Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(12) Ταῦτα ἀκούσας ὁ ἀρχιερεὺς ἔδραμεν ἐπὶ τὸν Φίλιππον μαστίξαι θέλων αὐτόν, καὶ αὐτῇ τῇ ὥρᾳ ὅλη ἡ χεὶρ αὐτοῦ ἐξηράνθη καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐτυφλώθησαν· ὁμοίως δὲ καὶ οἱ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ ἐτυφλώθησαν καὶ αὐτοί. καὶ ἐνύβριζον καὶ κατεθεμάτιζον τὸν ἀρχιερέα λέγοντες ὅτι Ἐξερχόμενοι τὴν Ἰερουσαλὴμ ἐλέγομέν σοι· Κατάστειλον· ἄνθρωποι γὰρ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα. Ἀλλὰ δεόμεθά σου ἀπόστολε τοῦ θεοῦ τοῦ Ἰησοῦ Φίλιππε, δὸς ἡμῖν τὸ δι᾽ αὐτοῦ φῶς, ἵνα καὶ ἡμεῖς ἀληθῶς αὐτοῦ ἐσόμεθα δοῦλοι.

(13) Ὁ δὲ Φίλιππος ἰδὼν τὸ γενόμενον ἔλεγεν· Ὤ

ἀσθενὴς φύσις, ἥτις ἐπαίρει μὲν ἑαυτὴν ἐφ᾽ ἡμᾶς, εὐθέως δὲ εἰς ἑαυτὴν καταταπεινουμένη· ὢ ἡ πικρὰ θάλασσα τὰ ἑαυτῆς κύματα εἰς ἡμᾶς ταράσσουσα καὶ ἐκφοβεῖν νομίζουσα, ἀλλὰ παρ᾽ ἑαυτῇ τὰ κύματα κοιμίζουσα. νῦν οὖν ὁ ἡμέτερος καλὸς οἰκονόμος, Ἰησοῦ, τὸ ἅγιον φῶς, οὐ παρεῖδες ἡμᾶς τὸ σύνολον κράζοντας ἄνω πρὸς σὲ ἐν πᾶσι τοῖς καλοῖς ἔργοις, ἀλλ᾽ ἦλθες τελέσαι αὐτὰ δι᾽ ἡμῶν. νῦν οὗν ἐλθὲ Ἰησοῦ κύριε, ἔλεγξον τὴν ἀπόνοιαν τούτων.

(14) Λέγει ὁ ἀρχιερεὺς τῷ Φιλίππῳ· Ἆρα μὴ νομίζεις ἀποστρέψαι ἡμᾶς ἀπὸ τῶν παραδόσεων τῶν πατέρων ἡμῶν καὶ τοῦ θεοῦ τῆς ἐρήμου τὸ μάννα καὶ Μωσέως, καὶ προσδοκᾷς ἐξακολουθῆσαι ἡμᾶς τῷ Ναζωραίῳ, τῷ Ἰησοῦ; Εἶτα λέγει αὐτῷ ὁ Φίλιππος· Ἰδοὺ δεηθήσομαι τοῦ θεοῦ μου ἵνα ἔλθῃ καὶ φανερώσῃ ἑαυτὸν ἔμπροσθέν σου καὶ τῶν πεντακοσίων καὶ ἐνώπιον τῶν ὧδε πάντων· ἴσως γὰρ πιστεύσεις μετανοήσας. ἐὰν δὲ μέχρι τέλους ἐπιμείνῃς τῇ ἀπιστίᾳ, ἔρχεται ἐπὶ σὲ παράδοξον πρᾶγμα, ὅπερ λαληθήσεται εἰς γενεὰς γενεῶν, ὥστε καὶ κατέλθῃς ζῶν κάτω εἰς τὸν ᾅδην ἐνώπιον πάντων τῶν ὁρώντων σε ὅτι ἔτι διαμένεις ἐν τῇ ἀπιστίᾳ, ὅτι καὶ ζητεῖς ἀποστρέψαι τὸ πλῆθος τοῦτο ἀπὸ τῆς ἀληθινῆς ζωῆς. Καὶ ὁ Φίλιππος προσηύξατο λέγων· Ὦ πάτερ ἅγιε τοῦ ἁγίου υἱοῦ Ἰησοῦ Χριστοῦ, ὁ χαρισάμενός μοι τὸ εἰς αὐτὸν πιστεύειν, πέμψον σου τὸν ἀγαπητὸν υἱὸν Ἰησοῦν Χριστὸν ἐλέγξαι τὸν ἄπιστον ἀρχιερέα, ἵνα τὸ σὸν ὄνομα ἐν τῷ ἀγαπητῷ Χριστῷ δοξασθῇ.

(15) Ἔτι δὲ ταῦτα βοῶντος τοῦ Φιλίππου ἐξαίφνης ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ ἐφάνη ὁ Ἰησοῦς κατελθὼν ἐν

τιμιωτάτῃ δόξῃ καὶ ἀστραπῇ, καὶ τὸ πρόσωπον αὐτοῦ ἑπταπλάσιον λάμπον ὑπὲρ τὸν ἥλιον, καὶ τὰ ἱμάτια αὐτοῦ λευκότερα χιόνος, ὡς καὶ πάντα τὰ εἴδωλα τῶν Ἀθηνῶν πεσεῖν ἐξαίφνης ἐπὶ τὴν γῆν καὶ ὅλα συντριβῆναι· ἔφυγον δὲ καὶ οἱ ἐν αὐτοῖς δαίμονες οἰκοῦντες ἐκβοῶντες· Ἰδοὺ καὶ ἡμεῖς φεύγομεν διὰ τὸν ἐπιφανέντα τῇ πόλει Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ. Εἶτα λέγει ὁ Φίλιππος τῷ ἀρχιερεῖ· Ἀκούεις τῶν δαιμόνων ἐκβοώντων διὰ τὸν ὀφθέντα, καὶ ἀπιστεῖς πρὸς τὸν παρόντα ὅτι αὐτὸς κύριος τῶν πάντων; Λέγει ὁ ἀρχιερεύς· Ἐγὼ οὐκ ἔχω ἄλλον θεὸν ἢ τὸν ἐν τῇ ἐρήμῳ δόντα τὸ μάννα.