Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

μετ’ ὀλίγαϲ οὖν ἧμέραϲ τίκτεται τῇ βαϲιλίδι θεοδό- ϲιὸϲ ὁ νέοϲ, εἶτα καὶ βαπτίζεται. ϲυμπαρῆν τῷ πλήθει τῆϲ ϲυγκλήτου καὶ βαϲιλεύϲ. ἔϲτημεν ἡμεῖϲ πρὸϲ τὴν ἔξοδον καὶ τὴν ἔγγραφον δέηϲιν τοῖϲ βαϲιλεῦϲιν ἐπανε- τείναμεν. δέχεται ταύτην ὁ τὸν παῖδα φέρων ἐν τῇ πορφύρᾳῳ καὶ μικρὸν ὑπαναγνούϲ (δεδίδακτο γὰρ ὑπὸ τῆϲ βαϲιλίδοϲ τὸ πρᾶγμα) τὴν χεῖρα ὑπὸ τὴν κεφαλὴν τοῦ βρέφουϲ ὑποβαλὼν καὶ μικρὸν αὐτὴν ὑπεραναϲτήϲαϲ ἐβόηϲεν· ‘οἱ |βαϲιλεῖϲ γενέϲθαι τὰ τῆϲ ἱκεϲίαϲ ἐκέλευ- ϲατ’. ἐκρότηϲε τὸ πλῆθοϲ, ἐπῇνεϲε τὸν λόγον ἡ ϲύγκλη- τοϲ, ὁ βαϲιλεύϲ προϲήκατο τὸ αἰτούμενον, ὡϲ δ Ἀμάντιοϲ ὕϲτερον ἐξεῖπεν ἡμῖν, καὶ πρόϲταγμα τίθηϲιν ἔγγραφον τῶν δύο δὴ τὴν κέλευϲιν βαϲιλέων ἐμφαῖνον, καί τινι τοῦτο πιϲτῷ ἀνδρί (Κυνήγιοϲ ἐκαλεῖτο) δίδωϲι τὴν τῶν εἰδώλων Γάζηϲ μέχριϲ ἐδάφουϲ κελεῦον καθαίρεϲιν. ἔξειϲιν οὖν ὁ ἀνὴρ πρόθυμοϲ περὶ τὴν κέλευϲιν ταῖϲ εἰϲηγήϲεϲι τῆϲ βαϲιλίϲϲηϲ. καὶ μετ’ οὐ πολλὰϲ ἡμέραϲ καὶ ἡμεῖϲ ϲυνταξάμενοι τῇ τοῦ βαϲιλέωϲ ϲυζύγῳ καὶ. πλεῖϲτα χρήματα παρὰ ταύτηϲ εἰϲ οἰκοδομὴν τῆϲ ῆν ἔφηϲε κτίϲειν ἐκκληϲίαϲ ἐν Γάζῃ λαβόντεϲ, ἀλλὰ καὶ. [*](f.127) αὐτῷ πατριάρχ | καὶ βαϲιλεῖ τὴν πρέπουϲαν προϲκύνη- ϲιν ἀπονείμαντεϲ τῆϲ βαϲιλευούϲηϲ ἀπήραμεν. καὶ προϲ- εγγίϲαντεϲ τῇ Ῥόδῳ καὶ τὸν ὁϲιώτατον ἐκεῖνον Προκό-

105
πιον πόθῳ βουληθέντεϲ ἰδεῖν, ἐπείπερ ὁ τῆϲ νηὸϲ ἐξάρ- χων οὐ ϲυνεχώρει προϲπελάϲαι ταύτῃ τῷ τὸν ἄνεμον ἐπιτήδειον πνέειν, τῷ θελήματι τούτου δόντεϲ καὶ ἡμεῖϲ ἑαυτοὺϲ ἐπλέομεν, ἐπλέομεν δὲ πολλὰ λυπούμενοι περὶ τοῦ ἀνδρόϲ. μεθ’ ἡμέραϲ οὖν δύο πλεόντων ἡμῶν εὐόρ μωϲ ἄνεμοϲ αἴφνηϲ γίνεται κατὰ πρόϲωπον τῆϲ νηὸϲ καὶ. ϲυνοχῇ τοῦ ἀέροϲ βροντῶν τε κτύποι καὶ ἀϲτραπῶν ἐπι- φάνειαι κυμάτων δὲ δεινῶν ἐπαναϲτάϲειϲ φρικώδειϲ, καὶ. ἦμεν ἀπειρηκότεϲ ὥϲπερ τὸ ζῆν καὶ τὰϲ εὐχὰϲ Προκο- πίου τοῦ μεγάλου καλοῦντεϲ. πᾶϲαν οὖν ἐκείνην τὴν νύκτα τῷ κλύδωνι τῆϲ θαλάϲϲηϲ ἐνταλαιπωρήϲαντεϲ, τῷ Πορφυρίψ μικρὸν πρὸϲ ὕπνον κατενεχθέντι ὄναρ ὁ Προ- κόπιοϲ ἐφίϲταται ἀρειόφρονα γνωρίζων τὸν ναύκληρον καὶ ὡϲ αὐτοῦ τῇ ὀρθοδόξῳ πίϲτει ϲυντιθεμένου παύϲεται τὰ τοῦ κλύδωνοϲ. λέγει τὸν ὄνειρον ὁ Πορφύριοϲ, ρίζει τῷ ναυκλήρῳ τὸν λόγον, τὴν ϲυνείδηϲιν ἐκεῖνοϲ ἐλέγχουϲαν ἔχων ὁμολογεῖ τὴν αἵρεϲιν, ἀρνεῖται ταύτην καὶ τὰ τοῦ κλύδωνοϲ παύεται. εἶτα καλῶϲ τὸν ἔκπλουν ποιήϲαντεϲ πεφθάκαμεν τὰ τῆϲ Γάζηϲ παράλια, τὸν τό- πον αὐτόν, δν Μαϊουμᾶν κατωνόμαζον.

ὡϲ δὲ τὴν πόλιν εἰϲήλθομεν καὶ περὶ τὸ τετράμφο- δον λεγόμενον ἀφικόμεθα, ὅπου δὴ |καὶ μετὰ τοῦ ζωο- [*](f. 127v) ποιοῦ ϲταυροῦ τὸ πλῆθοϲ ἡμῖν ἀπήντηϲε, τὸ ἑϲτὸϲ ἐκεῖϲε τῆϲ Ἀφροδίτηϲ εἶδωλον ἐν μετεώρῳ (γυμνὸν δὲ ἦν ἐϲχηματιϲμένον καὶ μηδεμίαν ὑπεμφαῖνον τῶν ἀϲχήμων μελῶν περικάλυψιν, πιϲτεῖτε μόνον ) εὐθύϲ καὶ εἰϲ λεπτὰ διαρρήγνυται καὶ δύο τῶν εἰδωλολατρῶν τῷ πεϲεῖν ὑπ’ αὐτὸ ἑϲτηκόταϲ ἀπέκτεινεν.

οὐ πολλαὶ παρῆλθον ἡμέραι καὶ ὁ παρὰ βαϲιλέωϲ [*](8 f κυμάτων τε 20 Μαιτᾶν 26 πίϲτει τε)

106
ϲταλεὶϲ παραγίνεται (Γυνήγιοϲ οὐτοϲ ἦν ὁ πιϲτόϲ, ὃν προλαβὼν ὁ λόγοϲ ἐγνώριϲεν) ἑπομένουϲ ἔχων αὺτῷ τόν τε δοῦκα τοῦ τόπου καὶ τὸν ὑπατικόν. ὅϲ ἐπ’ὄψεϲιν αὐτῶν τοῖϲ τῆϲ πόλεωϲ τὰ βαϲιλέωϲ ἀνεγίνωϲκε γράμ- ματα καταϲτραφῆναι τὰ τεμένη τῶν εἰδώλων κελεύοντα καὶ πυρὶ ϲὺν αὐτοῖϲ εἰδώλοιϲ παραδοθῆναι. λέγεται τοῦτο καὶ ϲτρατιῶται ϲτέλλονται καὶ πάντα ναὸν δαι- μόνων καὶ πᾶν εἶδωλον αὐτῶν εὐκόλωϲ ὡϲ ἂν εἶποιϲ καθεῖλον καὶ τῷ πυρὶ προϲανῆψαν, ναὶ δὴ καὶ αὐτὸ πάν- τωϲ ἐϲχάτωϲ τὸ τοῦ Μάρνα, δ κατ’ ἐξαίρετόν ἐτίμων οἱ ἐναγεῖϲ ἐκεῖνοι καὶ βέβηλοι, μεῖζόν τε τῶν ἄλλων τυγχάνον καὶ ϲκεύεϲι πολυτίμοιϲ ἀλλὰ δὴ καὶ οἰκοδομῶν κάλλεϲιν ἐπιφανῶϲ ἔχον καὶ θαυμαϲτῶϲ. ὧν μηδένα Χριϲτιανὸν λαβεῖν τι τὸ ϲύνολον ὁ Πορφύριοϲ παρηγ- γύηϲε. καιομένου τοίνυν καὶ τούτου ξύλον ὑπερχυθὲν καιόμενον ἐμπίπτει τῷ τριβούνῳ καὶ διαρρήϲϲει μὲν αὐ- τοῦ τὴν κεφαλὴν καὶ τοῦ πυρὸϲ αὐτὸν τίθηϲι παρανά- λωμα, καὶ γίνεται δῆλον ὡϲ τοῖϲ εἰδωλολάτραιϲ προϲέ- [*](f.128) κειτο καὶ ὡϲ ὁ τῶν ἐκδικήϲεων θεὸϲ ἐπαρρηϲιάϲατο. εἶτα τί; καὶ τὰ κατ’ οἴκουϲ εἴδωλα (πολλὰ γὰρ ἦϲαν εὑριϲκόμενα) τῷ πυρὶ μετὰ τῶν μαγικῶν παρεπέμποντο βίβλων. πολλοὶ οὖν τῶν ἀπίϲτων προϲιόντεϲ ἐφ’ ἑκάϲτηϲ ἐβαπτίζοντο τῆϲ ἡμέραϲ τὸν τῆϲ θεογνωϲίαϲ καλῶϲ δι- δαϲκόμενοι λόγον. καὶ οἱ μὲν ἄρχοντεϲ τούτων οὕτωϲ γεγενημένων ἐκεῖθεν ἀπάραντεϲ τὰ οἰκεῖα κατέλαβον.

ὁ δέ γε θαυμαϲτὸϲ Πορφύριοϲ κατὰ τὸν τῆϲ βαϲι- λίδοϲ λόγον τὸν ναὸν οἰκοδομῆϲαι βουλόμενοϲ, ἐφ’ ῷ καὶ τὰ χρήματα παρὰ ταύτηϲ ἔλαβε, διαπορούμενοϲ ἦν, οἶῳ ϲχήμάτι τοῦτον οἰκοδομήϲει. καὶ ἅμα καταλαμβάνει [*](2 αὐτῷ 9 f πάντων 10 κατεξαίρετον 14 χριϲτια- νῶν 15 f ὑπεκχυθὲν)

107
τιϲ μαγιϲτριανὸϲ γράμματα ταύτηϲ τῷ ὁϲίῳ κομίζωνεὐχᾶϲ τε ἀπωτοῦντα ὑπέρ τε ἀνδρὸϲ αὐτῆϲ καὶ uἱοῦ τῶν βαϲι- λέων καὶ τὸ ϲχῆμα δηλοῦντα τοῦ ὀφείλοντοϲ | οἰκοδο- μηθῆναι ναοῦ. δοξάϲαϲ οὖν κἀν τούτῳ τὸν θεὸν ἤρξατο τὴν οἰκοδομίαν ἐν αὐτῷ ποιεῖϲθαι τῷ τόπῳ, ἔνθα ὁ κου θεὶϲ ἵϲτατο ναὸϲ τοῦ Μάρνα. γίνεται οὖν τότε φθόνῳ δαιμόνων πρᾶγμα δακρύων παρ’ὁλίγον ἄξιον· τρεῖϲ παῖ- δεϲ ἐμπίπτουϲι τῷ ἐκεῖϲε τυγχάνοντι βαθυτάτῳ φρέατι, ἀλλὰ θεὸϲ ταῖϲ εὐχαῖϲ Πορφυρίου ἀβλαβεῖϲ αὐτοὺϲ ἀνα- ϲώζει καὶ μηδὲν ὅλωϲ κακὸν ὑπομείνανταϲ. τῷ δὲ ἑξῆϲ ἐνιαυτῷ κίοναϲ δύο καὶ τριάκοντα ϲτέλλει διά τινοϲ ἡ βαϲιλὶϲ τῷ ναῷ περικαλλεῖϲ καὶ ξένουϲ ἡδύ τε καὶ χαρίεν ἀποϲτίλβονταϲ. καὶ οὕτω τὴν. οἰκοδομὴν ὁ ναὸϲ ἔϲχε κα- λῶϲ νεύματι θείῳ τοῦ πάντα δυναμένου θεοῦ ἡμῶν.

κατ’ ἐκεῖνο δὲ καιροῦ γυνή τιϲ ἐξ Ἀντιοχείαϲ, Ἴου λιανὴ καλουμένη, τὴν Γάζαν κατέλαβε τῇ Μανιχαίων [*](f. 128v) αἱρέϲει δεδουλωμένη. ἥτιϲ τοὺϲ νεωϲτὶ προϲιόνταϲ τῇ ὀρθοδόξῳ πίϲτει κακοτεχνίαιϲ τιϲὶν διέϲτρεφε καὶ χρή μάτων δόϲεϲιν. ἔϲτι δὲ πολὺ τὸ διεϲτραμμένον τῆϲ τοιαύτηϲ αἱρέϲεωϲ· θεοὺϲ πολλοὺϲ παρειϲάγουϲι, τοὺϲ Ἕλληναϲ πρὸϲ ἑαυτούϲ οἱ κακόφρονεϲ ἐφελκόμενοι· γέ- νεϲιν καὶ εἱμαρμένην καὶ ἀϲτρολογίαν διδάϲκουϲι, τούϲ ἀνθρώπουϲ πρὸϲ τὸ ἁμαρτάνειν ἀνδραποδίζοντεϲ, ὡϲ μὴ γνώμηϲ ἐξ οἰκείαϲ φερομένουϲ πρὸϲ τοῦτο, ἀλλ’ ἐρ ἀνάγκηϲ τῆϲ εμαρμένηϲ· ὁμολογοῦϲι Χριϲτόν, ἀλλὰ δο κήϲει καὶ φανταϲίᾳ τὴν ἐνανθρώπηϲιν ποιηϲάμενον, ἄλλων αἱρετικῶν οἰκειούμενοι πίϲτειϲ κἅντεῦθεν πολλοὺϲ ὑπο- ϲύροντεϲ. ὅμωϲ τῆϲ ψυχοφθόρου γυναικὸϲ |ἐκείνηϲ τι- νῶν ταῖϲ ἀπάταιϲ καίυπαχθέντων ὁ Πορφύριοϲ τὸ πρᾶγμα [*](18 τιϲίν : τιναῖϲ 19 ἔϲτι : ἔτι)

108
γνοὺϲ οὐκ ἠμέληϲε τὴν διόρθωϲιν, ἀλλὰ πρὸϲ διάλεξιν μᾶλλον εἰπεῖν διόρθωϲιν τὴν γυναῖκα μεταπεμψάμενοϲ, ἐπεὶ μετὰ πολλὰϲ ἐκείνη λόγων προτάϲειϲ καὶ ἀντιθέϲειϲ ἡ αὐτὴ ἦν καὶ οὐκ ἐνεδίδου τῆϲ πονηρᾶϲ ἐκείνηϲ γνώμηϲ καὶ βεβήλου θρηϲκείαϲ, ἐν κακῷ τοὺϲ λόγουϲ ποιουμένη τὴν ψυχὴν ἀπέρρηξεν. οἱ δέ γε ϲυνόντεϲ αὐτῇ φοβη- θέντεϲ καὶ προϲελθόντεϲ τῷ ἐπιϲκόπῳ, καὶ βαπτιϲθέντεϲ, πρότερον καλῶϲ τὴν θεογνωϲίαν ἐκπαιδευθέντεϲ, τῆϲ ἀγαθῆϲ μερίδοϲ γεγόναϲι καὶ πιϲτοὶ διὰ τοῦ βαπτίϲμα- τοϲ ἐγνωρίϲθηϲαν, ἀναθέματι τὸν Μάνην ὑποβαλόντεϲ· ἀρχηγὸϲ δὲ τῆϲ αἱρέϲεωϲ ταύτηϲ ὁ Μάνηϲ οὐτοϲ.

[*](f.129)

πέμπτοϲ ἔκτοτε χρόνοϲ ἐξῆκε, καὶ ὁ ναὸϲ τέλοϲ ἔλαβε καὶ τῆϲ Εξὐδοξίαϲ ἤκουϲε καὶ τὰ ἐγκαίνια κατ’ αὐ- τὴν εἴληφε τὴν ἡμέραν τοῦ πάϲχα. καὶ ὁ Πορφύριοϲ πολὺϲ ἦν οὐ τότε μόνον ἐν ἐλεημοϲύναιϲ, ἀλλὰ καὶ πάν- τοτε καὶ μάλιϲτα ταῖϲ τῶν ἁγίων νηϲτειῶν ἡμέραιϲ· ὃ καὶ κατὰ διαθήκαϲ ὕϲτερον διετυπώϲατο γίνεϲθαι.

φθόνοϲ ἐντεῦθεν ἀνήφθη τοῖϲ τὰ Ἐλλήνων φρονοῦϲι. καὶ τοὺϲ πιϲτοὺϲ ἐκάκουν, ὀλέϲαι δὲ καὶ τὸν μέγαν ἐζή- τουν καὶ ἐπεὶ μὴ εὕριϲκον (δέδωκε γὰρ τόπον τῇ ὀργῇ], τὰϲ τοῦ ἐπιϲκοπείου κατεάξαντεϲ θύραϲ τὰ ἐν αὐτῷ πάντα διήρπαϲαν. γίνεται τῷ ἁγίῳ παιδίϲκη τιϲ πρό- φαϲιϲ ϲωτηρίαϲ· ἧπερ ἐντυχών, ἐπείπερ χριϲτιανὴν μὴ εἰναι παρ’ αὐτῆϲ μεμάθηκε, τὸν λόγον αὐτῇ τῆϲ ἀ|λη- θείαϲ ἐκθέμενοϲ ἐβάπτιϲέ τε ταύτην καὶ χριϲτιανὴν ἐποί- ηϲε κἀν τῷ οἴκῳ ταύτηϲ μείναντεϲ μετελάβομεν ἄρτου. Εἰρήνη τῇ κόρῃ τὸ ὄνομα. τοῦ θορύβου τοίνυν κατα- ϲταλέντοϲ ἡμεῖϲ τὴν ἐκκληϲίαν κατελάβομεν καὶ τὸν Βα- ρουχᾶν εὕρομεν μόνον, ταῖϲ τῶν πληγῶν ἐπαγωγαῖϲ [*](20 cf Rom.12,19)

109
θάνατον περιμένοντα. ἔγνω τὰ πεπραγμένα τῇ ἑξῆϲ ὁ ὑπατικὸϲ καὶ πέμπει κομενταρήϲιον καὶ κολάζει τοὺϲ τὴν ϲτάϲιν ποιήϲανταϲ. μετὰ γοῦν τινα χρόνον ὁ μέγαϲ Πορ- φύριοϲ τὴν ὑποδεξαμένην αὐτὸν κόρην κατηχήϲαϲ μονά- ζουϲαν ἀποκείρει καὶ τοῦ ἀγγελικοῦ ϲχήματοϲ ἀξιοῖ. καὶ μέντοι δὴ καὶ ταῖϲ κατὰ θεὸν ἀρεταῖϲ ἐκείνη μεγάλη γί- νεται καὶ πολλὰϲ τῶν γυναικῶν ἐνάγει πρὸϲ τὸν ὅμοιον | ζῆλον.

[*](f. 129v)

ϲὺ δέ, ἡ τιμία κεφαλὴ καὶ αἰδέϲιμοϲ, ὁ καλὸϲ Πορ- φύριοϲ μετά γε χρόνον τῆϲ ἐπιϲκοπῆϲ εἰκοϲτὸν καὶ τέ- ταρτον νόϲῳ θανάτου πάντωϲ αἰτίᾳ ληφθεὶϲ τὴν ψυχὴν ἐν εἰρήνῃ τῷ θεῷ παρατίθεϲαι ἐν εἰκοϲτῇ ἕκτῃ τοῦ Φε- βρουαρίου μηνόϲ. καὶ νῦν ἐν οὐρανοῖϲ οἰκῶν καὶ τὰ ἐκεῖϲε κάλλη διορθῶν καὶ τὰϲ ὑπὲρ τοῦ κόϲμου πρεϲ- θείαϲ ποιούμενοϲ χάριϲαι ταῖϲ εἰϲ θεὸν εὐκτικαῖϲ ἱκε ϲίαιϲ ϲου καὶ βαϲιλεῖ ἡμῶν τῷ ϲεμνῷ τῷ πιϲτῷ τῷ πᾶϲιν ἐμπρέποντι τοῖϲ ἀγαθοῖϲ κατορθώμαϲι | μακρὰν ζωὴν καὶ χαρμόϲυνον ἰϲχύι θεοῦ ϲυνεχομένην τε καὶ ἰθυνομένην, χρηϲτῶν ἐκ τρόπων ταύτην ἐκκαλουμένῳ, ἀλλὰ δὴ καὶ μάλιϲτα μενόντων νέμοιϲ τούτων τὴν εὐκληρίαν, ἣν αἰῶνεϲ ἔχουϲι, καὶ εἰϲ αἰῶναϲ, λαμπροῖϲ ἡδυνομένῳ καὶ καλοῖϲ τρόποιϲ, πᾶϲι χαίροντι ϲὺν ἁγίοιϲ ἀξίωϲ καὶ βα- ϲιλείαϲ τρυφῶντι τῆϲ ἀύλου· καὶ γὰρ ἐν αὐτοῖϲ τῷ θεῷ πρέπει δόξα κράτοϲ τιμή τε καὶ προϲκύνηϲιϲ ἅμα καὶ νῦν καὶ ἀεὶ καὶ εἰϲ χρόνουϲ αἰώνων. ἀμήν.