Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(4) Ἦλθεν οὖν τότε ὁ Φίλιππος κατὰ θάλασσαν ὅροις τῶν Κανδάκων, καὶ εὗρεν ἐκεῖ πλοῖον μέλλον ἀπαίρειν εἰς Ἄζωτον, καὶ εἶπε τοῖς ναύταις· Δέξασθέ με ὦ ναυτικοὶ καὶ · ἀπαγάγετε εἰς Ἄζωτον. Καὶ συνέθετο δοῦναι αὐτοῖς τέσσαρας

στατῆρας τὸ ναῦλον, καὶ ἀνέβη μετ᾽ αὐτῶν. ἐμείναμεν δὲ πλέονες ἄχρι σταδίων τετρακοσίων, καὶ ἐπεισῆλθεν ἄνεμος ἰσχυρός, ὥστε καὶ τὸ πλοῖον κινδυνεύειν· οἱ δὲ ναῦται εἰς πολλὴν ἀδημονίαν ἦλθον μὴ εἰδότες τί πράξουσι, καὶ ἤρξαντο ἐκβολὴν τῶν σκευῶν ποιεῖν, καὶ ἀλλήλοις ἀσπαζόμενοι ἀπεδύροντο.

(5) Ἰδὼν οὖν ὁ ἀπόστολος τοῦ Χριστοῦ τὴν θλῖψιν αὐτῶν, ἀναστὰς ἀπὸ τοῦ τόπου οὗ ἦν ἡσυχάζων, εἶπεν· Μὴ φοβεῖσθε ὦ ἄνδρες· ἀποβολὴ γὰρ ἐξ ἡμῶν οὐδεμία ἔσται, ἀλλ᾽ οὐδὲ τοῦ πλοίου· Καὶ ἀπελθὼν ἔστη ἐπὶ τὰ πρῷρα, καὶ ἐβόησεν εἰς ἐπήκοον πάντων· Θάλασσα, θάλασσα, κελεύει σοι Ἰησοῦς ὁ Χριστὸς δι᾽ ἐμοῦ τοῦ δούλου αὐτοῦ, ὁ ἐπὶ τῶν σῶν ὑδάτων περιπατήσας, καταστεῖλαί σου τὸν θυμὸν τῆς ἀτάκτου φορᾶς. Καὶ εὐθέως σὺν τῷ λόγῳ Φιλίππου ἐν πολλῇ γαλήνῃ ἐγένοντο αὐτῆς τὰ κύματα. ἰδόντες δὲ οἱ ναῦται τὸ γεγονὸς ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ λέγοντες· Εὐχαριστοῦμέν σοι δοῦλε θεοῦ· διὰ σοῦ γὰρ ἡμῖν ἡ ζωὴ κεχάρισται· εἰπὲ οὖν ἡμῖν τί ἡμᾶς ποιῆσαι δεῖ ἵνα γενώμεθα δοῦλοι τοῦ Ἰησοῦ τοῦ ὑπὸ σοῦ κηρυττομένου.

(6) Ὁ δὲ ἀπόστολος ἤρξατο αὐτοὺς ἀπὸ τῶν γραφῶν διδάσκειν τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ λέγειν· Ἐὰν δέξησθε τὸν δυνάμενον σῴζειν τὸ ἀσθενές, σωθήσεσθε, καὶ ἐὰν δέξησθε τὸν ἐν οὐρανοῖς πλούσιον, πλουτίσει ἡμᾶς· καταλείψατε οὖν τὸ ἀηδὲς τοῦ κόσμου τούτου, καὶ τὴν μέριμναν τῆς ζωῆς ἐπιρρίψατε εἰς τὸν ἐν οὐρανοῖς εὐεργέτην, ἵνα αἰωνίας τρυφῆς ἀπολαύσητε.

(7) Οἳ δὲ πάλιν ἀπεκρίνοντο ὁμοθυμαδὸν λέγοντες· Πάντα ὅσα ἂν εἴπῃς ἡμῖν ποιοῦμεν, καὶ πιστεύομεν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τότε λαβόμενος ὁ Φίλιππος ἅπαντας καὶ ἐξελθὼν ἐπὶ τῆς ξηρᾶς ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἐμεγαλύνοντο τῇ πίστει.