Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(7) Ταῦτα δὲ πάντα ἔλεγεν ὁ Φίλιππος πρὸς τὰ συνελθόντα πλήθη διὰ τὸ ἐκ παλαιῶν τῶν χρόνων σέβειν αὐτοὺς τοὺς ὄφεις καὶ τὴν ἔχιδναν, ὧν καὶ εἰκόνας στήσαντες προσεκύνουν· διὸ καὶ Ὀφιορύμην ἐκάλουν τὴν Ἱεράπολιν. τούτῶν
δὲ λεγομένων ὑπὸ τοῦ Φιλίππου, συμπαρόντων αὐτῷ Βαρθολομαίου καὶ Μαριάμνης καὶ τῶν μαθητῶν αὐτοῦ καὶ τοῦ Στάχυος, ἐπηκροᾶτο πᾶς ὁ λαός, καὶ πολὺ πλῆθος ἐξ αὐτῶν ἀποφυγόντες ἀπὸ τοῦ ἐχθροῦ ἐπέστρεψαν ἐπὶ τὸν κύριον καὶ προσετέθησαν τῷ Φιλίππῳ καὶ τοῖς περὶ αὐτόν. οἱ δὲ πιστοὶ πλεῖον ἐστηρίχθησαν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ.(8) Νικανόρα δὲ ἡ γυνὴ τοῦ ἀνθυπάτου κλινήρης κατακειμένη ὑπὸ διαφόρων νοσημάτων, μάλιστα τῶν ὀφθαλμῶν, ἀκούσασα τὰ περὶ τοῦ ἀποστόλου Φιλίππου καὶ τοῦ κηρύγματος αὐτοῦ, ἐπίστευσεν ἐπὶ τὸν κύριον. ἦν γὰρ καὶ πάλαι ἀκούσασα περὶ αὐτοῦ, καὶ ἐπικαλεσαμένη τὸ ὄνομα αὐτοῦ ἀπηλλάγη τῶν συνεχόντων αὐτῇ πόνων. καὶ ἀναστᾶσα ἐξῆλθεν τῆς οἰκίας αὐτῆς διὰ τῆς πλαγίας θύρας, βασταζομένη ὑπὸ ἰδίων αὐτῆς δούλων ἐν φορείῳ ἀργυρέῳ, καὶ ἦλθεν εἰς τὴν οἰκίαν τοῦ Στάχυος, ὅπου ἦσαν οἱ ἀπόστολοι.
(9) Καὶ ὅτε ἦλθεν ἔμπροσθεν τοῦ πυλῶνος τῆς οἰκίας, ἰδοῦσα αὐτὴν Μαριάμνη ἡ ἀδελφὴ Φιλίππου τοῦ ἀποστόλου, ἐλάλησεν φωνῇ ἑβραϊστὶ πρὸς αὐτὴν ἔμπροσθεν Φιλίππου καὶ Βαρθολομαίου καὶ παντὸς τοῦ πλήθους τῶν
πεπιστευκότων λέγουσα· Ἀλικαμάν, ἰκασαμέ, μαρμαρί, ἰαχαμάν, μαστρανάν, ἀχαμάν· Ὅ ἐστιν Ὦ θυγάτηρ τοῦ πατρός, σὺ εἶ κυρία μου, σὺ ἐδόθης ἐνεχυρίασμα τῷ ὄφει· ἀλλ᾽ ἦλθεν Ἰησοῦς ὁ λυτρωτὴς ἡμῶν ῥύσασθαί σε δι᾽ ἡμῶν, διαρρῆξαι τοὺς δεσμούς σου καὶ τεμεῖν αὐτοὺς καὶ ἐκτῖλαι ἐκ σοῦ ἀπὸ τῆς ῥίζης αὐτῶν, ὅτι σὺ ἀδελφή μου εἶ· μία μήτηρ ἐγέννησεν ἡμᾶς διδύμους. ἐπελάθου τοῦ πατρός σου, ἐπελάθου τῆς τρίβου τῆς ἀγούσης σε εἰς κατοικητήριον τῆς μητρὸς σου, γεναμένη ἐν πλάνῃ· ἐγκατέλιπες τὸν ναὸν ἐκείνης τῆς ἀπάτης τῆς προσκαίρου δόξης, καὶ ἦλθες πρὸς ἡμᾶς φυγοῦσα τὸν ἐχθρόν, ὅτι αὐτός ἐστιν τὸ κατοικητήριον τοῦ θανάτου. ἰδοὺ δὴ ἦλθεν ὁ λυτρωτής σου ἵνα σε λυτρώσηται· ἀνέτειλέν σοι ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ἵνα σε φωτίσῃ.(10) Ὡς δὲ ταῦτα ἤκουσεν ἡ Νικανόρα ἑστῶσα πρὸ τῶν θυρῶν, ἐπαρρησιάσατο ἐνώπιον πάντων κράζουσα καὶ
λέγουσα ὅτι Ἐγὼ Ἑβραία εἰμί, θυγάτηρ Ἑβραίων· λάλησον μετ᾽ ἐμοῦ ἐν τῇ διαλέκτῳ τῶν πατέρων μου. ἀκούσασα γὰρ τοῦ κηρύγματος τῶν πατέρων μου ἰάθην εὐθέως ἀπὸ τῆς νόσου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν. προσκυνῶ οὖν τὴν ἀγαθότητα τοῦ θεοῦ, ὅτι ἐποίησεν ὑμᾶς σκυλῆναι ἄχρι τῆς πόλεως ταύτης διὰ τὸν ἀληθινὸν αὐτοῦ λίθον τὸν ἔντιμον, ἵνα δι᾽ ὑμῶν δεξώμεθα τὴν γνῶσιν αὐτοῦ καὶ ζήσωμεν σὺν ὑμῖν πιστεύσαντες εἰς αὐτόν.