Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

Ὁ ἐν ἁγίοιϲ πατὴρ ἡμῶν Πορφύριοϲ οὗτοϲ ὥρμητο ἐκ τῆϲ θεϲϲαλονικέων πόλεωϲ, πλουϲίων καὶ εὐγενῶν γονέων ὑπάρχων υἱόϲ, ἐπὶ τῆϲ βαϲιλείαϲ Ἀρκαδίου καὶ Ὁνωρίου. ἀπάραϲ δὲ τῆϲ ἐνεγκαμένηϲ καὶ πλεύϲαϲ εἰϲ Αἴγυπτον δέχεται τὸ ϲχῆμα τοῦ μονήρουϲ βίου ἐν τῇ κήτει. πέμπτον δὲ ἔτοϲ ϲὺν τοῖϲ ἁγίοιϲ πατράϲι δια- τρίψαϲ ἦλ|θεν εἰϲ Ἱεροϲόλυμα προϲεδρεύων τοῖϲ ἁγίοιϲ τόποιϲ, κἀκεῖθεν ἀπρϲτέλλει Μάρκον τὸν διακονοῦντα αὐτῷ μετὰ γραμμάτων ἐν Θεϲϲαλονίκῃ· ἣν καταλαβὼτ καὶ μερίϲαϲ τὴν οὐϲίαν αὐτοῦ μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἤγαγεν αὐτῷ τὴν τούτων τιμὴν νομίϲματα τριϲχίλια, ἄργυρον δὲ καὶ χρυϲὸν καὶ ἐϲθήματα ἑτέρων νομιϲμά- των χιλίων τετρακοϲίων· ἅπερ λαβὼν ὕϲτερον διέδωκεν πτωχοῖϲ καὶ μοναϲτηρίοιϲ. πάϲχοντοϲ οὖν αὐτοῦ πρώην τὸ ἧπαρ, εὗρεν αὐτὸν ὁ διακονητὴϲ αὐτοῦ ἐλθὼν ὑγιῆ καὶ ἐρωτήϲαϲ τὸν τρόπον τῆϲ ἰάϲεωϲ, ἔφη ὅτι Ὄντοϲ μου ἐν τῇ ἀγρυπνίᾳ τῆϲ ἁγίαϲ Ἀναϲτάϲεωϲ, κατέϲχεν με ὀδύνη ἀφόρητοϲ. ἀνῆλθον ἐν τῷ ἁγίῳ κρανίῳ καὶ ἔθηκα ἑαυτόν, καὶ ἰδοὺ ὁρῶ ἐν ἐκϲτάϲει τὸν ϲωτῆρα καθηλω- μένον ἐν τῷ ϲταυρῷ καὶ ἄρχομαι κράζειν τὴν φωνὴν [*](EPIΤΟMA COD. PARISlNI 1452 4 θεϲαλονικέων 6 ὠνο- ρίου 8 ϲκήτη 11 θεϲαλονίκη 17 ἦπαρ)

84
τοῦ λῃϲτοῦ ‘μνήϲθητί μου κύριε ἐν τῇ βαϲιλείᾳ ϲου’ καὶ λέγει ὁ ϲωτὴρ τῷ λῃϲτῇ· Κάτελθε ἐκ τοῦ ϲταυροῦ καὶ ϲῶϲον ἐκεῖνον τὸν ἀνακείμενον ὥϲπερ καὶ ϲὺ ἐϲώθηϲ. [*](f. 222v) καὶ κατελθὼν περιέλαβεν καὶ κατεφίληϲέν με | καὶ προ- τείναϲ τὴν αὐτοῦ δεξιὰν ἀνέϲτηϲέν με λέγων· Ἐλθὲ πρὸϲ τὸν ϲωτῆρα. καὶ εὐθέωϲ ἀνέϲτην καὶ ἔδραμον πρὸϲ αὐτὸν καὶ ὁρῶ αὐτὸν καταβάντα ἐκ τοῦ ϲταυροῦ καὶ λέγοντά μοι· Λάβε τοῦτο τὸ ξύλον καὶ φύλαξον αὐτό. καὶ λαβὼν καὶ βαϲτϲαϲ ἦλθον εἰϲ ἐμαυτὸν ἐκ τῆϲ ἐκϲτά- ϲεωϲ καὶ οὐκέτι μοι ὀδύνη ἐγένετο.

ἦν οὖν ὁ ὅϲιοϲ πάϲῃ ϲοφίᾳ ἐξηϲκημένοϲ, ἀποϲτομί- ζων Ἰουδαίουϲ καὶ Ἕλληναϲ καὶ αἱρετικούϲ, πάϲῃ ἀρετῇ κατακεκοϲμημένοϲ· ϲκυτοτομικὴν δὲ τέχνην μετήρχετο, πλύνων δέρματα καὶ βύρϲαϲ καὶ ῥάπτων. χειροτονεῖται οὖν πρεϲβύτεροϲ ὑπὸ Πραϋλίου τοῦ τηνικαῦτα πατρι- άρχου Ἱεροϲολύμων ὑπάρχων ἐτῶν ϲαράκοντα πέντε. καὶ ἐγχειρίζει αὐτῷ τὴν φυλακὴν τοῦ τιμίου ϲταυροῦ· ὡϲ πληρω[θῆν]αι τὴν πρώην αὐτῷ δι⌊ . . . .⌉ϲαν ὅραϲιν. ἦν δὲ ἡ τροφὴ αὐτοῦ ἄρτοϲ καὶ λάχανα μετὰ δύϲιν ἡλίου.

τοῦ οὖν ἐπιϲκόπου Γάζηϲ Εἰρηνίωνοϲ μετὰ ἐνιαυτὸν κοιμηθέντοϲ ἦλθον οἱ Γαζαῖοι πρὸϲ Ἰωάννην τὸν μητρο- πολίτην Καιϲαρείαϲ Παλαιϲτίνηϲ αἰτοῦντεϲ ἐπί|ϲκοπον. καὶ κηρύξ⌊αϲ νηϲτεί⌉αν ἐπὶ τοῦτο, ἀποκ⌊αλύπτεται⌉ αὐτῷ Πορφύριοϲ. ὁρᾷ ⌊τότε ὁ⌉ μακάριοϲ Πορφύριοϲ τὸν κύ- ριον ἐν ὁράματι λέγοντα αὐτῷ Παράδοϲ τὴν παραθή- κην ἣν παρεθέμην· ζεῦξαι γάρ ϲε θέλω γυναικὶ ταπεινῇ μὲν ἀλλ᾿ εὐπορωτάτῃ. ἐν τούτοιϲ οὖν μετὰ μικρὸν ἀποϲτέλλει αὐτὸν ὁ πατριάρχηϲ Πραΰλιοϲ πρὸϲ Ἰωάννην τὸν Καιϲαρείαϲ μητροπολίτην αἰτήϲαντοϲ αὐτοῦ τοῦτον [*](23 cf. 85, 9 sim. 20 εἰρηνιῶνοϲ 26 ταπεινὴ)

85
αὐτῷ ἐκπεμφθῆναι λόγῳ ζητήματοϲ γραφικοῦ. ὃν κατα- λαβόντα χειροτονεῖ ἐπίϲκοπον Γάζηϲ δακρύοντα. καὶ. παραδοθεὶϲ τοῖϲ Γαζαίοιϲ ἦλθεν εἰϲ τὸν ναὸν τῆϲ ἁγίαϲ Εἰρήνηϲ, ὃν ἰρηνίων ὁ πρὸ αὐτοῦ ἐπίϲκοποϲ ᾠκοδόμηϲεν.

μετὰ δὲ τὴν εἴϲοδον αὐτοῦ ἀβροχίαϲ γενομένηϲ οἱ Ἕλληνεϲ τὴν αἰτίαν τῷ ὁϲίῳ Πορφυρίῳ ἐπέγραφον, ὡϲ χρηματιϲθέντοϲ παρὰ Μάρνα τοῦ αὐτῶν θεοῦ ὅτι, φηϲί, Κακοπόδινόϲ ἐϲτι Πορφυρίων ὁ ἐπίϲκοποϲ. αὐτὸϲ δὲ κηρύξαϲ παννυχίδα καὶ εὐξάμενοϲ μετὰ τοῖϲ Χριϲτιανοῖϲ, ἐποίηϲεν ὁ κύριοϲ γενέϲθαι ὄμβρον μέγαν, ὥϲτε λοὺϲ τῶν Ἐλλήνων πι|⌊ϲτεύονταϲ⌉ λέγειν ὅτι Ὁ Χριϲτὸϲ [*](f. 223) μόνοϲ ⌊θεόϲ⌉, αὐτὸϲ μόνοϲ ἐνίκηϲεν. ⌊ἐπίϲτ⌉ευϲαν δὲ τότε ἄνδρεϲ ἑ[κατ]ὸν εἴκοϲι ἑπτὰ καὶ παῖδεϲ τέϲϲαρεϲ.

ὄντων δὲ τῶν ἀρχόντων ἔτι ἀπίϲτων πολλὰ κακὰ τοῖϲ Χριϲτιανοῖϲ ἐπεδείκνυντο. Βαρωχᾶϲ τοίνυν ὁ ἀνά θρεπτοϲ τοῦ ἁγίου ἀποϲταλεὶϲ ἀνύϲαι εἰϲ κώμην κανόνα ἐκκληϲιαϲτικόν — γεωργὸϲ οὖν τιϲ Ἕλλην ἀντιταξάμενοϲ αὐτῷ ἐποίηϲεν ταραχήν, καὶ ἀθροιϲθέντεϲ οἱ Ἕλληνεϲ τύπτουϲι τὸν Βαρωχᾶν ἕωϲ θανάτου. Κορνήλιοϲ δὲ διά- κονοϲ εὺρὼν αὐτὸν ὡϲεὶ νεκρὸν ἤγαγεν ἐν τῇ πόλει. ᾧτινι ὀργιϲθέντεϲ οἱ Ἕλληνεϲ ἔτυψαν αὐτόν, ὅτι νεκρὸν εἰϲήγαγεν εἰϲ τὴν πόλιν. γνοὺϲ δὲ ὁ ἅγιοϲ ἐξελθὼν μετὰ πολλὰϲ παραινέϲειϲ μόλιϲ τούτουϲ εἰρήνευϲεν. πάλιν δὲ ἐπιβάντων ἐνδυναμωθεὶϲ ὁ θεοφιλὴϲ Βαρωχᾶϲ, ὁ παῤ αὐτοῖϲ νεκρὸϲ νομιζόμενοϲ, ἁρπάϲαϲ ξύλον ἐδίωξεν οὐ τοὺϲ μέχρι τοῦ Μαρνείου.