Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(3) Ἡ δὲ ἀδελφὴ τοῦ Φιλίππου Μαριάμνη καθεζομένη ἐν τῇ εἰσόδῳ τῆς οἰκίας τοῦ Στάχυος προσεῖχεν τοῖς προσερ χομένοις, πείθουσα αὐτοὺς ἐπακροᾶσθαι τῶν ἀποστόλων λεγόντων πρὸς αὐτούς· Ἀδελφοὶ ἡμῶν, υἱοὶ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς, ὑμεῖς ἐστε τὸ πλοῦτος τὸ καλὸν καὶ ἡ ὕπαρξις τῆς ἄνω πόλεως, ἡ τερπνότης τοῦ κατοικητηρίου οὗ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
(4) καταπατήσατε τὰς παγίδας τοῦ ἐχθροῦ, τὸν εἰλισσόμενον ὄφιν. στρεβλὴ γάρ ἐστιν ἡ ὁδὸς αὐτοῦ, ἐπειδὴ τοῦ πονηροῦ υἱός ἐστιν, καὶ ἔστιν ἐν αὐτῷ ἰὸς πονηρίας· πατὴρ δὲ αὐτοῦ ἐστιν ὁ διάβολος ὁ τοῦ θανάτου πρόξενος, μήτηρ δὲ αὐτοῦ ἡ φθορά· ὀργὴ ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ καὶ ὄλεθρος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἡ ὀδὸς αὐτοῦ ᾅδης. διὸ φεύγετε ἀπ᾽ αὐτοῦ, τοῦ μὴ ἔχοντος ὑπόστασιν, τοῦ ἀμόρφου,
τοῦ μὴ ἔχοντος μορφὴν ἐν πάσῃ τῇ κτίσει, εἴτε ἐν τῷ οὐρανῷ εἴτε ἐν τῇ γῇ, εἴτε ἐν τοῖς πετεινοῖς εἴτε ἐν τοῖς κτήνεσιν. πάντα γὰρ ἀποστρέφονται τῆς μιορφῆς αὐτοῦ· καὶ γὰρ ἐν τοῖς κτήνεσιν καὶ πετεινοῖς τοῦ οὐρανοῦ ἔστιν ἡ γνῶσις αὐτοῦ ὅτι σύρει ὁ ὄφις τὴν κοιλίαν αὐτοῦ καὶ τὸ στῆθος· ἔστιν δὲ τὸ κατοικητήριον αὐτοῦ ὁ τάρταρος, καὶ ἐν τῷ σκότει βαδίζει, ἐπειδὴ οὐκ ἔχει παρρησίαν ἐν οὐδενί. φεύγετε οὖν ἀπ᾽ αὐτοῦ, ἵνα μὴ ὁ ἰὸς αὐτοῦ ἐκχυθῇ ἐπὶ τὸ στόμα ὑμῶν.(5) γίνεσθε δὲ μᾶλλον πιστοί, σεμνοί, ἀγαθοεργεῖς, μὴ ἔχοντες δόλον. ἐξάρατε τὸ πονηρὸν σύστημα ἀφ᾽ ἑαυτῶν, τοῦτ᾽ ἔστιν τὰς κακίας ἐπιθυμίας, δι᾽ ὧν ἐγέννησεν ὁ ὄφις ὁ πονηρὸς δράκων ὁ ἀρχέκακος νομὴν ἀπωλείας καὶ θανάτου τῇ ψυχῇ, ἐπειδὴ ἡ τῶν κακῶν ἐπιθυμία πάσα ἐξ αὐτοῦ προελήλυθεν, καὶ αὕτη ἐστὶν ἡ ῥίζα τῆς ἀνομίας, τὸ σύστημα
τῶν κακῶν, ὁ θάνατος τῶν ψυχῶν· ἡ γὰρ ἐπιθυμία τοῦ ἐχθροῦ ὁπλίζεται κατὰ τῶν πιστῶν, ἐξέρχεται δὲ ἀπὸ τοῦ σκότους καὶ πορεύεται ἐν τῷ σκότει, πολεμεῖν ἐπιχειροῦσα τοὺς ἐν τῷ φωτί. αὕτη γάρ ἐστιν ἡ τῆς πλεονεξίας ἀρχή.(6) διὸ ὑμεῖς οἱ θέλοντες πρὸς ἡμᾶς, μᾶλλον δὲ ὅτι ὁ θεὸς παρεγένετο δι᾽ ἡμῶν πρὸς ὑμᾶς ὡς πατὴρ πρὸς ἴδια τέκνα, θέλων ὑμᾶς ἐλεῆσαι καὶ ῥύσασθαι ὑμᾶς ἀπὸ τῆς πονηρᾶς παγίδος τοῦ ἐχθροῦ, φύγετε τὰς τοῦ ἐχθροῦ κακὰς ἐπιθυμίας καὶ τελείως ἐκβάλετε αὐτὰς ἐκ τοῦ νοὸς ὑμῶν, μισήσαντες φανερῶς τὸν πατέρα τῶν κακῶν, ἀγαπήσαντες δὲ Ἰησοῦν, ὅς ἐστιν φῶς καὶ ζωὴ καὶ ἀλήθεια καὶ σωτὴρ πάντων τῶν αὐτὸν ποθούντων. πρὸς αὐτὸν οὖν προσδραμόντες κρατήσατε αὐτὸν ἐν τῇ ἀγάπῃ, ἵνα ἀναγάγῃ ὑμᾶς ἐκ τοῦ λάκκου τῶν κακῶν, καὶ καθαρίσας στήσῃ ὑμᾶς ἀμώμους ζῶντας ἐν ἀληθείᾳ ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ.