Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(5) Ὃ δὲ ταχέως ἐπορεύθη εἰς τὰς ἀποθήκας, καὶ ἐζήτει τὸν ξένον, καὶ εὑρὼν τὸν Φίλιππον καθήμενον εἶπεν· Σὺ εἶ ὁ ξένος ὁ ἐπιδημήσας τῇ πόλει ταύτῃ ἰατρός; Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ἰησοῦς ἐστιν ὁ ἐμὸς ἰατρός, ὁ τῶν κρυπτῶν καὶ φανερῶν θεραπευτής· ἀπέρχομαι οὖν μετὰ σοῦ. Καὶ ἀναστὰς ὁ Φίλιππος εἰσῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ εὗρεν τὴν θυγατέρα αὐτοῦ κλαίουσαν πικρῶς.

(6) Καί φησιν ὁ πατὴρ αὐτῆς· Τί κλαίεις τέκνον; ἰδοὺ ἤγαγον τὸν ἰατρόν. Ἣ δὲ εἶπεν· Καλῶς ὦ πάτερ ὅτι σήμερον ἀνέπαυσας τὴν ψυχήν μου. Ὁ δὲ ἀπόστολος εἶπεν αὐτῇ· Μὴ φοβοῦ κόρη· τὰ φάρμακα τοῦ ἐμοῦ ἰατροῦ ἄρτι ἴασίν σοι παρέξουσιν. Καὶ ὡς ἤκουσεν ἡ κόρη, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ προσεκύνησεν αὐτῷ λέγουσα· Προσκυνῶ τὸν ἐν σοὶ ἰατρόν. ἰδοὺ ῥαίνω μου τὴν οἰκίαν ὕδατι καθαρῷ εἰς ἐπίβασιν τοῦ σοῦ ἰατροῦ, καὶ ἐκδυσαμένη μου τὰ βύσσινα ὑποστρώσω αὐτὰ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἄνθρωπε τοῦ ἀληθινοῦ θεοῦ βοήθησόν μοι· οἶδα γὰρ ὅτι δύνασαι. Καὶ λέγει τῷ πατρὶ αὐτῆς· Εἰσαγάγωμεν αὐτὸν ἐνδοτέρω, ἵνα ἴδῃ ὁ τοῦ θεοῦ ἄνθρωπος τὴν πληγὴν τὴν οὖσαν ἐν ὅλῳ τῷ προσώπῳ μου.

(7) Ὁ δὲ Φίλιππος ἰδὼν παρεμυθεῖτο αὐτήν τε καὶ τὸν πατέρα αὐτῆς, διδάσκων αὐτοὺς καὶ παραδιδοὺς τὰ περὶ τοῦ Ἰησοῦ, ὅτι Αὐτός ἐστι μόνος μονογενὴς ὁ τοῦ ἐπουρανίου

θεοῦ υἱός, ὅνπερ ἐὰν πιστεύσητε, ὅλους τους αἰῶνας ζήσεσθε. Καὶ λέγει Χαριτίνη τῷ ἀποστόλῳ· Παρακαλῶ οὖν σε δοῦλε τοῦ θεοῦ, θεράπευσόν μου τὴν ὀδύνην, καὶ τελεία ἔσομαί σοι δούλη. Λέγει αὐτῇ ὁ Φίλιππος· Ἀνάστα καὶ ἔνεγκαι τὴν δεξιάν σου χεῖρα διὰ τοῦ προσώπου σου λέγουσα· Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἰαθήτω ἡ πληγὴ τοῦ ὀφθαλμοῦ μου. Ἐποίησεν δὲ καθὼς εἶπεν αὐτῇ, καὶ παραχρῆμα ἰάθη ἐν αὐτῇ τῇ ὥρᾳ.

(8) Ἐπίστευσεν δὲ καὶ ὁ πατὴρ αὐτῆς καὶ ἡ θυγάτηρ αὐτοῦ, καὶ κατηξιώθησαν τῆς ἐν Χριστῷ σφραγῖδος. ἐγένετο δὲ χαρὰ μεγάλη ἐν τῷ οἴκῳ αὐτῶν· καὶ πολλοὶ δοῦλοι πολλαί τε παιδίσκαι καὶ παῖδες καὶ νήπια ἐπίστευσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἡ δὲ Χαριτίνη σχῆμα καὶ ἔνδυμα ποιήσασα ἀρρενικὸν ἠκολούθει τῷ Φιλίππῳ ἐν πίστει Χριστοῦ δοξάζουσα τὸν θεόν.