Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(16) Ἀνερχομένου δὲ τοῦ Ἰησοῦ εἰς τὸν οὐρανὸν ἐγένετο σεισμὸς μέγας σφόδρα, ὥστε σχισθῆναι τὸν τόπον ἐφ᾽ ὃν εἱστήκεισαν· καὶ δραμόντες οἱ ὄχλοι ἔκειντο πρὸς τοὺς πόδας τοῦ ἀποστόλου κράζοντες· Ἐλέησον ἡμᾶς ὦ θεοῦ ἄνθρωπε. Ὁμοίως καὶ οἱ πεντακόσιοι ἄνδρες ἔκραξαν καὶ αὐτοὶ πάλιν· Ἐλέησον ἡμᾶς ὦ Φίλιππε, ἵνα σὲ ἴδωμεν καὶ διὰ σοῦ τὸν φωστῆρα τῆς ζωῆς Ἰησοῦν· ὅτι ἐλέγομεν τούτῳ τῷ ἀπίστῳ ἀρχιερεῖ ὅτι Ἄνθρωποι ἁμαρτωλοὶ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα.
(17) Τότε λέγει ὁ Φίλιππος· Οὐκ ἔστιν φθόνος ἐν ἡμῖν, ἀλλ᾽ ἡ τοῦ Χριστοῦ χάρις ἀναβλέψαι ὑμᾶς ποιήσει · πρότερον δὲ ὑμῶν τὸν ἀρχιερέα ἀναβλέψαι ποιήσω, ὅπως ἐπὶ τούτῳ πλέον ὑμεῖς πιστεύσητε. Καὶ φωνὴ ἐξ οὐρανοῦ ἠνέχθη τῷ Φιλίππῳ· Φίλιππε υἱὲ ποτὲ βροντῆς, νῦν δὲ πρᾳότητος, εἴ τι ἂν αἰτήσῃ τὸν πατέρα μου, ποιήσει σοι. Καὶ πᾶς ὁ
ὄχλος ἔκθαμβος ἦν ἐπὶ τῇ φωνῇ· τὸ γὰρ ἦχος αὐτῆς μεῖζον βροντῆς ἐγένετο. Τότε λέγει ὁ Φίλιππος τῷ ἀρχιερεῖ· Ἐν τῷ ὀνόματι τῆς δυνάμεως τῆς φωνῆς τοῦ κυρίου μου Ἰησοῦ ἀνάβλεψον Ἀνανία. Καὶ εὐθέως ἀνέβλεψεν, καὶ περιβλεψάμενος εἶπεν· Ὤ φησιν τί ἐστιν τὸ τῆς μαγείας τοῦ Ἰησοῦ; ὅτι οὗτος ὁ Φίλιππος ἐν ὀλίγῳ με ἐτύφλωσεν, καὶ πάλιν ἐν ὀλίγῳ ἀναβλέψαι με ἐποίησεν. Τί οὖν; ἔφη ὁ Φίλιππος, πιστεύεις εἰς τὸν Ἰησοῦν; Λέγει ὁ ἀρχιερεύς· Μὴ γὰρ δύνασαί με μαγεῦσαι καὶ πεῖσαι; Οἱ δὲ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ, ἀκούσαντες ὅτι ὁ ἀρχιερεὺς αὐτῶν ἀναβλέψας ἔτι ἀπιστεῖ, ἔλεγον τοῖς παρεστῶσιν δεηθῆναι τοῦ Φιλίππου ὅπως αὐτοὺς ἀναβλέψαι ποιήσῃ, Ἵνα τὸν ἄπιστον ἀρχιερέα τοῦτον ἀνέλωμεν.(18) Εἶπεν δὲ ὁ Φίλιππος· Μὴ κακοῖς ἀμύνεσθε. Καὶ λέγει τῷ ἀρχιερεῖ· Σημεῖον ἐπὶ σοὶ ἔσται τι μέγα. Λέγει πρὸς τὸν Φίλιππον· Οἶδα ὅτι φαρμακὸς εἶ καὶ τοῦ Ἰησοῦ μαθητής· οὐ μαγεύεις με. Ὁ δὲ ἀπόστολος εἶπεν πρὸς τὸν Ἰησοῦν· Ζαβαρθάν, σαβαθαβάτ, βραμανούχ, ταχὺ ἐλθέ. Καὶ εὐθὺς ἡ γῆ ἐσχίσθη κατὰ τὸ μέρος τοῦ Ἀνανίου καὶ κάτεπιεν αὐτὸν μέχρι γονάτων. Καὶ ἔκραξεν Ἀνανίας· ῍Ω μεγάλη τῆς ἀληθοῦς μαγγανείας, ὅτι τὴν γῆν ἔσχισεν, ἀπειλήσαντος αὐτὴν ἑβραϊστί τε ἐνορκισαμένου τοῦ Φιλίππου, καὶ συνέχει με μέχρι γονάτων, καὶ ἐκ τῶν πτερνῶν εἰς τὰ κάτω τινὲς ὥσπερ ὄγκινοι καθέλκουσίν με, ἵνα πιστεύσω τῷ Φιλίππῳ.
ἀλλ᾽ οὐ δύναταί με πεῖσαι· ἀπὸ γὰρ τῆς Ἰερουσαλὴμ ἐγὼ ἐπίσταμαι τὰς μαγείας αὐτοῦ.(19) Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ὦ γῆ σύσφιγξον αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ. Καὶ εὐθὺς κατεσύρη. καὶ ἔλεγεν· Ὁ μὲν εἷς μου ποὺς κάτωθεν κρυσταλλοῦται, ὁ δὲ ἕτερος δεινῶς ἐκθερμαίνεται· ἀλλ᾽ ὑπὸ τῆς μαγείας σου Φίλιππε οὐ νικηθήσομαι. πλὴν οὖν ὅτι κακῶς κάτωθεν βασανίζομαι, ὅλως δὲ οὐ πιστεύω. Οἱ δὲ ὄχλοι ἠθέλησαν αὐτὸν λιθάσαι. ὁ δὲ Φίλιππος Μὴ οὗτως φησίν. τοῦτο γὰρ τέως γέγονεν, καταποθῆναι αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ, ἵνα σωτηρία γένηται τῶν ψυχῶν ὑμῶν, ὅτι παρ᾽ ὀλίγον ἔμελλεν ἕλκειν ὑμᾶς ἐν τοῖς κακοῖς αὐτοῦ λόγοις πρὸς ἀπιστίαν. ἀλλ᾽ εἰ καὶ αὐτὸς μετενόησεν, ἀναγάγω αὐτὸν ἐκ τῆς γῆς πρὸς σωτηρίαν τῆς ψυχῆς αὐτοῦ· ἀλλὰ τάχα οὐκ ἔστιν ἄξιος σωτηρίας. ἐὰν οὖν ἐπιμείνῃ τῇ ἀπιστίᾳ, βλέψετε αὐτὸν βυθισθέντα κάτω εἰς τὴν ἄβυσσον· εἰ μὴ κύριος μέλλει τοὺς ἐν τῷ ᾅδῃ ἐγείρειν, ἵνα ὁμολογήσωσιν ὅτι κύριος Ἰησοῦς. ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς, καὶ ὅτι μία δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.
(20) Καὶ εἰπὼν ταῦτα ὁ Φίλιππος διεπέτασεν τὴν δεξιὰν αὐτοῦ χεῖρα σκεπάσας δι᾽ ἀέρος ἐπάνω τῶν πεντακοσίων ἀνδρῶν ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. καὶ ἀνεῴχθησαν αὐτῶν
οἱ ὀφθαλμοί, καὶ ὕμνησαν τὸν θεὸν πάντες ἐν ἐνὶ στὀματι λέγοντες· Εὐλογοῦμέν σε Χριστὲ Ἰησοῦ τὸν θεὸν τοῦ Φιλίππου ὅτι ἐδίωξας ἀφ᾽ ἡμῶν τὴν πήρωσιν καὶ ἔδωκας ἡμῖν τὸ σὸν φῶς τὸ εὐαγγέλιον. Ὁ δὲ Φίλιππος κατ᾽ ὀλίγον ἦν ἀγαλλιώμενος τοῖς ῥήμασιν αὐτῶν, ὅτι οὕτως ἐστηρίζοντο τῇ πίστει. μετὰ δὲ ταῦτα στραφεὶς ὁ Φίλιππος πρὸς τὸν ἀρχιερέα εἶπεν· Ὁμολόγησον καὶ σὺ ἐν καθαρᾷ καρδίᾳ ὅτι κύριος Ἰησοῦς ἐστιν, ἵνα σωθῇς ὡς οὗτοι οἱ μετὰ σοῦ. Ὁ δὲ ἀρχιερεὺς ἦν καταγελῶν τοῦ Φιλίππου καὶ ἐπιμένων τῇ ἀπιστίᾳ.(21) Ἰδὼν οὖν ὁ Φίλιππος ὅτι ἐπιμένει τῇ ἀπιστίᾳ βλέψας εἰς αὐτὸν λέγει τῇ γῆ· Ἄνοιξόν σου τὸ στόμα καὶ κατάπιε αὐτὸν μέχρι τοῦ τραχήλου αὐτοῦ ἐνώπιον τῶν πιστευσάντων εἰς τὸν Χριστὸν Ἰησοῦν. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς ἐδέξατο αὐτὸν ἕως τραχήλου. ὡς δὲ οἱ ὄχλοι ἦσαν ὁμιλοῦντες ἀλλήλοις διὰ τὰ γεγονότα θαυμάσια,
(22) ἦλθέν τις πρῶτος τῆς πόλεως βοῶν καὶ λέγων· Ὦ μακάριε ἀπόστολε, τῷ υἱῷ μου δαίμων τις ἐπέστη, καὶ ἔκραζεν λέγων πρός με· Ἐπειδὴ ἀφῆκας ξένον ἄνθρωπον εἰσελθεῖν εἰς τὴν πόλιν ἡμῶν σὺ ὢν πρῶτος, ὃς κατέλυσεν τὰς λατρείας ἡμῶν καὶ τὰς θυσίας ἡμῶν, τί σοι ποιήσω εἰ μὴ τοῦτον ἀνελῶ τὸν μονογενῆ σου υἱόν; Καὶ μετὰ τὸ εἰπεῖν αὐτὸν ταῦτα ἀπέπνιξεν τὸν υἱόν μου. νῦν οὖν, παρακαλῶ σε ἀπόστολε τοῦ Χριστοῦ, μὴ ἐάσῃς τὴν χαράν μου στραφῆναι εἰς πένθος, ὅτι κἀγὼ ἐπίστευσα τοῖς σοῖς λόγοις.
(23) Ἀκούσας δὲ ὁ ἀπόστολος ταῦτα εἶπεν· Θαυμάζω τὴν ἐνέργειαν τῶν δαιμόνων, ὅτι ἐνεργεῖ ἐν παντὶ τόπῳ, τολμᾷ δὲ εἰς οὓς οὐκ ἔχει δύναμιν ἐπιβαίνειν, ὡς νῦν ἐπείρασαν
ὑμᾶς θέλοντες σκανδαλίσαι. Καὶ λέγει τῷ ἀνθρώπῳ· Ἔνεγκέ μοι τὸν υἱόν σου, κἀγὼ αὐτὸν δώσω σοι ζῶντα διὰ τὸν Χριστόν μου. Καὶ ἔδραμεν χαίρων τοῦ ἐνέγκαι τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἤγγισεν τῇ οἰκίᾳ αὐτοῦ, ἔκραξεν λέγων· Υἱέ μου βλέπεις; ἦλθον ἐπὶ σέ, ἀπενέγκαι σε πρὸς τὸν ἀπόστολον, ὅστις σε ζῶντα παρέξει μοι. Καὶ ἐκέλευσεν τοῖς ἑαυτοῦ δούλοις βαστάξαι τὴν κλίνην· ἦν δὲ ὁ παῖς ἐτῶν κγ´ . ὅτε δὲ εἶδεν αὐτὸν ὁ Φίλιππος, συνεχύθη, καὶ στραφεὶς πρὸς τὸν ἀρχιερέα λέγει αὐτόν· Τοῦτο γέγονεν τῇ σῇ ἀφροσύνῃ· ἐὰν οὖν ἀναστήσω αὐτόν, πιστεύσεις λοιπόν; Ὃ δὲ λέγει· Οἶδα τὰς μαγείας ὑμῶν ὅτι ἀναστήσεις αὐτόν· ἐγὼ δὲ οὐ πιστεύσω σοι. Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Κατάθεμα· ἄπελθε λοιπὸν κάτω ὅλος εἰς τὴν ἄβυσσον ἐνώπιον τούτων ἀπάντων. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ κατῆλθεν εἰς τὸν ᾅδην ζῶν· πλὴν τὸ ἀρχιερατικὸν ἔνδυμα ἐξεπετάσθη ἀπ᾽ αὐτοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδεὶς ἔγνω τί ἐγένετο τὸ ἔνδυμα τὸ ἱερατικόν. καὶ ἐπιστραφεὶς ὁ ἀπόστολος ἐπηύξατο τῷ παιδί, καὶ ἀπελάσας ἀπ᾽ αὐτοῦ τὸν δαίμονα ἀνέστησεν αὐτὸν καὶ παρέστησεν αὐτὸν τῷ πατρὶ ζῶντα.