Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(1) Ὡς δὲ πολλὴ φήμη περιέδραμεν περὶ τοῦ ἀποστόλου Φιλίππου εἰς τὴν Ἄζωτον ἐπὶ τοῖς δι᾽ αὐτοῦ γινομένοις θαύμασι, πολλοὶ συνέτρεχον πρὸς αὐτόν, καὶ ἦσαν θεραπευόμενοι ἀπὸ τῶν νοσημάτων αὐτῶν. πολλὰ δὲ καὶ δαιμόνια φυγαδευόμενα ἀπὸ τῶν ἀνθρώπων ἐβόων ὥσπερ μαστιζόμενα καὶ ἔλεγον ὅτι Καὶ ὧδε πάρει Φίλιππε, ἐντεῦθεν φυγαδεῦσαι ἡμᾶς; ἴδε, ὁμολογοῦμεν ἡττᾶσθαι διὰ τὸ ὄνομα τοῦ Ἰησοῦ. Ὡς οὖν ἦσαν οἱ ὄχλοι ἀτενίζοντες εἰς αὐτόν, οἳ μὲν ἔλεγον· Ἀληθῶς θεοῦ ἄνθρωπος· Ἄλλοι δὲ ἔλεγον· Τάχα μάγος ἐστί. Τινὲς δὲ καὶ ἐξεμυκτήριζον τοὺς λόγους αὐτοῦ. αἱ δὲ γυναῖκες τῶν πρώτων ἔλεγον· Ἀληθῶς πνεῦμα ἅγιον ἐν αὐτῷ καὶ τὰ λαλούμενα παρ᾽ αὐτοῦ καλά. Ἄλλαι δὲ ἔλεγον ὅτι Μάγος καὶ σκολιὸς ἄνθρωπος οὗτος, ὅτι διαχωρίζει τὰς συμβιώσεις· διδάσκει γὰρ ὅτι ἡ ἁγνεία ὁρᾷ τὸν θεόν; καὶ τὴν τεκνογονίαν ὀδύνην εἶναι λέγει.

(2) Ὡς οὖν ταῦτα ἔλεγον, κατέλαβεν ἡ ἐσπέρα, καὶ πάντες ἐπορεύοντο εἰς τοὺς οἴκους αὐτῶν. ὁ οὖν Φίλιππος ἐζήτησεν οἶκον καταπαύσεως, καὶ μικρὸν ἀποστὰς τοῦ τόπου οὗ ἦν ἑστηκὼς ἦλθεν εἰς οἰκητήριον ἐν ᾧ ὑπῆρχον ἀποθῆκαι ὑπομνηματογράφου τινὸς Νικοκλείδους ὀνόματι, φίλου τοῦ βασιλέως, ἐν αἷς καὶ κατέλυον ξένοι πλείονες.

(3) Ὁ δὲ Φίλιππος εἰσελθὼν ἔστη ἐν μιᾷ γωνίᾳ τοῦ οἴκου εἰς προσευχήν, λέγων μετὰ μικρᾶς φωνῆς· Κύριέ μου Ἰησοῦ Χριστέ, γενηθήτω σου τὸ θέλημα καὶ ἐν τῷ τόπῳ τούτῳ, καὶ δώρησαι πᾶσι τοῖς πιστεύουσι τῷ σῷ ὀνόματι ῥῶσιν ψυχῆς καὶ ἴασιν σώματος· σὺ γὰρ γινώσκεις τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως ὡς ποιήσας αὐτήν.

(4) Ταῦτα δὲ λέγοντος τοῦ ἀποστόλου καὶ τούτων πλείονα Χαριτίνη ἡ θυγάτηρ τοῦ Νικοκλείδους, ἔχουσαν πληγὴν μεγάλην ἐν τῷ ὀφθαλμῷ αὐτῆς τῷ δεξιῷ, ἀκούουσα τοῦ ἀποστόλου, δι᾽ ὅλης τῆς νυκτὸς ἔκλαιεν· πρωίας δὲ γενομένης εἰσῆλθε πρὸς τὸν πατέρα αὐτῆς, καί φησι· Κύριέ μου καὶ γλυκύτατε πάτερ ἀτένισόν μοι καὶ πρόσσχες τῇ πληγῇ τοῦ ὀφθαλμοῦ μου πῶς ἐγὼ μυκτηρίζομαι, ὅτι αἱ συνήλικαί μου

ἐπιγελῶσί μου, καὶ αἰσχύνομαι· καὶ οὐ φέρω τας ἀλγηδόνας. Καὶ λέγει αὐτῇ ὁ πατὴρ αὐτῆς· Ὦ ἀγαπητὴ ψυχή μου, ποῖον λοιπὸν ἰατρῶν εἰσαγάγω σοι; μὴ οὐκ εἰσήγαγον Λεύκιον τὸν τοῦ βασιλέως, καὶ ὅλου τοῦ παλατίου τοὺς ἰατρούς, ἀλλὰ καὶ Ἠλείδην τὸν τῆς βασιλίσσης εὐνοῦχον, καὶ τὴν Σολγίαν τὴν πρὸς χεῖρα τῆς βασιλίσσης, ἔχουσαν φάρμακα καὶ πᾶσαν θεραπείαν, καὶ οὐδεὶς ἠδυνήθη ἰάσασθαί σε; Ἣ δὲ εἶπεν· Οἶδα πάτερ, οἶδα ὅτι κέκμηκας σὺν ἐμοί· ὅπερ δὲ νῦν ἀξιῶ ποίησόν μοι. ἰδοὺ ἤκουσα ἐν τῇ νυκτὶ ταύτῃ ἰατροῦ τινος ξένου φωνὴν καὶ κηρύττοντος ξένα φάρμακα ἐν ταῖς ἀποθήκαις ταῖς σαῖς· ἐκεῖνος μόνος δύναταί με ἰάσασθαι. καὶ γὰρ ὡς ἤμην ἀκροωμένη αὐτοῦ ἄνεσιν πολλὴν τῶν πόνων ἐλάμβανον. διὸ παρακαλῶ πάτερ καὶ δέομαι, κάλεσόν μοι ἐκεῖνον · καὶ οἶδα ὅτι ἰαθήσομαι.