁ Ἴρεος θαρσοποιηθεὶς εἶπεν· Ὦ ἄνδρες Ἰουδαῖοι οἱ ἐναντιούμενοι τῷ θεῷ διὰ παντός, ἐτολμήσατε βλασφημῆσαι λέγοντες ὅτι Μάγος ἐστὶν ὁ Φίλιππος· Εἰ μὴ ἦν φιλάνθρωπος καὶ ἀγαθὸς ὁ ἐν αὐτῷ θεός, ἄρα ἂν ἐθανατώθητε σὺν αὐτῷ.(20) Νηρεὺς δὲ ὁ τοῦ τεθνηκότος πατὴρ εἶπεν· Ἀναστήτω μόνον ὁ υἱός μου, κἀγὼ κατὰ Ἰουδαίων ἀγωνίζομαι. Λέγει ὁ Φίλιππος· Ἐὰν μὴ ὁμολογήσῃς τοῦ μὴ ἀδικῆσαι Ἰουδαίους, οὐκ ἀναστήσεται ὁ υἱός σου. Ὁ δὲ πατὴρ τοῦ παιδὸς εἶπεν· Ποιῶ τὸ θέλημά σου. Ἐθαύμαζον δὲ πάντες οἱ ὄχλοι καὶ οἱ ἄρχοντες λογιζόμενοι τί ἄρα ποιήσει ὁ Φίλιππος, εἰ ἄρα δυνήσηται ἀναστῆσαι τὸν νεκρόν.
(21) Μὴ μελλήσας δὲ ὁ Φίλιππος, ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ προσελθὼν τῇ κλίνῃ ἔθηκεν τὰς χεῖρας ἐπὶ τὸν παῖδα, καὶ ηὔξατο λέγων· Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀεὶ ἐπακούων μου τῆς δεήσεως, ἐλθέτω καὶ νῦν ἡ δέησίς μου ἐνώπιόν σου, καὶ χάρισαι ζωὴν τῷ σῷ δούλῳ Θεοφίλῳ διὰ τὸν παρεστῶτα ὄχλον. Καὶ εὐθέως εἰσῆλθεν ἡ πνοὴ εἰς τὸν παῖδα, καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ προσέσχεν τῷ Φιλίππῳ. οἱ δὲ ὄχλοι θεασάμενοι τὸ γεγονὸς ἔθλιβον ἀλλήλους ἐγγίζειν τὴν κλίνην θέλοντες ἰδεῖν τὸ θαῦμα. προσέθετο δὲ ὁ Φίλιππος ἐκ δευτέρου λέγων· Νεανία, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ἔγειρε. Καὶ εὐθέως ὁ Θεόφιλος ἀνεπήδησε τῆς κλίνης καὶ ἔκραξεν· Εἷς θεὸς ὁ Φιλίππου, Ἰησοῦς Χριστός, ὃς ἔδωκέν μοι τὸ ζῆν. Ὡς δὲ οἱ ὄχλοι ἐθεάσαντο τὸν παῖδα ἑστῶτα, ὡς ἐν μιᾷ φωνῇ ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ τοὺς νεκροὺς ἀνιστῶν. Διεκρίνοντο δὲ εἰς ἀλλήλους καὶ ἔλεγον· Ποῖον λοιπὸν θαῦμα μεῖζον ἔχομεν ἰδεῖν;