Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(8) Ἐγένετο δὲ ὡς ἐδέξατο τὴν ἐπιστολὴν ὁ ἀρχιερεὺς καὶ ὡς ἀνέγνω, ὀργῆς μεγάλης ἐπλήσθη, καὶ τὰ ἱμάτια αὐτοῦ διέρρηξεν καί φησιν· Ἇρα ὅτι ὁ πλάνος ἐκεῖνος καὶ ἐν Ἀθήναις ἐν τοῖς φιλοσόφοις ἐχώρησεν ἀπατῆσαι αὐτούς; Ὁ δὲ Μανσημάτ, τοῦτ᾽ ἔστιν ὁ Σατανᾶς, ὑπεισῆλθεν εἰς τὸν Ἀνανίαν καὶ ἐπλήρωσεν αὐτὸν θυμοῦ καὶ ὀργῆς· καὶ εἶπεν ὅτι Ἐὰν ἐάσω αὐτόν τε ἐκεῖνον τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ ζῆσαι, πάντως ὁ νόμος λυθήσεται, καὶ ἡ διδασκαλία αὐτῶν ἴσως πληρώσει τὴν γῆν ὅλην. Καὶ εἰσῄει ὁ ἀρχιερεὺς εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ καὶ οἱ νομοδιδάσκαλοι καὶ οἱ Φαρισαῖοι, καὶ συνεβουλεύσαντο μετ᾽ ἀλλήλων λέγοντες· Τὶ ποιήσωμεν περὶ τούτων; Καὶ λέγουσιν τῷ ἀρχιερεῖ· Ἀνανία ἀναστὰς ὅπλισον σεαυτὸν καὶ ἐκ τοῦ λαοῦ πεντακοσίους δυνατοὺς ἄνδρας, καὶ ἄπελθε εἰς τὰς Ἀθήνας, καὶ πάντως ἀνάλισκε τὸν Φίλιππον, καὶ τὴν διδαχὴν αὐτοῦ οὕτως ἀνατρέψεις.

(9) Καὶ ἐνδυσάμενος τὸ ἔνδυμα τὸ ἀρχιερατικὸν παρεγένετο εἰς τὴν Ἑλλάδα ἐν μεγάλῃ φαντασίᾳ μετὰ τῶν πεντακοσίων ἀνδρῶν. ὁ δὲ Φίλιππος ἦν ἐν οἰκίᾳ πρώτου τινὸς τῆς πόλεως μετὰ τῶν πεπιστευκότων ἀδελφοῶν. ὁ δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ καὶ οἱ τριακόσιοι φιλόσοφοι ἀνῆλθον εἰς τὸ προπύλαιον τῆς οἰκίας ἔνθα ἧν ὁ Φίλιππος. καὶ ἐμηνύθη

τῷ Φιλίππῳ ἑστάναι αὐτοὺς ἔξω· καὶ ἀναστὰς ἐξῆλθεν. καὶ ὡς εἶδεν αὐτὸν ὁ ἀρχιερεύς, λέγει πρὸς αὐτόν· Ὧ Φίλιππε φαρμακὲ καὶ μάγε· γνωρίζω γάρ σε ὅτι εἰς Ἱερουσαλὴμ ὁ κύριός σου ὁ πλάνος ὠνόμασέν σε υἱὸν βροντῆς· οὐκ ἤρκεσεν ὑμῖν πᾶσα ἡ Ἰουδαία, ἀλλὰ καὶ ὧδε ἤλθατε πλανῆσαι Ἀθηναίους ἄνδρας φιλοσόφους; Καὶ ὁ Φίλιππος εἶπεν· Εἴθε ὦ Ἀνανία ἀφῄρητο τὸ κάλυμμά σου τῆς ἀπιστίας ἀπὸ τῆς καρδίας σου, ἵνα γνῷς τοὺς λόγους σου καὶ ἀπ᾽ αὐτῶν μάθῃς εἰ ἄρα πλάνος ἐγὼ ἢ σύ.

(10) Ταῦτα ἀκούσας ὁ Ἀνανίας εἶπεν τῷ Φιλίππῳ· Ἀποκρι θήσομαι τοῖς πᾶσιν. Καὶ εἶπεν ὁ Φίλιππος· Λάλησον. Λέγει ὁ ἀρχιερεύς· Ὦ ἄνδρες τῆς Ἑλλάδος, οὗτος ὁ Φίλιππος πιστεύει εἰς ἄνθρωπον καλούμενον Ἰησοῦν, ὃς ἐγεννήθη ἐν ἡμῖν, ὃς καὶ ἐδίδαξεν τὴν αἵρεσιν ταύτην, καὶ τὸν νόμον καὶ τὸν ναὸν κατέλυσεν, καὶ τὸν καθαρισμὸν τὸν διὰ Μωσέως κατήργησεν καὶ τὰ σάββατα καὶ τὰς νεομηνίας, Ὅτι φησὶν οὐκ εἰσὶν ὑπὸ θεοῦ τεταγμέναι. Καὶ ὡς εἴδομεν ὅτι τὸν νόμον οὗτος καταλύει, ἐπαναστάντες ἐσταυρώσαμεν αὐτόν, ἵνα μὴ πληθυνθῇ ἡ διδαχὴ αὐτοῦ· ἐστράτευσεν γὰρ ὑπ᾽ αὐτῶν πλήθη πολλά, καὶ ἔδωκεν μαρτυρίαν οὐ καλήν, ἐσθίειν τε πάντα ἁπλῶς καὶ συμμιγεῖς εἶναι μετὰ τῶν ἐθνῶν. καὶ τοῦτον παραδόντες ἐφονεύσαμεν καὶ κατεθάψαμεν αὐτὸν ἐν μνημείῳ· οὗτοι δὲ οἱ μαθηταὶ αὐτοῦ κλέψαντες αὐτὸν διεκήρυξαν πανταχοῦ ὅτι ἠγέρθη ἐκ τῶν νεκρῶν, καὶ ἐπλάνησαν πολὺ πλῆθος, ὁμολογήσαντες αὐτὸν εἶναι ἐκ δεξιῶν τοῦ θεοῦ ἐν οὐρανοῖς ἀλλὰ δὲ καὶ αὐτοὶ οὗτοι τὴν περιτομὴν ἔχοντες ὡς καὶ ἡμεῖς· οὓς καὶ ἐδιώξαμεν, ἐπειδὴ πολλὰς δυνάμεις ἤρξαντο ποιεῖν ἐν

Ἰερουσαλὴμ διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ· καὶ ἐκβληθέντες ἐξ Ἰερουσαλὴμ περιέρχονται τὴν οἰκουμένην καὶ πάντας ἀπατῶσιν ἐν τῇ μαγείᾳ ἐκείνου τοῦ Ἰησοῦ, ὡς καὶ νῦν οὗτος ὁ Φίλιππος ἦλθεν πρὸς ὑμᾶς τῇ αὐτῇ τέχνῃ ἀπατῆσαι ὑμᾶς. ἀλλ᾽ ἐγὼ τοῦτον μεθ᾽ ἑαυτοῦ ἀποφέρω εἰς Ἱερουσαλήμ, ὅτι καὶ ζητεῖ αὐτὸν ὁ Ἀρχέλαος ὁ βασιλεὺς τοῦ ἀποκτεῖναι αὐτόν.

(11) Ὡς δὲ ἤκουσαν ταῦτα τὸ περιεστῶς πλῆθος, οἱ μὲν ὑπὸ τῆς πίστεως ἐστηριγμένοι οὐκ ἐκινήθησαν οὐδὲ ἐδιψύχησαν· ᾔδεισαν γὰρ ὅτι Φίλιππος νικήσει ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ. ὁ οὖν Φίλιππος ἀπελογήσατο ἐν τῇ δυνάμει τοῦ Χριστοῦ μετὰ μεγάλης παρρησίας ἀγαλλιῶν καὶ λέγων· Ἐγὼ ἄνδρες Ἀθηναῖοι καὶ οἱ ἐν ὑμῖν φιλόσοφοι ἦλθον πρὸς ὑμᾶς οὐ λόγοις διδάξαι ἀλλ᾽ ἐν ἀποδείξει θαυμασίων, ὧν καὶ ἀπὸ μέρους τάχα ἐθεάσασθε δι᾽ ἐμοῦ γεγενημένων ἐν ἐκείνῳ τῷ ὀνόματι ᾧ οὗτος ὁ ἀρχιερεὺς ἀποβάλλεται. ἰδοὺ οὖν βοήσω πρὸς τὸν θεόν μου καὶ διδάξω ὑμᾶς, καὶ ὑμεῖς δοκιμάσατε τοὺς τῶν ἀμφοτέρων λόγους.