Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(10) Καὶ ἤψατο τοῦ πώγωνος Φιλίππου ἕλκων αὐτόν· ὁ δὲ Φίλιππος οὐκ ἀλγήσας, ἀλλὰ διὰ τοὺς παρόντας πρᾴως ὀργισθείς, εἶπεν πρὸς αὐτόν· Ἰδοὺ λέγω σοι ὅτι ἡ χεὶρ αὕτη ξηρὰ καὶ τὰ ὦτά σου κωφὰ ἐν ἀλγήσει καὶ ὁ δεξιός σου ὀφθαλμὸς πηρός, ὅτι ἠπείλησας λιθοβολῆσαί με, καὶ ἐνύβρισας τὸν ἐσταυρωμένον, τὸν οὐρανοῦ καὶ γῆς ποιητήν.
(11) Καὶ ἦν ἰδεῖν ἐξαίφνης παράδοξον θαῦμα εἰς αὐτόν· εὐθέως γὰρ ὁ μὲν ὀφθαλμὸς αὐτοῦ ἐκοιλάνθη ὡς οὐκ ὤν, τὰ δὲ ὦτα αὐτοῦ ἤλγουν οὐ μικρῶς, καὶ ἡ δεξιὰ αὐτοῦ χεὶρ ἐκρέματο ξηρὰ ὧδε κἀκεῖσε περιφερομένη· καὶ ἐβόα λέγων· Ἐλέησόν με δοῦλε τοῦ ἐσταυρωμένου θεοῦ Φίλιππε· διὰ τοῦτο γὰρ καὶ προεῖπον ὅτι εἴ τι θέλεις δύνασαι ποιῆσαι. Παρεκάλει δὲ καὶ τοὺς σὺν αὐτῷ Ἰουδαίους ὅπως ἀξιώσωσι τὸν Φίλιππον ἵνα σπλαγχνισθεὶς ἰάσηται αὐτόν.
(12) Ἐπῆραν δὲ φωνὴν πάντες λέγοντες· Θεὸν ἔχεις ξένε ἰσχυρόν· θεράπευσον τὸν πρῶτον τοῦ ἔθνους ἡμῶν, ὅτι ἀληθῶς ἄνθρωποι ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα.
(13) Σπλαγχνισθεὶς οὖν ὁ Φίλιππος προέτρεψεν τῷ Ἰρέῳ λέγων· Πρόσελθε καὶ ἐπίθες τὴν δεξιάν σου χεῖρα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ σήμανον αὐτῷ τὸν σταυρὸν τοῦ Χριστοῦ, καὶ ἰαθήσεται. Ὁ δὲ Ἴρεος προσελθὼν αὐτῷ εἶπεν· Ἐν τῷ ὀνόματι τοῦ σταυρωθέντος Ἰησοῦ Χριστοῦ γενοῦ ὑγιής. Καὶ εὐθέως ἰαθεὶς ἔκθαμβος ἐγένετο, καὶ δραμὼν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγων· Οἶδα Φίλιππε ὅτι ὅσα θέλεις δύνασαι· τοῦτο γὰρ καὶ προεῖπόν σοι· πλὴν οὖν διὰ τὴν ἀπιστίαν ἐμοῦ καὶ τοῦ συμπαρόντος πλήθους ἀνάσχου μοι τὸν λόγον, ὅτι ἀκριβῶς θέλω συζητῆσαι ἐκ τῶν γραφῶν τὰ περὶ τοῦ Ἰησοῦ, διὰ τί αὐτὸν ὑμεῖς θεὸν καλεῖτε. ἀλλα᾽ ὁρκίζω σε μὴ πάλιν ἐμβριμησάμενος ἐπιθήσῃς μοι ὀδύνας. Καὶ ὄχλοι εἶπον· Ἀξιοῦμέν σε Φίλιππε, μὴ ὀργισθῇς ἐλεγχόμενος, μηδὲ πάλιν δειλιάσῃς περὶ τὴν διδασκαλίαν σου· ἀκούσαντες
γὰρ ἡμεῖς τὰ παρ᾽ ἀμφοτέρων κριταὶ ἀληθείας ἐσόμεθα, καὶ ἐὰν νικήσῃς, πάντες πιστεύσομεν τῷ διὰ σοῦ κηρυττομένῳ Χριστῷ.