Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(13) Καὶ ὡς οὐκ ἐβούλετο ἐξελθεῖν, ἐκέλευσεν ὁ Ἴρεος τοῖς ἑαυτοῦ δούλοις βαστάσαι καθέδρας ποικίλας καὶ κεκοσμημένας ἐκ χρυσοῦ, καὶ θεῖναι πρὸ τοῦ πυλῶνος, ὅπως ὁ Φίλιππος καθίσῃ καὶ οἱ σὺν αὐτῷ. ὡς δὲ εἶδεν ὁ Φίλιππος, εἶπεν τοῖς οἰκέταις· Ἄρατε αὐτάς, οὐ γὰρ ἐπ᾽ αὐταῖς καθίσομεν. Καὶ ὁ Ἴρεος Μή μέ φησι διδάσκαλε λύπει. Καὶ ὁ Φίλιππος Ἐγώ φησιν οὐ λυπῶ οὐδένα, ἀλλὰ πάντας ἀναπαύω· περὶ χρυσοῦ δὲ καὶ ἀργύρου ὅλως οὐκ ἔστι μοι χρεία, ὅτι ταῦτα μάταια, καὶ πυρὶ ἀναλωθήσονται. καὶ τί ὄφελος ἀνθρώπῳ ὅτι κοσμεῖ ἑαυτὸν ἱματισμῷ καὶ χρυσῷ, τῆς ψυχῆς αὐτοῦ μελλούσης ἐν πυρὶ χειμάζεσθαι; ἢ τί ὄφελος ὡραιότης; ὅτι φθείρεται κάλλος καὶ ὁ ἐν τῷ κόσμῳ πλοῦτος οὐχ ὑπάρξει.

(14) Εἶπεν δὲ ὁ Ἴρεος· Ἆρα ζήσομαι; ὅτι ἐν ὀδύνῃ καρδίας εἰμὶ ἐφ᾽ οἷς πρότερον ἥμαρτον. Λέγει ὁ Φίλιππος· Μὴ φοβηθῇς, μηδὲ διψυχήσῃς· δύναται γὰρ ὁ Ἰησοῦς, ἐὰν καὶ σὺ μετανοήσῃς ἐκ ψυχῆς, ἀφιέναι σου τὰς ἁμαρτίας ἅσπερ ἐν ἀγνοίᾳ ἐποίησας. τί δὲ καὶ ἡ γυνή σου ἡ φοροῦσι νῦν τὰ διάχρυσα καὶ ὑπὸ κοιτῶνος οὖσα; οὐχὶ εἶπέν σοι ὅτι Ἀπόστα ἀπ᾽ ἐμοῦ, ὅτι οὐκ ἐξελεύσομαι εἰς πρόσωπον ἀνθρώπου ξένου; Ὡς δὲ ἤκουσεν ταῦτα ὁ Ἴρεος, ἀνέστη μετὰ σπουδῆς, καὶ ἦλθε πρὸς τὴν ἑαυτοῦ γυναῖκα λέγων· Ἕως πότε ἡ τοσαύτη περὶ σέ ἐστι λήθη; ἀνάστα καὶ θέασαι ἀληθῶς θεοῦ ἄνθρωπον, ὅτι τοὺς λόγους οὓς εἰς ἑαυτοὺς ἐλαλήσαμεν καὶ πάντα τὰ ἐν κρυπτῷ ἀνήγγειλέν μοι. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Καὶ μέγα ὅτι ἀνήγγειλέν σοι τὰ ῥήματά μου; ὕπαγε, μή με ἀπάτα· τὰ δὲ περὶ σεαυτοῦ ποίει ὡς θέλεις. Καὶ πάλιν φησὶ πρὸς αὐτόν· Τί οὖν ποιήσομεν τοὺς υἱοὺς ἡμῶν ἢ τὰς θυγατέρας ἡμῶν ἢ τοὺς δούλους, καὶ περὶ τῶν ὑπαρχόντων ἡμῶν, εἰ ὅλως εἴπῃ ἡμῖν ὁ ξένος ὅτι Ἐὰν μὴ καταλείψητε τὸν πλοῦτον, οὐ δύνασθε σωθῆναι; Τί ποιήσομεν καὶ ὅτι τοὺς δύο υἱοὺς ἡμῶν ἐμνηστευσάμεθα κατὰ τὴν ἡμετέραν ὁμοιότητα; καὶ ἐὰν μαθητεύσωμεν τῷ ξένῳ, τί ἔσται;

(15) Καὶ ὡς ταῦτα ἔλεγον, Ἀρτεμήλα ἡ θυγάτηρ αὐτῶν ἀκούσασα ταῦτα εἶπεν· Ὦ μῆτερ, τί ταῦτα λέγεις; εἰ

γάρ τίς ἐστι ζωὴ εἰς ἣν εἰσελεύσῃ σὺ καὶ ὁ πατήρ μου, δῆλον ὅτι κἀγὼ αὐτης βούλομαι μετασχεῖν. Ἦν δὲ ἡ Ἀρτεμήλα σφόδρα ὡραία. Καὶ λέγει αὐτῇ ἡ μήτηρ αὐτῆς Νερκέλα· Ἀνάστα ὦ θύγατερ καὶ ἔκδυσαι τοῦτο τὸ πολύχρυσον ἔνδυμα ὃ φορεῖς. Ἣ δὲ εἶπεν· Τὸ θέλημα τοῦ θεοῦ τοῦ ξένου ἔσται ἐν παντί. Λέγει πάλιν ὁ Ἴρεος τῇ γυναικὶ αὐτοῦ Νερκέλᾳ· Ἐξέλθωμεν πρὸς αὐτόν· ἐὰν γὰρ ἴδῃς αὐτόν, πᾶσα ἡ οἰκία ἡμῶν πιστεύει εἰς αὐτόν.

(16) Καὶ εὐθὺς ἀνέστη, καὶ ἐξεδύσατο τὰ ἱμάτια τὰ διάχρυσα, καὶ ἐνεδύσατο ἔνδυμα ταπεινὸν αὐτή τε καὶ ἡ θυγάτηρ αὐτῆς, καὶ ἐξῆλθον ἐκ τοῦ κοιτῶνος. ὁ δὲ Ἴρεος προεπορεύετο ἀγαλλιῶν· ἦν δὲ ἡ καταστολὴ αὐτῶν εὐπρεπὴς καὶ οὐδὲν ἦν ἀκατακάλυπτον τοῦ σώματος αὐτῶν, εἰ μὴ τάχα μόνον οἱ ὀφθαλμοί. καὶ λέγει ὁ Ἴρεος· Δεῦτε, μὴ διστάσητε. Ὡς οὖν ἦλθον πρὸς τὸν ἀπόστολον τοῦ Χριστοῦ Φίλιππον, καὶ εἶδον αὐτὸν ὡς μέγα τι φῶς, καὶ τοὺς μαθητὰς κύκλῳ αὐτοῦ, οὐκ ἴσχυσαν ἐγγίσαι αὐτῳ· καὶ ὁ Ἴρεος δὲ ἐφοβήθη τὸν Φίλιππον, πῶς οὕτως μετεμόρφωσεν ἑαυτόν. καὶ πεσόντες ἐπί πρόσωπον ἔκλαιον λέγοντες· Ἵλεως ἡμῖν γενοῦ. Καὶ ἐσαλεύθη πᾶσα ἡ οἰκἰα διὰ τὸν φόβον τὸν ἐπελθόντα ἐπ᾽αὐτούς.