Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(9) Λέγει αὐτῷ ἡ γυνή· Ἆρα ὁ θεὸς αὐτοῦ ὡς οἱ θεοὶ τῆς πόλεως ἡμῶν εἰσι, χρυσοῖ καὶ ἠσφαλισμένοι ἐν τῷ ναῷ; Ὃ δέ φησι· Οὐχ οὕτως· ὁ γὰρ θεὸς αὐτοῦ θεός ἐστι ζῶν ἐν οὐρανοῖς, δυνατός, ὑπερηφάνοις θραύων· οἱ δὲ θεοὶ τῆς πόλεως ἡμῶν τέχνη ἀσεβῶν μελετήματα. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Καὶ ἄγαγε αὐτόν, ἵνα ἴδω κἀγὼ τὸν ἐν αὐτῷ θεόν.
(10) Καὶ ἐξῆλθεν ὁ Ἴρεος τῆς οἰκίας συναντῆσαι τῷ Φιλίππῳ, καὶ λέγει αὐτῷ· Δέομαι, ἀνάστα καὶ εἴσελθε εἰς τὴν οἰκίαν μου, καὶ ἀνάπαυσον σεαυτὸν ἐν εἰρήνῃ. Προφθάσας δὲ ὁ Φίλιππος ἀνήγγειλεν αὐτῷ πάντα ὅσα ἐστασίασεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· ὁ δὲ Ἴρεος ἐξεπλάγη πῶς πάντα ἔγνω. καὶ λέγει ὁ Φίλιππος· Γίνωσκε τέκνον ὅτι, εἰ καὶ ἐλάχιστός εἰμι καὶ ταπεινός, ἀγῶνα ἔχω ὅπως τελειώσω τὴν ἐμπιστευθεῖσάν μοι οἰκονομίαν. εἰ δὲ θέλεις, ἀναγγέλλω σοι καὶ τὰ λαληθέντα ῥήματα πάντα ἐν τῇ οἰκίᾳ σου. Ὁ δὲ Ἴρεος παρεκάλεσεν αὐτὸν σιωπῆσαι τὸν ἔλεγχον τῆς γυναικὸς αὐτοῦ.
(11) Οἱ δὲ συνόντες τῷ Φιλίππῳ λέγουσιν αὐτῷ· Ἀπόστολε Χριστοῦ, ἕως πότε ἐσόμεθα ὡς αἰχμάλωτοι ἐνταῦθα; ἐπεὶ οὖν ἡτοίμασεν ἡμῖν Ἰησοῦς Χριστὸς τὸν ἄνδρα τοῦτον, ἀπέλθωμεν μετ' αὐτοῦ ἐν εἰρήνῃ. Ὁ δὲ Ἴρεος ἠγαλλιάσατο ὅτε ἤκουσεν ταῦτα παρὰ τῶν μαθητῶν αὐτοῦ, καὶ πεσὼν ἐπὶ πρόσωπον παρεκάλει τῷ Φιλίππῳ καταλῦσαι ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ ἀναστάς ἠκολούθησεν αὐτόν, ὁ δὲ Ἴρεος ἐβάδιζεν ἔμπροσθεν χαίρων.
(12) Ἰδόντες δὲ τοῦτο οἱ ἄρχοντες καὶ τὸ πλῆθος ἐταράχθησαν ἅπαντες, καὶ ἔλεγον· Ἴδε πῶς ὁ μάγος ἀκολουθεῖ τῷ Ἰρέῳ· ἀλλὰ μὴ συγχωρήσωμεν. Καὶ ὡς ἔφθασεν ὁ Ἴρεος πρὸς τὸν πυλῶνα τῆς οἰκίας ἐβόησεν· Ἀνοίξατε τῷ ἀνθρώπῳ τοῦ θεοῦ. Καὶ ὁ θυρωρὸς ταχέως ἤνοιξεν, καὶ εἰσελθὼν ὁ Φίλιππος σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Ἔδραμεν δὲ ὁ Ἴρεος ὅπου ἡ γυνὴ αὐτοῦ ἦν ἐν τῷ κοιτῶνι αὐτῆς, καὶ εἶπεν αὐτῇ· Ἀνάστα, ἴδε τὴν χαρὰν ἡμῶν τῆν εἰσελθοῦσαν ἐν τῇ οἰκίᾳ ἡμῶν σήμερον· ἔκδυσαι δὲ ταῦτα τὰ ἱμάτια τὰ διάχρυσα, καὶ βάλε τὰ κοσμοῦντά σε
εἰς ἀφθαρσίαν. Ἣ δὲ μετὰ θυμοῦ εἶπεν αὐτῷ· Ἀπόστα ἀπ᾽ ἐμοῦ· οὐδὲ γὰρ οἱ ἐκ τῆς οἰκίας μου εἶδόν ποτε τὸ πρόσωπόν μου ἁπλῶς· καὶ πῶς ξένῳ ἀνθρώπῳ ὀφθήσομαι;