Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(1) Φίλιππος δὲ ὁ τοῦ Χριστοῦ ἀπόστολος πρὸ ὀφθαλμῶν θέμενος ἀνελθεῖν καὶ εἰς Νικάτηρα πόλιν οὕτω λεγομένην τῆς Ἑλλάδος, ἠκολούθησαν αὐτῷ πολλοὶ μαθηταί, καὶ ἦσαν ἀγαλλιώμενοι. βαδίζοντες οὖν σὺν αὐτῷ ἐθεώρουν τὴν χάριν τῆς ἀποκαλύψεως τοῦ Χριστοῦ· ἐν οἷς ἦν ὁ Φίλιππος ἡμέρας καὶ νυκτὸς μὴ διαλιμπάνων ὁμιλῶν μετ᾽ αὐτῶν καὶ διδάσκων αὐτοὺς τὰ μεγαλεῖα τοῦ Χριστοῦ καὶ τὴν σωτηρίαν καὶ τὴν πρᾳότητα καὶ τὴν ἐλπίδα τῆς αἰωνίου ζωῆς.
(2) Καὶ ἐν τῷ τὸν Φίλιππον ἀνιέναι ἐν τῇ πόλει σὺν τοῖς μετ᾽ αὐτοῦ, ἐκινήθη ἡ πόλις ὅλη, ὅτι ἦλθεν Φίλιππος ὁ μαθητὴς τοῦ Ἰησοῦ, καὶ ἐταράχθησαν λέγοντες· Τί ποιοῦμεν περὶ αὐτοῦ; ὅτι ἐὰν συγχωρήσωμεν αὐτῷ πᾶσα ἡ πόλις αὐτῷ ἀκολουθήσει· καὶ οὐ μικρὸν πρᾶγμα ἐὰν οὗτος ὧδε οἰκήσῃ, ὅτι ἠκούσαμεν αὐτὸν πολλὰ πεποιηκέναι σημεῖα εἰς τὰς ἄλλας πόλεις, καὶ οὐδεὶς ἠδυνήθη κακῶσαι αὐτόν. ἡ δὲ διδασκαλία αὐτοῦ ἐστι διαχωρίζουσα ἄνδρας καὶ γυναῖκας, λέγων ὅτι Ἡ
ἁγνεία φησὶν ὁμιλεῖ τῷ θεῷ. Καὶ διδάσκει πιστεύειν εἰς ὄνομά τινος Ἰησοῦ. νῦν οὖν, ἐπειδὴ οὔπω εὗρεν ἐν τῇ πόλει ἡμῶν οἴκησιν, ἐκβάλλωμεν αὐτὸν πρὶν κηρύξει, καὶ τὰς γυναῖκας ἡμῶν ὑπ᾽ αὐτοῦ ἀπατηθῆναι.(3) Ἦσαν δὲ καὶ Ἰουδαῖοι λέγοντες σκληρὰ ῥήματα κατὰ Φιλίππου, ὅτι ἦν παραλύων τὰς παραδόσεις αὐτῶν. ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν ἄρχων ὀνόματι Ἴρεος ἔφη· Ἀκούσατέ μού φησιν ὦ ἄνδρες φίλοι καὶ συμπολῖται· μὴ ἐπαναστῶμεν ἀνδρὶ ξένῳ ἐπ᾽ ἀδικίᾳ καὶ βίᾳ· ἀλλὰ ἀκούσωμεν καὶ δοκιμάσωμεν τὴν διδασκαλίαν αὐτοῦ, καὶ τότε τελέσωμεν τὰ λαλούμενα.
(4) Ἦν δὲ ὁ Ἴρεος πλούσιος ἐν αὐτοῖς· ἠρέμα δὲ βουλόμενος διασκορπίσαι τὴν βουλὴν αὐτῶν ταῦτα ἔλεγεν· ἦν γὰρ συνετὸς καὶ ἀγαθὸς καὶ μισῶν ἄδικα· διὸ οὐδεὶς ἐτόλμησεν ἀντ ειπεῖν αὐτῷ. ἀναχωρήσας δὲ ὁ Ἴρεος ἀπὸ τῆς συστροφῆς αὐτῶν ἀπῆλθεν πρὸς τὸν Φίλιππον, καὶ δέδωκεν αὐτὸν τὸ χαῖρε πρῶτος. καὶ ὁ Φίλιππος εἶπεν αὐτῷ· Κεχαριτωμένος σὺ ἐν εἰρήνῃ Χριστοῦ, ὅτι οὐκ ἔστι δόλος ἐν τῇ ψυχῇ σου. Καὶ εἶπεν ὁ Ἴρεος· Ἀκολουθήσω σοι, καὶ τί ἄρα ἔσται μοι; Καὶ ὁ Φίλιππος· Ὅτι ὅλως ἔθου ἐν τῇ καρδίᾳ σου ζητῆσαι τὴν ὄντως ζωήν, λέγω σοι· σωθήσῃ σὺ καὶ ἡ οἰκία σου καὶ πάντες οἱ σὺν σοί· καὶ καθὼς ἠγωνίσω σὺ ὑπὲρ ἐμοῦ ἐν τῷ ὄχλῳ, ὁ κύριος Ἰησοῦς δώσει σοι ἀνάπαυσιν ἐν τῇ ἐσχάτῃ σου πνοῇ.