Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(4) Καὶ στραφεὶς ὁ Φίλιππος λέγει τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Νῦν ἀναστάντες ἐπάρατε τὰς χεῖρας μετὰ τοῦ ποτηρίου τοῦ κρατουμένου ὑφ᾽ ὑμῶν, καὶ ῥαντίσατε ἐπὶ τὸν ἀέρα τὸ σημεῖον τοῦ σταυροῦ, καὶ ἴδητε τὴν δόξαν τοῦ δυνατοῦ.
(5) Καὶ εὐθέως ἐγένετο ὡς ἀστραπὴ πυρός, καὶ κατετύφλωσε τὸν δράκοντα καὶ τοὺς ἐν αὐτῷ θῆρας. ἐξηράνθη δὲ παραχρῆμα καὶ ὁ δράκων καὶ οἱ ὄφεις, καὶ αἱ τοῦ φωτὸς ἀκτῖνες ἦλθον εἰς τὰς ὀπὰς τῶν φωλεῶν καὶ συνέτριψαν τὰ ᾠὰ τῶν ὄφεων. οἱ δὲ ἀπόστολοι συνεκάλυψαν τοὺς ὀφθαλμούς, μὴ δυνηθέντες ἀντιβλέψαι εἰς τὸ θαῦμα τὸ φανὲν τῆς ἀστραπῆς. καὶ οὕτως διῆλθον ἀβλαβεῖς τὴν ἑαυτῶν ὁδὸν πορευθέντες, αἰνοῦντες τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἀμήν.
(1) Κατὰ τὸν καιρὸν ἐκεῖνον Τραϊανοῦ τοῦ βασιλέως παρειληφότος τὴν τῶν Ῥωμαίων ἀρχήν, μετὰ τὸ μαρτυρῆσαι ἐν ὀγδόῳ ἔτε τῆς βασιλείας αὐτοῦ Σίμωνα τὸν τοῦ Κλωπᾶ ἐπίσκοπον ὄντα Ἰεροσολύμων, δεύτερον γενόμενον ἐπίσκοπον μετὰ Ἰάκωβον τὸν χρηματίσαντα ἀδελφὸν τοῦ κυρίου τῆς ἐκεῖσε ἐκκλησίας, Φίλιππος ὁ ἀπόστολος διερχόμενος τὰς τῆς Λυδίας καὶ Ἀσίας πόλεις καὶ χώρας κατήγγελλεν πᾶσιν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
(2) Φθάσας δὲ ἐν πόλει Ὀφιορύμῃ, ἥτις καλεῖται Ἱεράπολις τῆς Ἀσίας, ὑπεδέχθη ὑπό τινος πιστοῦ ὀνόματι Στάχυος. συνῆν δὲ αὐτῷ καὶ Βαρθολομαῖος εἷς τῶν ἑβδομήκοντα μαθητῶν τοῦ κυρίου καὶ ἡ ἀδελφὴ αὐτοῦ Μαριάμνη καὶ οἱ ἀκολουθοῦντες αὐτῷ μαθηταὶ αὐτοῦ. συναχθέντων δὲ πολλῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐν τῇ οἰκίᾳ τοῦ Στάχυος ἦν ὁ Φίλιππος ἅμα τῷ Βαρθολομαίῳ διδάσκων αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ.