Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(4) Λέγουσιν οἱ φιλόσοφοι· Τίς ἐστιν ὃν λέγεις κύριός σου; Λέγει ὁ Φίλιππος ὅτι Ὁ κύριός μού ἐστιν Ἰησοῦς ὁ ἐν οὐρανοῖς. Οἳ δὲ εἶπον αὐτῷ· Δεῖξον ἡμῖν αὐτὸν ἐν συνέσει χωρὶς φθόνου, ἵνα καὶ ἡμεῖς πιστεύσωμεν. Ὁ δὲ Φίλιππος εἶπεν ὅτι Ὃν μέλλω γνωρίζειν ὑμῖν κύριον ὑπεράνω ἐστὶν παντὸς ὀνόματος ὅπερ οὐκ ἔστιν ἄλλο. τοῦτο δὲ μόνον λέγω ὅτι καθὼς εἰρήκατέ μοι Μὴ φθονήσῃς ἡμῖν, μὴ γένοιτό μοι φθονῆσαι ὑμῖν· ἀλλὰ μᾶλλον ἐν μεγάλῃ ἀγαλλιάσει καὶ ἐν μεγάλῃ χαρᾷ ἀποκαλύψαι ὑμῖν ἔχω τὸ ὄνομα ἐκεῖνο· ἄλλο γὰρ ἔργον οὐκ ἔχω ἐν τούτῳ τῷ κόσμῳ εἰ μὴ τὸ τοιοῦτον κήρυγμα. ὅτε γὰρ ἦλθεν ὁ κύριός μου εἰς τοῦτον τὸν κόσμον, ἐξελέξατο ἡμᾶς ὄντας τὸν ἀριθμὸν δώδεκα, πληρώσας ἡμᾶς πνεύματος ἁγίου ἀπὸ τοῦ φωτὸς αὐτοῦ ἐποίησεν ἡμᾶς γνωρίζειν αὐτὸν τίς ἐστιν, καὶ ἐνετείλατο ἡμῖν εὐαγγελίζεσθαι πᾶσι τὴν παρ᾽ αὐτοῦ σωτηρίαν, ὅτι οὐκ ἔστιν ἕτερον ὄνομα ὀνομασθὲν ἐξ οὐρανοῦ εἰ μὴ τοῦτο. διὰ τοῦτο ἦλθον ἐγὼ πρὸς ὑμᾶς πληροφορῆσαι ὑμᾶς οὐκ ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν ἀποδείξει θαυμασίων ἔργων ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
(5) Ταῦτα δὲ ὅτε ηκουσαν οἱ φιλόσοφοι, λέγουσιν τῷ Φιλίππῳ ὅτι Τοῦτο τὸ ὄνομα τὸ ἀκουσθὲν ἐν ἡμῖν νῦν παρὰ σοῦ οὐδέποτε εὕραμεν ἐν ταῖς βίβλοις τῶν πατέρων ἡμῶν· νῦν οὖν πῶς δυνάμεθα γνῶναι περὶ τῶν ῥημάτων σου; Ἔτι δὲ προσθέντες λέγουσιν αὐτῷ ὅτι Ἔασον ἡμᾶς τρεῖς ἡμέρας, ἵνα συμβουλευσώμεθα μετ᾽ ἀλλήλων περὶ τοῦ ὀνόματος τούτου. οὐ γὰρ μικρῶς εἰς τοῦτο κεκινήμεθα ἀποστῆναι ἀπὸ
τῆς πατρικῆς ἡμῶν δεισιδαιμονίας. Λέγει οὖν αὐτοῖς ὁ Φίλιππος· Βουλεύσασθε ὡς θέλετε· οὐ γὰρ δόλιον πρᾶγμά ἐστιν.(6) Οἱ δὲ φιλόσοφοι ἀλλήλους συναθροίσαντες οἱ τριακόσιοι ἐλάλησαν μετ᾽ ἀλλήλων λέγοντες· Οἴδατε ὅτι ὁ ἀνὴρ οὗτος ξένην φιλοσοφίαν ἤγαγεν, καὶ οἱ λόγοι οἱ παρ᾽ αὐτοῦ εἰρημένοι εἰς ἔκστασιν ἡμᾶς φέρουσιν· τί οὖν ποιήσωμεν περὶ αὐτοῦ ἢ περὶ τοῦ ὀνόματος τοῦ λεγομένου Ἰησοῦ τοῦ βασιλέως τῶν αἰώνων ὃν λέγει; Καὶ ἔτι εἰς ἀλλήλους φησὶν ὅτι Τάχα ἡμεῖς οὐ δυνάμεθα πρὸς αὐτὸν διαλέγεσθαι, εἰ μὴ ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων. εἰ οὗν δοκεῖ, ἀποστείλωμεν πρὸς αὐτὸν ὅπως αὐτὸς ἀντιστῇ τῷ ξένῳ τούτῳ, καὶ ἀκριβῶς μάθωμεν τὸ εὐαγγελιζόμενον ὄνομα.
(7) Ἔγραψαν οὖν εἰς Ἰερουσαλὴμ τὸν τρόπον τοῦτον· Οἱ φιλόσοφοι τῆς Ἑλλάδος Ἀνανίᾳ τῷ μεγάλῳ ἀρχιερεῖ τῶν Ἰουδαίων τῶν ἐν Ἰερουσαλήμ. Μεγάλης οὔσης μετὰ σοῦ τε καὶ ἡμῶν ἐν παντὶ τῷ καιρῷ, ὡς ὅτι ἡμεῖς οἱ φιλοσοφούμενοι οἱ Ἀθηναῖοι γινώσκεις. ἦλθέν τις ἀνὴρ ξένος κατὰ τὴν Ἑλλάδα, Φίλιππος ὀνόματι, καὶ ἀπλῶς ἐτάραξεν ἡμᾶς σφόδρα ἔν τε λόγοις καὶ δυνάμεσιν ἐξαισίοις, καὶ εἰσφέρει ὄνομα ἐπίδοξον Ἰησοῦν, μαθητὴν ἐκείνου ἑαυτὸν ὁμολογῶν. ποιεῖ δὲ καὶ θαυμάσια ἅπερ γράφομέν σοι, ὅτι ἐξέβαλεν δαίμονας ἐγκεχρονικότας ἐν τοῖς ἀνθρώποις, καὶ κωφοὺς ποιεῖ ἀκούειν, τυφλοὺς βλέπειν· καὶ τὸ θαυμαστότερον, ὅπερ ἔδει καὶ πρῶτον σημᾶναι, ὅτι ἀνθρώπους ἴσως πεπληρωκότας τὸν ἀριθμὸν τοῦ βίου ἀποθανόντας ἀνέστησεν. ἡ δὲ φήμη αὐτοῦ διῆλθεν
εἰς πᾶσαν τὴν Ἑλλάδα καὶ Μακεδονίαν, καὶ πολλοί εἰσιν οἱ ἐρχόμενοι πρὸς αὐτὸν ἀπὸ τῶν κύκλῳ πόλεων φέροντες τοὺς κεκακωμένους ποικίλαις νόσοις, καὶ πάντας ἰᾶται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ. διὰ τοῦτο τοίνυν ἄνευ πάσης φειδοῦς ἐλθὲ πρὸς ἡμᾶς, ἵνα αὐτὸς ἡμῖν ἀπαγγείλῃς τὸ τί βούλεται εἶναι τὸ ὄνομα τι τῶ διδάσκει τὸν Ἰησοῦν. διὰ τοῦτο γὰρ καὶ ἀπεστείλαμέν σοι τήνδε τὴν ἐπιστολήν.