Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(17) Ὅτε δὲ ἔγνω ὁ Φίλιππος ὅτι οὐ δύνανται ὑποφέρειν τὸ βάρος τοῦ φωτός, ἐμνήσθη τοῦ Ἰησοῦ, καὶ ἐγένετο πάλιν ἐν τῇ εἰκόνι τῇ πρώτῃ καὶ εἶπεν ὁ Φίλιππος· Ἀνάστητε καὶ μὴ φοβεῖσθε. Καὶ ὡς ἀνέστησαν, εἶπεν ἡ Νερκέλα τῷ Φιλίππῳ· Μακαρία εἰμὶ εἰ ἔσομαι ἀξία ἵνα οἰκήσῃς ἐν τῇ οἰκἰᾳ μου· οὐαὶ γάρ, οὐαὶ τῇ ἀπιστίᾳ μου. μὴ οὖν λογίσῃ τὰ ἐλθόντα ἐν τῇ καρδίᾳ μου καὶ τοὺς κρυφίους μου περὶ σοῦ λόγους· ὅτι οὐκ ἐγίνωσκον τίς εἶ. Ὁ δὲ Ἴρεος ἦν εὐφραινόμενος ἐπὶ τοῖς ῥήμασιν αὐτῆς, καὶ ὅτι ἡ θυγάτηρ αὐτοῦ, ὡς εἶδεν τὴν μητέρα αὐτῆς κλαίουσαν, καὶ αὐτῆς τὰ δάκρυα ἔρευσαν ἐπὶ τὰς παρειὰς αὐτῆς. ὁμοίως δὲ καὶ οἱ δοῦλοι καὶ αἱ δουλίδες ἐθροήθησαν ἐπὶ τῇ τοσαύτῃ ὀπτασίᾳ.

(18) Ὁ δὲ Φίλιππος τῇ Νερκέλᾳ ἔφη· Εἰ Θέλεις ζῆσαι γύναι τὴν αἰώνιον καὶ μακαρίαν ζωήν, καταφρονήσασα τοῦ παντὸς βίου καὶ τοῦ κάλλους σου;´Ἣ δὲ ἀποκριθεῖσα εἶπεν· Ὅσα ἐὰν κελεύῃς ποιήσω ἵνα γένηταί μοι σωτηρία. Ὡσαύτως καὶ ἡ θυγάτηρ εἶπεν· Δέομαί σου ἄνθρωπε τοῦ θεοῦ, κἀγὼ

θέλω σωθῆναι. Εἶπεν δὲ ὁ Φίλιππος· Ἐφ᾽ ὅσον καὶ σὺ καταλιμπάνεις τὸ κάλλος τοῦ σώματός σου, σωθήσῃ.

(19) Ἤρξατο οὖν διδάσκειν αὐτοὺς τὰ περὶ πίστεως καὶ τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ κατηχήσας αὐτοὺς καὶ πάντας τοὺς τοῦ οἴκου ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἐμείναμεν δὲ ἐν τῷ οἴκῳ αὐτῶν μῆνα ἡμερῶν, διδασκόμενοι καὶ ὁδηγούμενοι ὑπὸ Φιλίππου εἰς τὴν ἀληθινὴν γνῶσιν· καὶ συνέτρεχον πλήθη πολλὰ καθ᾽ ἑκάστην ὑπ᾽ αὐτοῦ διδασκόμενοι, καὶ ἐπίστευον μεγαλυνόμενοι ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ, θεραπευόμενοι οἱ τὰς νόσους ἔχοντες· καὶ τὰ ἀκάθαρτα πνεύματα ἔφυγον· καὶ πάντες ἔλεγον· Εὐλογητὸς ὁ Φιλίππου θεός, ὅτι τῇ ἰδίᾳ αὐτοῦ εὐσπλαγχνίᾳ ἠθέλησεν ἡμᾶς σῷσαι· αὐτῷ αἰνοῦμεν καὶ δοξάζομεν εἰς αἰῶνας αἰώνων. ἀμήν.

(1) Ὄντος δὲ τοῦ Φιλίππου ἐν τῇ οἰκίᾳ τοῦ Ἰρέου, καὶ τῶν ἀδελφῶν πάντων συνηγμένων, ἐκινήθησαν πάντες οἱ ὄντες Ἰουδαῖοι καὶ παρασεβόμενοι ἐν τῇ πόλει πάντες κατὰ τοῦ Ἰρέου, ὅτι ἦν ὁ Φίλιππος ἐν τῇ οἰκίᾳ αὐτοῦ, λέγοντες ὅτι Οὐ μικρὰ φροντὶς ἡμῖν ἐστι καὶ ὀδύνη ὅτι ὁ μάγος ὁ λεγόμενος Φίλιππος ἐν τῇ οἰκίᾳ ἐστὶ τοῦ Ἰρέου, καὶ ὅτι δἰ αὐτοῦ πολλοὺς ἀπατᾷ. Καὶ ἦν ἡ στάσις πολλὴ ὅτι ὁ Ἴρεος ἐπίστευσεν τῷ Χριστῷ πανοικί, καὶ ἔλεγον· Εἰ τάχιον ἔγνωμεν, ἐδιώξαμεν ἂν τὸν μάγον, ἢ καὶ ἐκλείσαμεν τὰς πύλας τῆς πόλεως, καὶ οὐκ ἂν εἰσῆλθεν ὁ φαρμακός· ἀλλὰ πέμψωμεν πρὸς τὸν Ἴρεον ἄνδρας τινὰς κατὰ τὴν ἀξίαν αὐτοῦ, καὶ ἢ ἀποστήσει ἑαυτὸν τῆς τοῦ ξένου ἀπάτης, ἢ προσαγάγῃ αὐτὸν ἐν τῷ δημοσίῳ.