Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

μετὰ γοῦν τρίτον ἑξῆϲ χρόνον ὁ τῆϲ Γαζαίων ἐπί- [*](f.122v) ϲκοποϲ (Αἰνείαϲ ἦν οὐτοϲ) τὸν βίον ἀπέλιπεν. οἱ τοίνυν Χριϲτιανοὶ τῆϲ πόλεωϲ ὀλίγοι τυγχάνοντεϲ ἅμα τοῖϲ τοῦ κλήρου τῆϲ ἐκκληϲίαϲ ϲκέπτονται καὶ γράφουϲι τῷ μη- τροπολίτῃ, πέντε πέμψαντεϲ τῶν κληρικῶν καὶ πέντε τῶν λαϊκῶν, ἐπίϲκοπον αὑτοῖϲ ἀξιοῦντεϲ δοθῆναι πρὸϲ τὰϲ ἀντιπαραϲτάϲειϲ τῶν εἰδωλολατρῶν ἀντιπίπτειν δυ- νάμενον καὶ φωτίζειν αὐτούϲ. καὶ οὗτοϲ δεηθεὶϲ τοῦ θεοῦ μυεῖται δι’ ἀποκαλύψεωϲ τὸν Πορφύριον καὶ εὐθύϲ γράμματα πέμπει πρὸϲ τὸν ὁϲιώτατον Πραὥλιον τὸν Ἰεροϲολύμων πρόεδρον μετακαλούμενα τὸν Πορφύριον ζητήματοϲ χάριν γραφικῆϲ ἐπιλύϲεωϲ· καὶ γὰρ ἦν ἱκανὸϲ ἐν αὐτοῖϲ ὁ ἀνήρ, πνεύματοϲ ἐξ ἁγίου τὴν χάριν δεξά- μενοϲ. καὶ ὃϲ αὐτίκα ϲτέλλει τοῦτον πρὸϲ αὐτόν. ἐπεὶ οὖν μάθοι παρὰ τοῦ Ἰωάννου (οὕτω γὰρ ὁ μητροπολίτηϲ ὠνόμαϲτο) τῆϲ προϲκλήϲεωϲ τὴν αἰτίαν, τὰ μὲν πρῶτα διενέϲτη πρὸϲ τὸ τοῦ πράγματοϲ μέγεθοϲ, εἰτα βιαϲθεὶϲ ὑπὸ τοῦ μητροπολίτου καὶ μὴ ἀντιλέγειν τῇ θείᾳ βουλῇ διδαχθεὶϲ καταδέχεται ‘τὸ θέλημα’ εἰπών ‘τοῦ θεοῦ γε- νέϲθω’.

κατὰ γοῦν τὴν ἑϲπέραν ἐκείνην καλέϲαϲ με λέγει· ‘πορευθῶμεν, ἀδελφὲ Μάρκε, καὶ προϲκυνήϲωμεν τοὺϲ ϲεβαϲμίουϲ τόπουϲ καὶ τὸν τοῦ κυρίου ϲταυρόν· πολὺϲ γὰρ παρελεύϲεται χρόνοϲ, ἕωϲ αὐθιϲ τοῦτο ποιήϲομεν’. ἐμοῦ δὲ ‘διὰ τί’ φήϲαντοϲ ‘ὦ πάτερ, οὕτωϲ ἐφθέγξω’ ἐκεῖνοϲ ‘τῇ παρελθούϲῃ’ λέγει ‘νυκτὶ τὸν δεϲπότην [*](f.123) εἶδον, ἀδελφέ, “τὴν παραθήκην’’ λέγοντα ′′Πορφύριε, τάχοϲ ἀπόδοϲ, μέλλω γάρ ϲε ϲυζεῦξαι γυναικὶ ταπεινῇ μέν, τρόποιϲ δὲ κεκοϲμημένῃ ϲεμνοῖϲ. ϲὺ δὲ ἀλλὰ κόϲμη- [*](1 ἐξ ἧϲ 2 αἰνίαϲ 12 f. γραφικοῦ 17 f. διανέϲτη)

98
ϲον αὐτήν, ὡϲ ἂν ἐπιλάθηται τῆϲ προτέραϲ πενίαϲ· ἀδελφὴ γάρ μοι γνηϲία κατὰ πάντα τυγχάνει’′.

ταῦτά μοι ὁ δεϲπότηϲ ἐγνώριϲε, Μάρκε· διὸ καὶ οὐ δυνατὸν ἀντιπίπτειν τῷ βουλήματι τούτου’. οὕτωϲ ἔφη καὶ τούϲ ἁγίουϲ ἀπελθόντεϲ καὶ προϲκυνήϲαντεϲ τόπουϲ, καὶ τῇ θήκῃ τὸν ϲταυρὸν ἐνθέμενοϲ ὁ Πορφύριοϲ καὶ πρὸϲ τὸν μακάριον Πραΰλιον ἀφικόμενοϲ παρατίθεται. τούτῳ τὰϲ κλεῖϲ καὶ λαβὼν εὐχὴν ὑπ’ αὐτοῦ τὸ κατα- γώγιον κατελάβομεν, καὶ μιϲθωϲάμενοι ζῷα τῇ ἑξῆϲ ἅμα τῷ ὑπηρέτῃ Βαρουχᾷ, περὶ οὗ προϊὼν ὁ λόγοϲ δι |δόξει, καί τιϲιν ἄλλοιϲ τὴν ὁδὸν ἠνύομεν καὶ τῆϲ αὔριον τὴν Καιϲάρειαν κατελάβομεν, καὶ πρόϲ τινα καταγωγὴν κατ- ελύϲαμεν. ὅπερ γνοὺϲ ὁ τὰ πάντα ϲοφὸϲ Ἰωάννηϲ ὁ ταύτηϲ ἀρχιερεὺϲ πρὸϲ δεῖπνον ἡμᾶϲ ϲυνεκάλεϲεν· ἦν δὲ ϲάββατον. καὶ δὴ πρὸϲ αὐτὸν ἀπιόντεϲ (οὐδὲ γὰρ ἐξῆν ἀντειπεῖν τῷ ἀρχιερεῖ) τὸν Βαρουχᾶν τῇ καταγωγῇ κατελίπομεν. μείναντεϲ οὖν ϲὺν αὐτῷ καὶ τὴν πάννυχον τῆϲ ἀναϲτάϲεωϲ ἐκτελέϲαντεϲ ϲύναξιν ἄμα πρωὶ τοὺϲ Γαζαίουϲ ὁ ἱεράρχηϲ ϲυγκαλεϲάμενοϲ χειροτονεῖ τὸν Πορ- φύριον καὶ τούτοιϲ ἐπίϲκοπον δίδωϲι. τὴν θείαν οὖν ἐκ- τελέϲαντεϲ λειτουργίαν καὶ μεταϲχόντεϲ ϲὺν τῷ μητρο- πολίτῃ τροφῆϲ μετὰ μίαν ἡμέραν ἐξήλθομεν καὶ τῇ [*](f.123v) αὔριον |τὴν Γάζαν εἰϲήλθομεν καὶ τὸ ἐπιϲκοπεῖον εἴδο- μεν, ὅπερ ἰρηναῖοϲ ὁ ἐπίϲκοποϲ ψκοδόμηϲε μετὰ τῆϲ ἐκκληϲίαϲ καὶ Θἰρήνην αὐτὴν ἐπωνόμαϲε. κατὰ δύο δὲ τρόπουϲ φαϲὶ τὴν ἐκκληϲίαν οὕτωϲ κεκλῆϲθαι, διά τε τὸ καλεῖϲθαι τὸν ἐπίϲκοπον ξἰρηναῖον καὶ διὰ τὸ τὸν ἐκ Μακεδονίαϲ Ἀλέξανδρον, ἡνίκα τὴν πόλιν τῶν Γαζαίων [*](5 f. ἐπελθόντεϲ 11 f. τῇ αὕριον 16 τῇ κατ. cf. p.24,16 18 ϲύναξιν. ϲτάϲιν)

99
ἐπόρθηϲεν, ἐκεῦε καταπαῦϲαι τὸν πόλεμον καὶ Εξἰρήνην ὀνομάϲαι τὸν τόπον.

κατὰ γοῦν τὸν χρόνον ἐκεῖνον ἀνομβρίαϲ (οία ϲυμ- βαίνει ταῖϲ τοῦ καιροῦ περιτροπαῖϲ ἐγγίνεϲθαι) πιεζούϲηϲ τὸν τόπον οἱ τὰ Ἐλλήνων πρεϲβεύοντεϲ τῇ τοῦ Πορ φυρίου εἰϲόδῳ τὴν αἰτίανἐπέγραφον. ἔνθεν τοι καὶ θυ- ϲίαϲ προϲῆγον ἐφ’ ὅλαιϲ ἡμέραιϲ ἑπτὰ Μάρνᾳ τῷ θεῷ αὐτῶν (οὕτωϲ γὰρ ἐκάλουν τὸν Δία) ὑετὸν ζητοῦντεϲ λαβεῖν. ἀπράκτων οὑν ἐπανιόντων αὐτῶν (οὐδὲ γὰρ δαιμόνων τοῦτο, θεοῦ δὲ πάντωϲ καὶ τῆϲ αὐτοῦ μεωϲ ἔργον) οἱ Χριϲτιανοὶ τῷ Πορφυρίῳ ϲὺν ἄμα γυναιξὶ προϲιόντεϲ καὶ τέκνοιϲ δέονται λύϲιν εὑρεῖν τοῦ τοϲού- του κακοῦ. πρωῖαϲ οὖν γενομένηϲ ἅμα παντὶ τῷ κλήρῳ καὶ τούτοιϲ αὐτοῖϲ τὴν ἀρχαίαν κατελάβομεν ἐκκληϲίαν, ἥν τὸν ἁγιώτατον ἐπίϲκοπον Ἀϲκληπᾶν, ὅϲ πολλοὺϲ καὶ μεγάλουϲ ὑπέμεινε διὰ Χριϲτὸν διωγμούϲ, οἰκοδομῆϲαι λέγεται. ἐν ἧ καὶ δεήϲειϲ πρὸϲ θεὸν ποιηϲάμενοι ἐπὶ τὸν ναὸν τοῦ ἁγίου μάρτυροϲ Πιμοθέου μετὰ λιτῆϲ καὶ ὕμνων παρεγενόμεθα. κἀν τούτῳ τὰϲ ϲυνήθειϲ εὐχὰϲ ἐκ τελέϲαντεϲ, περὶ ὥραν |ἐνάτην τῆϲ ἡμέραϲ εἰϲ τὴν πόλιν [*](f.124) ἤλθομεν καὶ ἐπεὶ κεκλειϲμένην εὕρομεν τὴν πύλην δι’ ἧϲ εἰϲελθεῖν ἐμέλλομεν τῶν εἰδωλολατρῶν πάντωϲ ἀπο- κλειϲάντων αὐτήν, ἐμείναμεν πρὸ ταύτηϲ ἄχριϲ ὡρῶν δύο παρελεύϲεωϲ ἢ καὶ τριῶν. καὶ τότε (τίϲ ϲοῦ, Χριϲτέ μου, μὴ θαυμάϲει τὴν δύναμιν, ) ἀνέμου νότου κινηθέντοϲ βιαίου βροντῶν τε καταρραγέντων καὶ ἀϲτραπῶν ἐκτρι- βέντων λάβροϲ ὑετὸϲ κατεχέθη καὶ τὴν γῆν ἐκείνην ἐμέ- θυϲεν ἅπαϲαν, ὡϲ ἐκπλαγένταϲ ἐπὶ τούτῳ τοὺϲ Ἐλληναϲ [*](7​​​​ f. ὅλαϲ ἡμέραϲ μαρνᾶ constanter 26 cf adn. ad p. 79 27 κατεχέθη: cf. Lobect Phryn. p. 731)

100
ἀνοῖξαί τε τὴν τῆϲ πόλεωϲ πύλην καὶ ‘μέγαϲ ὁ Χριϲτὸϲ’ βοῆϲαι ‘ὁ θεὸϲ τῶν Χριϲτιανῶν’, προϲτεθῆναί τε τούτῳ καί τιναϲ αὐτῶν ἄνδραϲ ὁμοῦ καὶ γυναῖκαϲ καὶ παῖδαϲ, ἑπτὰ τὸν ἀριθμὸν καὶ εἴκοϲι πρὸϲ τοῖϲ ἑκατόν, ἔτι τε κατ’ αὐτὸν δὴ τὸν καιρὸν καὶ ἑτέρουϲ τριάκοντα πρὸϲ τούτοιϲ καὶ πέντε.

ὅπερ ἐκμαίνεϲθαι τοὺϲ Ἐλληναϲ κατὰ τῶν πιϲτῶν ἐποίει, καὶ δὴ ποτὲ τὸν προμνημονευθέντα Βαρουχᾶν διὰ τινοϲ ἀπαίτηϲιν ἐκκληϲιαϲτικοῦ ϲιτηρεϲίου κὼμῃ παρα - βαλόντα τινὶ τοϲοῦτον τοῖϲ ῥοπάλοιϲ οἱ τῆϲ κώμηϲ ἔτυ- ψαν, ὡϲ ἡμιθανῆ γενόμενον ἔξω ταύτηϲ ῥιφῆναι. ἐπεὶ δὲ τοῦτον ὁ διάκονοϲ Γορνήλιοϲ μεθ’ ἑτέρων δύο Χρι- ϲτιανῶν παριὼν οὕτω κείμενον ἴδοι, διαβαϲτάϲαϲ ἅμα τοῦτον πρὸϲ τὴν πόλιν ἀπῆγεν. καί τινεϲ τῶν Ἐλλήνων μύϲοϲ ἡγηϲάμενοι τοῦτο (νεκρὸν γὰρ ἐνόμιζον εἶναι τὸν βαϲταζόμενον) τῇ γῇ τοῦτον κατέβαλον καὶ ϲχοῖνον ἐκ- [*](f. 154v) δήϲαντεϲ τοῦ ποδὸϲ μακρὰν εἷλκον τῆϲ πόλεωϲ, πολλὰϲ ἐντείναντεϲ τοῖϲ βαϲτάζουϲι τὰϲ πληγάϲ. ὅπερ γνοὺϲ ὁ Πορφύριοϲ καὶ ϲὺν ἄλλοιϲ τιϲὶ τούτουϲ καταλαβὼν ‘μὴ οὕτω’ πρὸϲ αὐτοὺϲ ‘ὦ ἄνδρεϲ’ ἔλεγε ‘μὴ οὕτω πρὸϲ ἄν- θρωπον τὴν αὐτὴν ὑμῖν περικείμενον ϲάρκα ποιεῖτε’. καὶ οὕτω μόλιϲ αὐτῶν τοὺϲ θυμοὺϲ καταϲτείλαϲ τὸν Βαρουχᾶν ἐκέλευϲε διαβαϲταχθέντα πρὸϲ τὴν ἐκκληϲίαν ἀπενεχθῆναι. κατ’ ἐκείνην οὖν τὴν νύκτα τοῦ ἁγίου δεήϲειϲ ὑπὲρ αὐτοῦ πρὸϲ θεὸν ποιουμένου, ἐκεῖνοϲ ἀνοί- γειν ἤρξατο τοὺϲ ὀφθαλμούϲ καὶ τὰ χείλη κινεῖν καὶ ποτὸν ἐξαιτεῖν. ὄρθροϲ ἦν καὶ ἰδοὺ οἱ τῆϲ πόλεωϲ ἔξ- αρχοι τὴν ἐκκληϲίαν καταλαβόντεϲ ἄδικον’ ἐβόων ‘τὸ γε- γονόϲ, οὐχ ὅϲιον γὰρ νεκρὸν ἔξωθεν πρὸϲ τὴν πόλιν εἰϲ- [*](13 f ἅμα 〈ἐκείνοιϲ〉)

101
άγεϲθαι’. πρὸϲ δὲ | καὶ ὕβρεϲιν τὸν ἅγιον ἔβαλλον. ἐξιόν- ταϲ οὖν ἡμᾶϲ καταϲχόντεϲ ἐκεῖνοι τύπτειν ἀφειδῶϲ ἐπεχεί- ρουν· ἐγὼ δὲ ἤμην καὶ ὁ θεοφιλὴϲ Κορνήλιοϲ. θορύβου οὖν γεγονότοϲ ὁ Βαρουχᾶϲ ζήλῳ θείῳ ῥωϲθεὶϲ διαναϲτάϲ τε καὶ ξύλου λαβόμενοϲ τοϲοῦτον ἐπέθετο τύπτων αὐ- τοὺϲ καὶ διώκων, ἕωϲ οὗ πρὸϲ τὸν τοῦ Διὸϲ ναὸν εἰϲή- γαγε φεύγονταϲ, ἄλλοϲ τιϲ Ϲαμψὼν ἐν τούτοιϲ ἀναφα- νεὶϲ γενναιότατοϲ. ὅντινα κἀμὲ μετ᾿ οὐ πολλὰϲ ἡμέραϲ τῷ τῶν διακόνων ὁ μέγαϲ τετίμηκεν ἀξιώματι.

χρόνοϲ παρῆλθε οὐχὶ ϲυχνὸϲ καὶ γράφει πρὸϲ τὸν Κωνϲταντινουπόλεωϲ πατριάρχην (Ἰωάννηϲ δὲ οὗτοϲ ἦν ἡ χρυϲῆ γλῶϲϲα καὶ τὰ θεῖα ϲοφή) τὴν καθαίρεϲιν ἐξαι- τῶν τῶν εἰδωλικῶν γενέϲθαι ναῶν· ᾔδει γὰρ ὡϲ ἐν- τυχὼν ἐκεῖνοϲ τῷ βαϲιλεῖ καλῶϲ τὰ περὶ τούτων θήϲοι [*](f. 125) καὶ εὐμαρῶϲ. δι᾿ ἡμερῶν οὖν τὸν διάπλουν εἴκοϲι ποιη- ϲάμενοι τὴν Κωνϲταντίνου κατέλαβον καὶ τὰ γράμματα τῷ πατριάρχῃ παρέϲχον. ὃ δὲ πρόθυμοϲ εἰϲ τοῦτο γε- νόμενοϲ τὸν κουβικουλάριον Εὐτρόπιον, μεγάλα τότε παρὰ τῷ βαϲιλεῖ δυνάμενον Ἀρκαδίῳ, μετακαλεῖται τὸ τάχοϲ καὶ τὴν ἐπιϲτολὴν ἐγχειρίζει καὶ θερμῶϲ ἀξιοῖ μάλα ταχεῖαν τὴν ἔκβαϲιν καὶ κατὰ ϲκοπὸν Πορφυρίου τὰ πράγματα δέξαϲθαι. ἡμέραι παρῆλθον ἑπτά, καὶ πρόϲ- ταγμα γίνεται βαϲιλικὸν τὰ τῆϲ Γαζαίων πόλεωϲ εἰδω- λεῖα κλειϲθῆναι, καὶ τοῦτο Ἱλάριόϲ τιϲ, τῶν ὑπηρετουμέ- νων εἷϲ ϲουβαδιουβᾶ τῷ μαγίϲτρῳ, λαμβάνει καὶ τὸ τάχοϲ ἅπτεται τῆϲ ὁδοῦ. ϲυνεξῄειν δὲ τούτῳ | κἀγὼ καὶ ἡμερῶν πρό γε ἑπτὰ τῆϲ αὐτοῦ παρουϲίαϲ φθάνω τὴν Γάζαν ἐγὼ καὶ ἅπερ ἔλαβον τοῦ πατριάρχου γράμματα τῷ Πορφυρίῳ κομίζω. δϲ ἅμα τῷ ποιήϲαϲθαι τὴν τούτων [*](15 f. ποιηϲάμενοϲ)

102
ἀνάγνωϲιν εὔθυμόϲ τε γέγονε καὶ τὴν νόϲον ᾗ πεπέδητο ταῖϲ τῶν εἰδωλολατρῶν ἐπεμβολαῖϲ ἀπεϲείϲατο. κατέ- λαβε τοίνυν καὶ ὁ Ἱλάριοϲ, τὰ βαϲιλικὰ διατάγματα τοῖϲ ἐξάρχοιϲ Γἀζηϲ ὑπέδειξε ναὶ δὴ καὶ κατέϲτρεψε τὰ τῶν δαιμόνων ἰνδάλματα καὶ τοὺϲ αὐτῶν ναοὺϲ ἐναπέκλειϲε, τὸν τοῦ Διὸϲ μόνον ἐάϲαϲ χρημάτων οὐκ ὀλίγων ἕνεκα, ἐν ῷ τὰϲ ϲυνήθειϲ τελετὰϲ οἱ ἐναγεῖϲ ἐποιοῦντο.

γυνὴ οὖν τιϲ κατ’ ἐκεῖνο καιροῦ τῶν ἐπιφανῶν τῆϲ πόλεωϲ μία, Αἰλιὰϲ καλουμένη, περὶ τὸν τοκετὸν ἐκιν- [*](f.125v) δύνευεν· |ἦν γὰρ πλάγιον ἐνεχθὲν τὸ βρέφοϲ ἐν τῇ προόδῳ. ὡϲ οὖν πλεῖϲτα τῷ Μάρνᾳ θύοντεϲ (οὕτω γάρ, ὡϲ δεδήλωται, τούτοιϲ ὁ ζεὺϲ ὠνομάζετο) μηδὲν ἤνυον καὶ ἔμελλε μικρὸν ὅϲον ἡ γυνὴ κινδυνεύειν, ἡ ταύτηϲ τροφὸϲ τῇ ἐκκληϲίᾳ ϲχολάζουϲα (πιϲτὴ καὶ γὰρ ἦν) θεή- ϲειϲ ἀνέφερεν ὑπὲρ αὐτῆϲ τῆϲ καμνούϲηϲ. ἤην ὁ θεῖοϲ Πορφύριοϲ οὕτωϲ ἰδὼν κατωδύνωϲ τὰϲ εὐχὰϲ ποιου- μένην, τὴν αἰτίαν μὴ ἀγνοῶν, ὅμωϲ ἤρετο καὶ τῇ διη- γήϲει τῆϲ γραὸϲ ἐπεδάκρυϲε καὶ ἄπελθε’ λέγει πρὸϲ αὐτὴν ’καὶ τοῖϲ προϲήκουϲι ταύτῃ καὶ τοῖϲ τεκοῦϲιν ἀνάγγειλε, τί τῷ ἰατρῷ χαρίζοιντο καὶ ὡϲ οὐδὲν ἄλλο ζητεῖ ἢ τὸ ϲτοιχεῖν τῷ λόγῳ τούτου καὶ ϲυμφωνεῖν καὶ τῇ ϲυγκαταθέϲει τούτων ναὶ δὴ καὶ τῷ ὅρκῳ. τοῦτο δὴ καὶ πρὸϲ τὴν πάϲχουϲαν εἰπέ ᵗἸηηϲοῦϲ ὁ Χριϲτὸϲ διὰ τοῦ Πορφυρίου ἰᾶταί ϲε γίνεται τοῦτο καὶ ὑγιὴϲ ἡ κόρη τῇ ϲυγκαταθέϲει τῶν τεκόντων ὁρᾶται, τὸ βρέφοϲ αὐτίκα διολθεῖϲαν τῆϲ μήτραϲ καὶ ὑγιᾶ ταύτην ὑγιῶϲ ἔχον διαφυλάξαν. ἅπερ οἱ γονεῖϲ θεαϲάμενοι τῆϲ κόρηϲ τῷ μεγάλῳ προϲῆλθον καὶ πανοικὶ ἐβαπτίϲαντο Πορφυ- [*](3 f. 〈καὶ〉 τὰ β. 21 τῶ ϲτοιχεῖν 22 f. τοῦτο δὲ 26 f διολιϲθῆϲαν)

103
ρίου τοῦ βρέφουϲ ὀνομαϲθέντοϲ. ἦϲαν δὲ ὁμοῦ οἱ πε- φωτιϲμένοι τέϲϲαρεϲ καὶ ἑξήκοντα.

τῶν οὖν Ἐλλήνων ἐπὶ τούτοιϲ ἀνιωμένων ὁ μακά- ριοϲ τὸν μητροπολίτην Ἰωάννην καταλαβών, τὴν βαϲι- λεύουϲαν ἐξαιτεῖ καταλαβεῖν ϲὺν αὐτῷ καὶ δέηϲιν τῷ κρατοῦντι προϲενεγκεῖν, λῦϲαι καὶ τὸ τοῦ Διὸϲ τέμενοϲ καὶ τέλεον ἀπαλεῖψαι τῆϲ πόλεωϲ τὰϲ τῶν εἰδώλων μυ- ϲαρὰϲ τελετάϲ. πείθεται μὲν οὖν μόλιϲ ὁ Ἰωάννηϲ, πεί- θεται δὲ ὅμωϲ, καὶ τάχοϲ ἐκπλεύϲαντεϲ καὶ τὴν Ῥόδον [*](f.126) καταλαβόντεϲ ἀνδρὶ δούλῳ θεοῦ (Προκόπιοϲ οὐτοϲ ἦν ὁ θαυμάϲιοϲ) ἐντυγχάνομεν, ὃϲ ἡμῖν πάντα τὰ ϲυμβηϲό- μενα καὶ ἃ χρὴ διαπράξαϲθαί τε καὶ εἰπεῖν ἡμᾶϲ διηγή- ϲατο. καὶ δὴ τὴν πόλιν καταλαβόντεϲ τῷ πατριάρχ Ἰωάννῃ προϲήλθομεν. καὶ δϲ ἐδεξιώϲατο ἡμᾶϲ καὶ θερα- πείαϲ ἠξίωϲε καὶ ἐλπίδαϲ ἔχειν χρηϲτὰϲ ὑπέθετο καὶ τὸν Ἀμάντιον (εὐνοῦχοϲ δὲ οὗτοϲ τῆϲ βαϲιλίϲϲηϲ) πολλὰ πρὸϲ τὸ προκείμενον ἡμῖν ϲυμπονῆϲαι ταῖϲ αὐτοῦ παραι- νέϲεϲιν ὑπιϲχνεῖτο. οὕτωϲ ἀκούϲαντεϲ εἰϲ τὴν ξενίαν ἀπήλθομεν. τῇ ἑξῆϲ δὲ πάλιν τὸν μέγαν καταλαβόντεϲ Χρυϲόϲτομον, εὑρίϲκομεν παρ’αὐτῷ τὸν εἰρημένον Ἀμάν. τιον, καὶ πάντα τούτῳ καὶ ἡμεῖϲ τὰ προκείμενα διη- γούμεθα, καὶ οὕτωϲ αὐτῷ ϲυνταξάμενοι πρὸϲ τὴν ξενίαν ὡρμήϲαμεν. ἕωθεν δὲ καλέϲαϲ ἡμᾶϲ πρὸϲ τὴν αὐγούϲταν τούϲ ἐπιϲκόπουϲ εἰϲήγαγε· ἥ δὲ πρεπόντωϲ τιμήϲαϲα καὶ τῆϲ παρ’ αὐτῶν εὐλογίαϲ τυχοῦϲα καὶ πάντα καὶ ὑπ’ αὐτῶν καλῶϲ ἀναδιδαχθεῖϲα (προειρήκει δὲ αὐτὰ καὶ Ἀμάντιοϲ) καὶ τέλοϲ ἐπιθεῖναι τῷ ϲκοπῷ τούτων ὑπο- ϲχομένη καὶ χρήματα δὲ παραϲχοῦϲα τούτοιϲ εὐθύμουϲ ἀπέλυϲε καὶ τῷ βαϲιλεῖ προϲελθοῦϲα πάντα κατὰ μέροϲ [*](6 λοϲαι: f κλεῖϲαι 23 όρμήϲαμεν)

104
ἐδίδαξεν, ὡϲ ὁ καλὸϲ Ἀμάντιοϲ ἡμῖν ἀνηγγέλλη. ἀλλὰ καὶ αὐτὴ ἡ βαϲίλιϲϲα ἅμα φωτὶ προϲκαλεϲαμένη τοὺϲ ἐπιϲκόπουϲ, οἵτινεϲ ὑπερευξάμενοι ταύτηϲ καὶ τὸν τῆϲ [*](f.126v) κοιλίαϲ καρπὸν ἄρρενα φήϲαντεϲ εἰναι ταῖϲ τοῦ ἐν Ῥόδῳ Προκοπίου προρρήϲεϲιν (ὡϲ προλαβὼν ὁ λόγοϲ ἐδίδαξε) καὶ ὅτι ζήϲει καὶ βαϲιλεύϲει πλείϲτοιϲ ἐν ἔτεϲιν, ἀπηλλάγηϲαν ὑπόϲχεϲιν εἰληφότεϲ τούτου γινομένου ναὸν αὐτὴν μέϲον ἀνεγεῖραι τῆϲ Γάζηϲ.