Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(5) Λέγει ὁ Ἴρεος· Πῶς οἶδας ὅτι ὑπὲρ σοῦ ἠγωνισάμην; Καὶ λέγει ὁ Φίλιππος· Οἶδα τέκνον, οἶδα τὰ παρ᾽ ἑκάστου εἰρημένα. Λέγει ὁ Ἴρεος· Γίνωσκε ἄνθρωπε τοῦ θεοῦ ὅτι ἦλθον εἰς συνάντησίν σου οὐκ ἔχων δόλον· μὴ οὖν ἀμελήσῃς μου, ὅτι ἡτοίμακα τὴν ψυχήν μου εἰς σωτηρίαν. Καὶ ὁ Φίλιππός φησι· Ὁ κύριος τελειώσει τὴν ἐπιθυμίαν σου· μόνον μὴ διστάσῃς πρὸς τὸν καταρτισμὸν οὗ ἕνεκεν πρὸς ἡμᾶς παρεγένου. Λέγει ὁ Ἴρεος· Ἐγὼ οὐκ ἐπιστρέφομαι πρὸς τὰ ὀπίσω ἐν ᾧ τὴν ἐλπίδα ἔχω. Λέγει ὁ Φίλιππος· Θέλημά ἐστι τοῦ θεοῦ δι᾽ ὃν καὶ ἦλθον ἵνα μὴ ἐκπέσωσιν οἱ πιστεύσαντες, ἀλλὰ ζήσωσιν ἐν τῷ Χριστῷ, καὶ λάβωσι τὰς ἐπαγγελίας τὰς ὑπ᾽ αὐτοῦ τεταγμένας εἰς σωτηρίαν.

(6) Λέγει οὖν ὁ Ἱρεὺς πρὸς τὸν Φίλιππον·  Δοῦλε τοῦ θεοῦ, εἰ εὗρον χάριν ἐνώπιόν σου, εἴσελθε εἰς τὴν οἰκίαν μου, εἰ ἄξιός εἰμι, κἀγὼ ποιήσω αὐτὴν συναγωγὴν χριστιανῶν. Εἶπεν δὲ ὁ Φίλιππος αὐτῷ· Ἄπελθε πρῶτον εἰς τὴν οἰκίαν σου, καὶ καθάρισον αὐτήν. Ὃ δὲ Καὶ πῶς φησι κύριε καθαρίσω αὐτήν; Λέγει ὁ Φίλιππος· Μηδεμίαν ἀδικίαν ἐάσῃς, καὶ τῇ γυναικί σου ἀπόταξαι. Ἀκούσας δὲ ὁ Ἴρεος ἔδραμεν, καὶ ἦν θαυμάζων ὁ Φίλιππος. καὶ ὁ Ἴρεος ἔλεγεν πρὸς ἑαυτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ· Γένοιτό μοι Ἰησοῦ κύριε καὶ ἕως θανάτου ὑπὲρ τοῦ σοῦ ἀποστόλου ἀγωνίσασθαι.

(7) Ὡς δὲ εἰσῆλθεν εἰς τὴν ἑαυτοῦ οἰκίαν, λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἤκουσα ἄνερ καλὲ ὅτι ἐσκόρπισας τὴν βουλὴν τῶν ἱερέων καὶ Ἰουδαίων περί τινος ξένου μάγου ὀνόματι Φιλίππου. Ὃ δὲ εἶπεν αὐτῇ· Εἴθε γύναι ἄξιοι ὑπήρχομεν τοῦ ποιῆσαι τὴν οἰκίαν ἡμῶν τοῦ θεοῦ αὐτοῦ κατοικητήριον. Λέγει αὐτῷ· Οὐ θέλω αὐτὸν εἰσελθεῖν εἰς τὴν οἰκίαν μου, ὅτι ὡς ἔμαθον χωρίζει ἄνδρας καὶ γυναῖκας· ἀπελεύσομαι δὲ εἰς τὴν οἰκίαν τῶν γονέων μου, καὶ οὐκ ἀφήσω τὴν προῖκά μου εἰς τὴν οἰκίαν σου. ἀποσπάσω δὲ καὶ τοὺς δούλους μου οὓς προήγαγόν σοι, καὶ τὰς ἅβρας μου, σὺν πᾶσι τοῖς τέκνοις αὐτῶν. ἰδοὺ χρόνους εἴκοσι τέσσαρας συνέζησά σοι καὶ οὐκ ἀντεῖπόν σοι μικρὸν ἢ μέγα ῥῆμα. τί δὲ καὶ τὰ τέκνα σου ποιήσεις ἐὰν εἰσάγῃς τὸν μάγον ἐκεῖνον ὧδε; πάντως γὰρ καὶ θόρυβος πολὺς ἔσται τῆς πόλεως ἐν τῇ οἰκίᾳ σου.

(8) Λέγει αὐτῇ ὁ Ἴρεος ἐν πρᾳότητι· Τί λυπῆσαι; μακροθύμησον μᾶλλον. πιστεύω γὰρ ὅτι καὶ σὺ αὐτὴ πιστεύσεις τῷ διὰ τοῦ ξένου κηρυττομένῳ θεῷ, ὅτι αὐτὸς κρείττων ἡμῖν ἐστιν ὑπὲρ τὸν μάταιον ἡμῖν πλοῦτον. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἀνάστηθι, φάγε καὶ πίε, καὶ γενοῦ εὐφραινόμενος· ἐμὲ γὰρ οὐ δύνασαι ἀπατῆσαι. Λέγει αὐτῇ· Καὶ ποῖον δίκαιον φαγεῖν με ἢ πιεῖν τοῦ ἀνθρώπου τοῦ θεοῦ πεινῶντος ἐν τῇ ἡμετέρᾳ πόλει; ὅνπερ ἐὰν ἴδῃς, πιστεύεις ὅτι ἅγιός ἐστι. κατάστειλον οὖν σεαυτὴν ἐκ τῆς ματαίας ἀπονοίας καὶ ἀπιστίας σου, ἵνα κἀγὼ ἀπαγγείλω σοι μέρος τι τῆς ἐν αὐτῷ ἐπιστήμης. γνῶθι οὖν ὦ γύναι ὅτι ἄνθρωπος

θεοῦ ἐστι, καὶ ὅτι χάρις πολλὴ ἐν προσώπῳ αὐτοῦ, πρᾳότης δὲ καὶ ἁπλότης ἐν αὐτῷ.