Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(2) Καὶ προσκαλεσάμενοι τῶν πρωτίστων ἄνδρας ἑπτὰ παρεκάλεσαν ἀπελθεῖν, εἰπόντες· Εἴπατε τῷ Ἰρέῳ· πᾶσα πόλις προσδέχεταί σε. Καὶ ἀπελθόντες ἔστησαν πρὸ τοῦ πυλῶνος, καὶ οὐδεὶς αὐτῶν ἐτόλμησεν καλέσαι διὰ τὸ πλῆθος τῶν μαθητῶν. καὶ ἐξελθοῦσά τις παιδίσκη καὶ · ἰδοῦσα αὐτοὺς εἶπεν· Τίνα ζητεῖτε ὦ ἄνδρες, καὶ τίνος ἕνεκεν

στήκετε πρὸ τῶν ἡμετέρων πυλῶν; Οἳ δὲ οὐκ ἔδωκαν αὐτῇ ἀπόκρισιν. καὶ εἰσδραμοῦσα μετὰ σπουδῆς, κλείσασά τε τοὺς πυλῶνας, προσελθοῦσα τῷ Ἰρέῳ λέγει· Ὧ δέσποτα, ἑπτὰ ἄνδρες ἵστανται πρὸ τοῦ πυλῶνος, καὶ τὰ πρόσωπα αὐτῶν γέμει πονηρίας καὶ ἀδικίας. Καὶ ἀναστὰς ἐξῆλθε, καὶ θεασάμενος αὐτοὺς ἐμειδίασεν. εἶπαν δὲ πρὸς αὐτόν· Χαίροις ὁ μέγας καὶ πρῶτος τῆς πόλεως. Καὶ εἶπεν ὁ Ἴρεος· Τίνος ἕνεκεν ἤλθετε; ἢ νομίζετέ με μεταστῆσαι ἀπὸ τοῦ ἁγίου ἀνδρός; τί οὕτως στήκετε ἐν πονηρίᾳ; Καὶ εἶπαν αἰτῷ· Ἡ πᾶσα σχεδὸν πόλις ἀπέσταλκεν ἡμᾶς, καὶ εἰ θέλεις ἐλθέ. Καὶ ἠκολούθησεν αὐτοῖς ὁ Ἴρεος.

(3) Ὡς δὲ εἶδον αὐτὸν οἱ καθεζόμενοι ἄρχοντες, ἀνέστησαν καὶ ἐξεπλάγησαν ὅτι οὐκ ἦν ἠμφιεσμένος ὡς πρώην, καὶ ὅτι οὔτε μετὰ ὀψικίου καὶ ὄχλου, ἀλλὰ δύο δοῦλοι μόνον ἠκολούθουν αὐτῷ. εἷς δέ τις ἐξ αὐτῶν Ὀνήσιμος πρῶτος εἶπεν μετὰ τὸ καθεσθῆναι αὐτούς· Οἶδα ὅτι οὐκ ἰσχύω λαλήσαί σοι, ἀλλά, παρακαλῶ, φθέγξαι ἡμῖν διὰ τί οὕτως ἀπησύχασας πανοικὶ μετὰ τοῦ ξένου καὶ μάγου τοῦ καλουμένου Φιλίππου; μή τι καινότερον ἀκούσας ἠπατήθης ὑπὸ τοῦ ξένου; νῦν οὖν παράδος ἡμῖν αὐτόν, ἵνα καὶ σὺ σωθῇς καὶ ἡ οἰκία σου, ὅτι πᾶσα ἡ πόλις κατὰ σοῦ στασιάζει. μὴ οὖν ἡμᾶς ἀπαξιώσῃ, ἀλλὰ ἀποκρίθητι ἡμῖν κἂν ἓν ῥῆμα, ὅτι καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ πόλις σοῦ ἕνεκεν συνῆλθον.

(4) Καὶ ὁ Ἴρεος ἀπεκρίθη· Ἵνα τί ἐγὼ σήμερον ὑφ᾽ ἡμῶν ἀνακρίνομαι ἕνεκεν τοῦ δικαίου ἀνδρός; ἀπόστητε ἀπ᾽ αὐτοῦ, καὶ τὴν ταραχὴν ὑμῶν παύσασθε, μή ποτε ἀγανακτήσας ὁ τοῦ θεοῦ ἄνθρωπος ἐπικαλέσηται τὸν ἴδιον θεόν, καὶ πάντας ὑμᾶς πυρὶ κατακαύσει.

(5) Οἱ δὲ ἄρχοντες καὶ τὰ πλήθη ἔκραξαν· Οὐ πείθεις ἡμᾶς τὸν ξένον εἶναι ἐν τῇ πόλει ἡμῶν. οὔτε γὰρ ἀνεχόμεθα τῆς διδαχῆς αὐτοῦ· ἔχομεν γὰρ ἡμετέρους θεοὺς ἰσχυροὺς ὑπὲρ τοῦ θεοῦ αὐτοῦ. Οἱ δὲ Ἰουδαῖοι μεῖζον ἔκραζον· Ἄρατε τὴν ἄδικον ταύτην καὶ ξένην διδαχὴν τῆς πόλεως ἡμῶν. Ἰδὼν οὖν ὁ Ἴρεος ὅτι οὐ δύναται ἀνατρέψαι τὰ πλήθη, ἀνεχώρησεν εἰς τὴν οἰκίαν αὐτοῦ. καὶ ἐμβλέψας ὁ Φίλιππος τῷ Ἰρέῳ λέγει· Μή τι ἐφοβήθης περὶ τῶν στασιαζόντων; Καί

φησιν ὁ Ἴρεος· Οὐκ ἐπιστραφήσομαι εἰς τὰ ὀπίσω, εἰ καὶ δέοι ἀποθανεῖν με.