Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(1) Ὡς δὲ πολλὴ φήμη περιέδραμεν περὶ τοῦ ἀποστόλου Φιλίππου εἰς τὴν Ἄζωτον ἐπὶ τοῖς δι᾽ αὐτοῦ γινομένοις θαύμασι, πολλοὶ συνέτρεχον πρὸς αὐτόν, καὶ ἦσαν θεραπευόμενοι ἀπὸ τῶν νοσημάτων αὐτῶν. πολλὰ δὲ καὶ δαιμόνια φυγαδευόμενα ἀπὸ τῶν ἀνθρώπων ἐβόων ὥσπερ μαστιζόμενα καὶ ἔλεγον ὅτι Καὶ ὧδε πάρει Φίλιππε, ἐντεῦθεν φυγαδεῦσαι ἡμᾶς; ἴδε, ὁμολογοῦμεν ἡττᾶσθαι διὰ τὸ ὄνομα τοῦ Ἰησοῦ. Ὡς οὖν ἦσαν οἱ ὄχλοι ἀτενίζοντες εἰς αὐτόν, οἳ μὲν ἔλεγον· Ἀληθῶς θεοῦ ἄνθρωπος· Ἄλλοι δὲ ἔλεγον· Τάχα μάγος ἐστί. Τινὲς δὲ καὶ ἐξεμυκτήριζον τοὺς λόγους αὐτοῦ. αἱ δὲ γυναῖκες τῶν πρώτων ἔλεγον· Ἀληθῶς πνεῦμα ἅγιον ἐν αὐτῷ καὶ τὰ λαλούμενα παρ᾽ αὐτοῦ καλά. Ἄλλαι δὲ ἔλεγον ὅτι Μάγος καὶ σκολιὸς ἄνθρωπος οὗτος, ὅτι διαχωρίζει τὰς συμβιώσεις· διδάσκει γὰρ ὅτι ἡ ἁγνεία ὁρᾷ τὸν θεόν; καὶ τὴν τεκνογονίαν ὀδύνην εἶναι λέγει.
(2) Ὡς οὖν ταῦτα ἔλεγον, κατέλαβεν ἡ ἐσπέρα, καὶ πάντες ἐπορεύοντο εἰς τοὺς οἴκους αὐτῶν. ὁ οὖν Φίλιππος ἐζήτησεν οἶκον καταπαύσεως, καὶ μικρὸν ἀποστὰς τοῦ τόπου οὗ ἦν ἑστηκὼς ἦλθεν εἰς οἰκητήριον ἐν ᾧ ὑπῆρχον ἀποθῆκαι ὑπομνηματογράφου τινὸς Νικοκλείδους ὀνόματι, φίλου τοῦ βασιλέως, ἐν αἷς καὶ κατέλυον ξένοι πλείονες.
(3) Ὁ δὲ Φίλιππος εἰσελθὼν ἔστη ἐν μιᾷ γωνίᾳ τοῦ οἴκου εἰς προσευχήν, λέγων μετὰ μικρᾶς φωνῆς· Κύριέ μου Ἰησοῦ Χριστέ, γενηθήτω σου τὸ θέλημα καὶ ἐν τῷ τόπῳ τούτῳ, καὶ δώρησαι πᾶσι τοῖς πιστεύουσι τῷ σῷ ὀνόματι ῥῶσιν ψυχῆς καὶ ἴασιν σώματος· σὺ γὰρ γινώσκεις τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως ὡς ποιήσας αὐτήν.
(4) Ταῦτα δὲ λέγοντος τοῦ ἀποστόλου καὶ τούτων πλείονα Χαριτίνη ἡ θυγάτηρ τοῦ Νικοκλείδους, ἔχουσαν πληγὴν μεγάλην ἐν τῷ ὀφθαλμῷ αὐτῆς τῷ δεξιῷ, ἀκούουσα τοῦ ἀποστόλου, δι᾽ ὅλης τῆς νυκτὸς ἔκλαιεν· πρωίας δὲ γενομένης εἰσῆλθε πρὸς τὸν πατέρα αὐτῆς, καί φησι· Κύριέ μου καὶ γλυκύτατε πάτερ ἀτένισόν μοι καὶ πρόσσχες τῇ πληγῇ τοῦ ὀφθαλμοῦ μου πῶς ἐγὼ μυκτηρίζομαι, ὅτι αἱ συνήλικαί μου
ἐπιγελῶσί μου, καὶ αἰσχύνομαι· καὶ οὐ φέρω τας ἀλγηδόνας. Καὶ λέγει αὐτῇ ὁ πατὴρ αὐτῆς· Ὦ ἀγαπητὴ ψυχή μου, ποῖον λοιπὸν ἰατρῶν εἰσαγάγω σοι; μὴ οὐκ εἰσήγαγον Λεύκιον τὸν τοῦ βασιλέως, καὶ ὅλου τοῦ παλατίου τοὺς ἰατρούς, ἀλλὰ καὶ Ἠλείδην τὸν τῆς βασιλίσσης εὐνοῦχον, καὶ τὴν Σολγίαν τὴν πρὸς χεῖρα τῆς βασιλίσσης, ἔχουσαν φάρμακα καὶ πᾶσαν θεραπείαν, καὶ οὐδεὶς ἠδυνήθη ἰάσασθαί σε; Ἣ δὲ εἶπεν· Οἶδα πάτερ, οἶδα ὅτι κέκμηκας σὺν ἐμοί· ὅπερ δὲ νῦν ἀξιῶ ποίησόν μοι. ἰδοὺ ἤκουσα ἐν τῇ νυκτὶ ταύτῃ ἰατροῦ τινος ξένου φωνὴν καὶ κηρύττοντος ξένα φάρμακα ἐν ταῖς ἀποθήκαις ταῖς σαῖς· ἐκεῖνος μόνος δύναταί με ἰάσασθαι. καὶ γὰρ ὡς ἤμην ἀκροωμένη αὐτοῦ ἄνεσιν πολλὴν τῶν πόνων ἐλάμβανον. διὸ παρακαλῶ πάτερ καὶ δέομαι, κάλεσόν μοι ἐκεῖνον · καὶ οἶδα ὅτι ἰαθήσομαι.(5) Ὃ δὲ ταχέως ἐπορεύθη εἰς τὰς ἀποθήκας, καὶ ἐζήτει τὸν ξένον, καὶ εὑρὼν τὸν Φίλιππον καθήμενον εἶπεν· Σὺ εἶ ὁ ξένος ὁ ἐπιδημήσας τῇ πόλει ταύτῃ ἰατρός; Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ἰησοῦς ἐστιν ὁ ἐμὸς ἰατρός, ὁ τῶν κρυπτῶν καὶ φανερῶν θεραπευτής· ἀπέρχομαι οὖν μετὰ σοῦ. Καὶ ἀναστὰς ὁ Φίλιππος εἰσῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ εὗρεν τὴν θυγατέρα αὐτοῦ κλαίουσαν πικρῶς.
(6) Καί φησιν ὁ πατὴρ αὐτῆς· Τί κλαίεις τέκνον; ἰδοὺ ἤγαγον τὸν ἰατρόν. Ἣ δὲ εἶπεν· Καλῶς ὦ πάτερ ὅτι σήμερον ἀνέπαυσας τὴν ψυχήν μου. Ὁ δὲ ἀπόστολος εἶπεν αὐτῇ· Μὴ φοβοῦ κόρη· τὰ φάρμακα τοῦ ἐμοῦ ἰατροῦ ἄρτι ἴασίν σοι παρέξουσιν. Καὶ ὡς ἤκουσεν ἡ κόρη, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ προσεκύνησεν αὐτῷ λέγουσα· Προσκυνῶ τὸν ἐν σοὶ ἰατρόν. ἰδοὺ ῥαίνω μου τὴν οἰκίαν ὕδατι καθαρῷ εἰς ἐπίβασιν τοῦ σοῦ ἰατροῦ, καὶ ἐκδυσαμένη μου τὰ βύσσινα ὑποστρώσω αὐτὰ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἄνθρωπε τοῦ ἀληθινοῦ θεοῦ βοήθησόν μοι· οἶδα γὰρ ὅτι δύνασαι. Καὶ λέγει τῷ πατρὶ αὐτῆς· Εἰσαγάγωμεν αὐτὸν ἐνδοτέρω, ἵνα ἴδῃ ὁ τοῦ θεοῦ ἄνθρωπος τὴν πληγὴν τὴν οὖσαν ἐν ὅλῳ τῷ προσώπῳ μου.
(7) Ὁ δὲ Φίλιππος ἰδὼν παρεμυθεῖτο αὐτήν τε καὶ τὸν πατέρα αὐτῆς, διδάσκων αὐτοὺς καὶ παραδιδοὺς τὰ περὶ τοῦ Ἰησοῦ, ὅτι Αὐτός ἐστι μόνος μονογενὴς ὁ τοῦ ἐπουρανίου
θεοῦ υἱός, ὅνπερ ἐὰν πιστεύσητε, ὅλους τους αἰῶνας ζήσεσθε. Καὶ λέγει Χαριτίνη τῷ ἀποστόλῳ· Παρακαλῶ οὖν σε δοῦλε τοῦ θεοῦ, θεράπευσόν μου τὴν ὀδύνην, καὶ τελεία ἔσομαί σοι δούλη. Λέγει αὐτῇ ὁ Φίλιππος· Ἀνάστα καὶ ἔνεγκαι τὴν δεξιάν σου χεῖρα διὰ τοῦ προσώπου σου λέγουσα· Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἰαθήτω ἡ πληγὴ τοῦ ὀφθαλμοῦ μου. Ἐποίησεν δὲ καθὼς εἶπεν αὐτῇ, καὶ παραχρῆμα ἰάθη ἐν αὐτῇ τῇ ὥρᾳ.(8) Ἐπίστευσεν δὲ καὶ ὁ πατὴρ αὐτῆς καὶ ἡ θυγάτηρ αὐτοῦ, καὶ κατηξιώθησαν τῆς ἐν Χριστῷ σφραγῖδος. ἐγένετο δὲ χαρὰ μεγάλη ἐν τῷ οἴκῳ αὐτῶν· καὶ πολλοὶ δοῦλοι πολλαί τε παιδίσκαι καὶ παῖδες καὶ νήπια ἐπίστευσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἡ δὲ Χαριτίνη σχῆμα καὶ ἔνδυμα ποιήσασα ἀρρενικὸν ἠκολούθει τῷ Φιλίππῳ ἐν πίστει Χριστοῦ δοξάζουσα τὸν θεόν.