Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(11) Ταῦτα εἰπούσης τῆς Νικανόρας, προσηύξατο περὶ αὐτῆς πρὸς τὸν θεὸν ὁ ἀπόστολος Φίλιππος ἅμα Βαρθολομαίῳ καὶ Μαριάμνῃ καὶ τοῖς σὺν αὐτοῖς λέγων· Ὁ ζωοποιῶν τοὺς νεκροὺς Χριστὲ Ἰησοῦ δέσποτα, ὁ ἐλευθερώσας ἡμᾶς διὰ τοῦ βαπτίσματος ἐκ τῆς δουλείας τοῦ θανάτου, ῥῦσαι αὐτὴν ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τελείως, ζωοποίησον αὐτὴν ἐν τῇ ζωῇ σου καὶ τελείωσον αὐτὴν ἐν τῇ τελειότητί σου, ἵνα πορευθῇ εἰς τὴν χώραν τῶν πατέρων αὐτῆς ἐν ἐλευθερίᾳ, ἔχουσα κλῆρον ἐν τῇ ἀγαθότητί σου κύριε Ἰησοῦ.

(12) Πάντων δὲ ἀναπεμψάντων τὸ ἀμὴν ἅμα τῷ ἀποστόλῳ Φιλίππῳ, ἰδοὺ ἦλθεν ὁ τύραννος, ὁ ἀνὴρ τῆς Νικανόρας, ὡς ἵππος ἀδάμαστος μεμηνώς, καὶ ἐπιλαβόμενος τῶν ἱματίων τῆς γυναικὸς αὐτοῦ ἐβόα λέγων· Ὦ Νικανόρα, μὴ οὐκ ἀφῆκά σε ἐπὶ τῆς κλίνης οὖσαν; πῶς τοσαύτην δύναμιν

ἔσχες ἐλθεῖν πρὸς τοὺς μάγους τούτους; πῶς δὲ ἀπὸ τῆς φλεγμονῆς τῶν ὀφθαλμῶν σου; νῦν οὖν ἐὰν μή μοι εἴπῃς τίς ἐστιν ὁ ἰατρός σου καὶ τί τὸ ὄνομα αὐτοῦ, τιμωρήσομαί σε διαφόροις τιμωρίαις καὶ οὐ σπλαγχνισθήσομαι ἐπὶ σοί.

(13) Ἣ δὲ ἀποκριθεῖσα λέγει αὐτῷ· Ὦ τύραννε, ἔκβαλε ἀπὸ σοῦ τὴν τυραννίδα σου ταύτην, ἐπιλάθου τῆς πονηρίας σου ταύτης, ἐγκατάλιπε τὸν βίον τοῦτον τὸν πρόσκαιρον, ἀπόθου τὸ θηριῶδες τῆς φαύλης σου γνώμης, φύγε τὸν δράκοντα τὸν πικρὸν καὶ τὰς ἐπιθυμίας αὐτοῦ, ῥῖψον ἀπὸ σοῦ τὰ ἔργα καὶ τὸ βέλος τοῦ ἀνθρωποκτόνου ὄφεως, παραίτησαι τὰς μυσαρὰς καὶ κακὰς θυσίας τῶν εἰδώλων, αἵτινές εἰσιν γεωργία τοῦ ἐχθροῦ, ὁ σκοτεινὸς φραγμός περιποίησαι δὲ ἑαυτῷ βίον σεμνὸν καὶ ἄρυπον, ἵνα γενόμενος ἐν ἁγιασμῷ

δυνηθῇς γνῶναι τὸν ἰατρόν μου καὶ χωρῆσαι τὸ ὄνομα αὐτοῦ. ἐὰν οὖν θέλῃς παρὰ σοί με εἶναι, εὐτρέπισον σεαυτὸν μένειν ἐν ἁγνείᾳ καὶ ἐγκρατείᾳ καὶ ἐν φόβῳ τοῦ ἀληθινοῦ θεοὺ, καὶ συνοικήσω σοι τὸν ἅπαντα χρόνον· μόνον καθάρισον σεαυτὸν ἀπὸ τῶν εἰδώλων καὶ παντὸς ῥύπου αὐτῶν.

(14) Ὡς δὲ ἤκουσεν τῶν λόγων αὐτῆς τούτων ὁ τύραννος, ὁ ἀνὴρ αὐτῆς, ἐπελάβετο τῶν τριχῶν τῆς κεφαλῆς αὐτῆς καὶ ἔσυρεν αὐτὴν λακτίζων αὐτὴν καὶ λέγων· Καλόν σοί ἐστιν ἀναιρεθῆναι ἐν ξίφει ἢ ὁρᾶσθαί σε παρ᾽ ἐμοῦ πορνεύουσαν μετὰ τῶν ξένων τούτων τῶν μάγων. ὁρῶ σε γὰρ ὅτι ἐγένου ἐν τῇ μανίᾳ τούτων τῶν πλάνων· σὲ οὖν πρῶτον ἀνελῶ κακῶς, καὶ τότε τούτων οὐ φεισάμενος κακῶς ἐνυβρίσας κακίστως ἀποκτενῶ. Καὶ στραφεὶς εἶπεν τοῖς περὶ αὐτόν· Ἐξαγάγετέ μοι τοὺς μάγους τοὺς ἐπιθέτας ἐκείνους. Εἰσδραμόντες δὲ οἱ δήμιοι εἰς τὴν οἰκίαν τοῦ Στάχυος καὶ κρατήσαντες τὸν ἀπόστολον Φίλιππον καὶ τὸν Βαρθολομαῖον

καὶ τὴν Μαριάμνην ἔσυραν ἄγοντες αὐτοὺς ὅπου ἦν ὁ ἀνθύ πατος. ἠκολούθησεν δὲ καὶ ὁ πιστότατος Στάχυς καὶ πάντες οἱ πιστοί.