Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(14) Ὁ δὲ Φίλιππος μειδιάσας εἶπεν πρὸς τὸν Ἁρίσταρχον· Εἰ θέλεις, εἰπὲ πρῶτος. Τότε ὁ Ἀρίσταρχος λέγει τῷ Φιλίππῳ· Λαμβάνεις τὰς προφητικὰς γραφὰς ἢ οὒ; Καὶ ὁ Φίλιππος· Διὰ τὴν ἀπιστίαν ὑμῶν χρεία προφητῶν. Καί φησιν ὁ Ἰουδαῖος· Ἀγνοεῖς Φίλιππε ὅτι γέγραπται· Τίς ἐξηγήσεται τὰς ἀρετάς σου ὁ θεός; Καὶ ὅτι Οὐδείς ποτε δύναται γνῶναι τὴν δόξαν σου; Καὶ ὅτι Ἡ δόξα σου ἐπλήρωσε τὴν γῆν; Καὶ ὅτι Κύριος κριτὴς ζώντων καὶ νεκρῶν; Καὶ ὅτι Ὁ θεός φησι πῦρ καταναλίσκον καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ; Καὶ ὅτι Εἷς θεὸς ἐποίησε ταῦτα πάντας; Πῶς οὖν λέγεις Φίλιππε ὅτι ἀφθάρτως ἐγέννησεν ἡ Μαρία τὸν Ἰησοῦν, καὶ ἔστι θεός; καὶ πῶς ἐσταυρώθη, καὶ πῶς ἀγωνίζῃ σὺ περὶ αὐτοῦ, εἰ θεός; ἀλλὰ πάντως ἐλέγξεις με ὅτι οὗτός ἐστι δύναμις θεοῦ καὶ θεοῦ σοφία, ὃς συμπαρῆν τῷ θεῷ ὅτε καὶ τὸν κόσμον ἐποίησε. τοῦτο γὰρ οὐκ ἀρνοῦμαι, ὡς εἶπεν ἡ πρώτη γραφή· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν· ἐὰν γὰρ αὐτὰ σιωπήσω, ἐλέγξεις με.
(15) Ὁ δὲ Φίλιππος μειδιάσας ἐν ἀγαλλιάσει εἶπεν εἰς ὅλον τὸν ὄχλον· Ἀκούσατέ μου, καὶ γίνεσθε κριταὶ τῆς ἀληθείας· ὁ γὰρ προφήτης Ἡσαίας περὶ τοῦ Χριστοῦ λέγει· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρετισάμην, εἰς ὃν ηὐδόκησα· θήσω τὸ πνεῦμα ἐπ᾽ αὐτόν. Καὶ περὶ τοῦ σταυροῦ αὐτοῦ εἴρηται· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτόν. τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Καὶ πάλιν· Τὸν νῶτόν μου ἡτοίμασα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ ἄλλος· Ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπιζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.
Ὁ δὲ Δαυὶδ περὶ αὐτοῦ φησιν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Καὶ περὶ τῆς ἀναστάσεως αὐτοῦ καὶ περὶ τοῦ Ἰούδα λέγει· Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ, πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτοῦ ἐν τῷ θεῷ αὐτοῦ. Καὶ πάλιν ὁ Δαυίδ· Προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾄδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ὁ δὲ Δαυὶδ ἐτελεύτησε, καὶ τὸ μνῆμα αὐτοῦ οἴδαμεν· ταῦτα δὲ πάντα εἴρηται περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως. λάβε καὶ ἐκ τῶν δώδεκα προφητῶν· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι ἐπιβεβηκὼς ἐπὶ πῶλον νέον. Καὶ ἕτερος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Καὶ ὁ πᾶς χορὸς τῶν προφητῶν καὶ πάντες οἱ πατριάρχαι περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ ἐκήρυξαν.(16) Καὶ ὁ Ἀρίσταρχος πάλιν εἶπεν· Οὗτος Ἰησοῦς Χριστὸς λέγεται. οἶδα γὰρ ὅτι Ἡσαίας χριστὸν εἴρηκεν· Τάδε λέγει κύριος τῷ χριστῷ μου κυρίῳ, καὶ οὐκ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι· ἐπὶ σὲ ἔθνη ἐλπιοῦσιν. Οἱ δὲ Ἰουδαῖοι ἐμάχοντο τῷ Ἀριστάρχῳ Ὅτι φησὶν σὺ μᾶλλον ὑπέμνησας τὰ περὶ τοῦ Χριστοῦ γεγραμμένα. Καὶ πᾶς ὁ ὄχλος ἔλεγεν· πρὸς ταῦτα ἀντιφιλονεικῶμεν τῷ Φιλίππῳ; Καὶ οἱ τῆς πόλεως ἄρχοντες ἔλεγον· Πάντως ὁ θεὸς ἤγαγεν τὸν Φίλιππον εἰς τὴν πόλιν ἡμῶν, ἵνα δι᾽ αὐτοῦ μάθωμεν ὅτι οἱ θεοὶ ἡμῶν εἴδωλα κωφὰ καὶ τυφλὰ καὶ ἀναίσθητά εἰσιν. ἀλλὰ καὶ ὁ Ἰουδαῖος ὁ συζητήσας αὐτῷ μᾶλλον ἐφανέρωσεν τὴν ἀποκεκρυμμένην δόξαν ἐν τοῖς προφήταις περὶ τοῦ Χριστοῦ· διὸ δοκιμάσαντες τοὺς ἀμφοτέρων λόγους, καὶ ἰδόντες ὅτι διὰ πάντων ἀσφαλὼς ἐφανερώθη ὁ Χριστός, παρακαλέσωμεν τὸν
Φίλιππον ἵνα ἐν τῇ πόλει ἡμῶν τὸν πάντα χρόνον οἰκήσῃ εἰς ἡμετέραν σωτηρίαν.(17) Ὁ δὲ Ἴρεος ἦν ἐν ἀγαλλιάσει καρδίας ἐπὶ τοῖς ῥήμασι τοῦ Φιλίππου, ὁ δὲ Φίλιππος οὐ διελίμπανεν δοξάζων τὸν θεόν. ὡς δὲ οἱ ἄρχοντες τῆς πόλεως διέκρινον τὰ ῥήματα τοῦ τε ἀποστόλου καὶ τοῦ Ἰουδαίου, ἰδοὺ εἰσήχθη κλίνη ἐφ᾽ ᾗ ἐπέκειτό τις νεκρός,μονογενὴς υἱὸς τῷ πατρὶ καὶ τῇ μητρὶ ὑπάρχων, πλούσιος σφόδρα· ἦσαν δὲ καὶ τῇ κλίνῃ προσέγγιστα δοῦλοι δέκα, οἳ καὶ ἔμελλον συγκατακαίεσθαι τῷ νεκρῷ. οἱ δὲ ἄρχοντες τῆς πόλεως καὶ πᾶς ὁ ὄχλος καταμαθόντες ὅτι ἀληθῶς ἐστι νεκρὸς ἔκραξαν· Νῦν ὄντως μέγας ἐστὶν ἀγὼν τῶν χριστιανῶν· εἰ γάρ τίς ἐστιν ἐν αὐτῷ θεός, ἀναστήσει αὐτόν, καὶ πάντες πιστεύσομεν εἰς αὐτόν· ἀλλὰ καὶ αὐτοὺς τοὺς ναοὺς μετὰ τῶν εἰδώλων κατακαύσομεν.