Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(24) Οἱ δὲ ὄχλοι ταῦτα θεασάμενοι ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ ἐλέγξας τὴν ἀπιστίαν τοὺ ἀρχιερέως καὶ τὸν δαίμονα τοῦ νεανίσκου ἀπελάσας καὶ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Οἱ δὲ πεντακόσιοι ἰδόντες τὸν ἀρχιερέα βυθισθέντα εἰς τὴν ἄβυσσον καὶ τὰ ἄλλα θαυμάσια ἐδεήθησαν τοῦ Φιλίππου, καὶ ἔδωκεν αὐτοῖς τὴν ἐν Χριστῷ σφραγῖδα. Ἐπέμεινεν δὲ ὁ Φίλιππος εἰς τὰς Ἀθήνας ἔτη δύο, καὶ κατασκευάσας ἐκκλησίαν κατέστησεν ἐπίσκοπον καὶ πρεσβύτερον,
καὶ οὕτως ἀπῆλθεν κατὰ τὴν Παρθίαν εὐαγγελιζόμενος τὸν Χριστόν.(1) Ἡνίκα δὲ Φίλιππος ὁ τοῦ Χριστοῦ ἀπόστολος κατῆλθεν εἰς τὴν ἀρχὴν τῆς Παρθίας, καὶ ἰδοὺ εὗρεν ἔν τινι πόλει τὸν τοῦ Χριστοῦ ἀπόστολον Πέτρον μετὰ καὶ ἑτέρων τῶν σὺν αὐτῷ μαθητῶν καὶ γυναικῶν τινων αἵτινες ἐμιμήσαντο τὴν πίστιν τὴν ἀρρενικήν. καὶ εἶπεν Φίλιππος τῷ Πέτρῳ καὶ τοῖς σὺν αὐτῷ· Δέομαι ὑμῶν τῶν εἰληφότων τὸν στέφανον τοῦ Χριστοῦ ἐν τῇ ἀποστολικῇ τάξει, ἐνδυναμώσατε κἀμέ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι καὶ συναριθμηθῶ ἐν τῇ δόξῃ ὑμῶν ἐν τοῖς οὐρανοῖς. ὑμεῖς ἐφανερώσατε τὴν ἑαυτῶν σπουδὴν κατὰ τὴν δύναμιν ὑμῶν· εὔξασθε οὖν καὶ νῦν ὑπὲρ ἐμοῦ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι, ὅπως συναριθμηθῶ ἐν τοῖς τετελεκόσι τὴν ἑαυτῶν δύναμιν.
(2) Ταῦτα δὲ τοῦ Φιλίππου εἰπόντος ἔκλιναν τὰ γόνατα ὑπὲρ αὐτοῦ πρὸς τὸν κύριον, ὥστε χαρῆναι πάντας ἐπ᾽ αὐτῷ, ὅτι οὕτως ἐζήτησεν ὁ Φίλιππος τελειῶσαι τὴν ἀποστολὴν αὐτοῦ καὶ τὴν διακονίαν.
(3) Ἦν δὲ ἐκεῖ καὶ ὁ μακάριος Ἰωάννης, καὶ λέγει τῷ Φιλίππῳ· Ἀδελφέ μου καὶ συναπόστολε, εἰ καὶ μακρὰν ἔχεις τὴν ἀποδημίαν, γνώριζε ὅτι καὶ ὁ ἀδελφὸς Ἀνδρέας ἐπορεύθη εἰς τὴν Ἀχαίαν καὶ ὅλην τὴν Θρᾴκην, καὶ ὁ Θωμᾶς εἰς τὴν Ἰνδικὴν καὶ εἰς τοὺς σαρκοφάγους παλαμναίους, καὶ ὁ Ματθαῖος εἰς τοὺς τρωγλοδύτας καὶ ἀνηλεεῖς· ἡ γὰρ φύσις αὐτῶν ἐστιν ἠγριωμένη· καὶ ὁ κύριος ἐστι μετ᾽ αὐτῶν. καὶ σὺ οὖν Φίλιππε μὴ ῥᾳθυμήσῃς· Ἰησοῦς γὰρ μετὰ σοῦ ἐστιν. Καὶ ἐπευξάμενοι αὐτὸν καὶ ἀσπασάμενοι ἀπέλυσαν εἰς τὸ κήρυγμα.
(4) Ἦλθεν οὖν τότε ὁ Φίλιππος κατὰ θάλασσαν ὅροις τῶν Κανδάκων, καὶ εὗρεν ἐκεῖ πλοῖον μέλλον ἀπαίρειν εἰς Ἄζωτον, καὶ εἶπε τοῖς ναύταις· Δέξασθέ με ὦ ναυτικοὶ καὶ · ἀπαγάγετε εἰς Ἄζωτον. Καὶ συνέθετο δοῦναι αὐτοῖς τέσσαρας
στατῆρας τὸ ναῦλον, καὶ ἀνέβη μετ᾽ αὐτῶν. ἐμείναμεν δὲ πλέονες ἄχρι σταδίων τετρακοσίων, καὶ ἐπεισῆλθεν ἄνεμος ἰσχυρός, ὥστε καὶ τὸ πλοῖον κινδυνεύειν· οἱ δὲ ναῦται εἰς πολλὴν ἀδημονίαν ἦλθον μὴ εἰδότες τί πράξουσι, καὶ ἤρξαντο ἐκβολὴν τῶν σκευῶν ποιεῖν, καὶ ἀλλήλοις ἀσπαζόμενοι ἀπεδύροντο.(5) Ἰδὼν οὖν ὁ ἀπόστολος τοῦ Χριστοῦ τὴν θλῖψιν αὐτῶν, ἀναστὰς ἀπὸ τοῦ τόπου οὗ ἦν ἡσυχάζων, εἶπεν· Μὴ φοβεῖσθε ὦ ἄνδρες· ἀποβολὴ γὰρ ἐξ ἡμῶν οὐδεμία ἔσται, ἀλλ᾽ οὐδὲ τοῦ πλοίου· Καὶ ἀπελθὼν ἔστη ἐπὶ τὰ πρῷρα, καὶ ἐβόησεν εἰς ἐπήκοον πάντων· Θάλασσα, θάλασσα, κελεύει σοι Ἰησοῦς ὁ Χριστὸς δι᾽ ἐμοῦ τοῦ δούλου αὐτοῦ, ὁ ἐπὶ τῶν σῶν ὑδάτων περιπατήσας, καταστεῖλαί σου τὸν θυμὸν τῆς ἀτάκτου φορᾶς. Καὶ εὐθέως σὺν τῷ λόγῳ Φιλίππου ἐν πολλῇ γαλήνῃ ἐγένοντο αὐτῆς τὰ κύματα. ἰδόντες δὲ οἱ ναῦται τὸ γεγονὸς ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ λέγοντες· Εὐχαριστοῦμέν σοι δοῦλε θεοῦ· διὰ σοῦ γὰρ ἡμῖν ἡ ζωὴ κεχάρισται· εἰπὲ οὖν ἡμῖν τί ἡμᾶς ποιῆσαι δεῖ ἵνα γενώμεθα δοῦλοι τοῦ Ἰησοῦ τοῦ ὑπὸ σοῦ κηρυττομένου.
(6) Ὁ δὲ ἀπόστολος ἤρξατο αὐτοὺς ἀπὸ τῶν γραφῶν διδάσκειν τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ λέγειν· Ἐὰν δέξησθε τὸν δυνάμενον σῴζειν τὸ ἀσθενές, σωθήσεσθε, καὶ ἐὰν δέξησθε τὸν ἐν οὐρανοῖς πλούσιον, πλουτίσει ἡμᾶς· καταλείψατε οὖν τὸ ἀηδὲς τοῦ κόσμου τούτου, καὶ τὴν μέριμναν τῆς ζωῆς ἐπιρρίψατε εἰς τὸν ἐν οὐρανοῖς εὐεργέτην, ἵνα αἰωνίας τρυφῆς ἀπολαύσητε.
(7) Οἳ δὲ πάλιν ἀπεκρίνοντο ὁμοθυμαδὸν λέγοντες· Πάντα ὅσα ἂν εἴπῃς ἡμῖν ποιοῦμεν, καὶ πιστεύομεν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τότε λαβόμενος ὁ Φίλιππος ἅπαντας καὶ ἐξελθὼν ἐπὶ τῆς ξηρᾶς ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἐμεγαλύνοντο τῇ πίστει.