Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπεδήμηϲεν τῇ πόλει [*](2 ἔβαλον V 3 ϲπυρίδῃ B ὡϲεὶ ἀϲτραπὰϲ Ha f. 〈φῶϲ〉 ὡϲἐπὶ ἀϲτραπῆϲ 8 ϲπουδαὶοϲ B 10 φειλοτιμούμενοϲ B 12 πέμπῃ B 13 ϲτ[ύλ]ουϲ c. ras. V 15 καλοῦντε B κα- ρώϲτιοι B V corr. Henschen 17 πάλιν αὐτῶν B ἡ om. V) [*](22 ἀπέθεντο B 23 ὑπέθρω BV corr. Ha 25 τοὑτον B)

69
γυνή τιϲ Ἀντιόχιϲϲα καλουμένη Ἰουλία, ἥτιϲ ὑπῆρχεν τῆϲ μυϲαρᾶϲ αἱρέϲεωϲ τῶν λεγομένων Μανιχαίων, καὶ. γνοῦϲά τιναϲ νεοφωτίϲτουϲ εἶναι καὶ μήπω ἐϲτηριγμέ- νουϲ ἐν τῇ ἁγίᾳ πίϲτει ὑπειϲελθοῦϲα ὑπέφθειρεν αὐτοὺϲ διὰ τῆϲ γοητικῆϲ αὐτῆϲ διδαϲκαλίαϲ, πολλὰ δὲ πλέον διὰ δόϲεωϲ χρημάτων. ὁ γὰρ ἐφευρὼν τὴν εἰρημένην ἄθεον αἵρεϲιν οὐκ ἄλλωϲ ἠδυνήθη δελεάϲαι τινὰϲ εἰ μὴ διὰ τῆϲ παροχῆϲ τῶν χρημάτων. καὶ γὰρ τὸ μάθημα αὐτῶν τοῖϲ γε νοῦν ἔχουϲιν πεπλήρωται πάϲηϲ βλαϲφημίαϲ καὶ. καταγνώϲεωϲ καὶ γραώδων μύθων ἐφελκομένων γυναι κάρια καὶ παιδιώδειϲ ἄνδραϲ κοῦφον ἔχονταϲ τόν τε λογιϲμὸν καὶ τὴν διάνοιαν. ἐκ διαφόρων γὰρ αἱρέϲεων καὶ δογμάτων Ἐλληνικῶν ϲυνέϲτηϲαν ταύτην αὐτῶν τὴν κακοδοξίαν, βουλόμενοι πανούργωϲ καὶ δολίωϲ πάνταϲ προϲλαβέϲθαι. θεοὺϲ γὰρ πολλοὺϲ λέγουϲιν, ἵνα Ἕλληϲιν ἀρέϲωϲιν, ἔτι δὲ καὶ γένεϲιν καὶ εἱμαρμένην καὶ ἀϲτρο- λογίαν φάϲκουϲιν, ἵνα ἀδεῶϲ ἁμαρτάνωϲιν, ὡϲ μὴ ὄντοϲ ἐν ἡμῖν τοῦ ἁμαρτάνειν, ἀλλ’ ἐξ ἀνάγκηϲ τῆϲ εἱμαρμέ- νηϲ. ὁμολογοῦϲιν δὲ καὶ Χριϲτόν, δοκήϲει γὰρ αὐτὸν λέγουϲιν ἐνανθρωπῆϲαι· καὶ αὐτοὶ γὰρ δοκήϲει λέγονται Χριϲτιανοί. τὰ γὰρ γέλωτοϲ καὶ δυϲφημίαϲ ἄξια παρα- λιμπάνω, ἵνα μὴ πληρώϲω τὰϲ ἀκοὰϲ τῶν ἐντυγχα- [*](1 ἀντιόχηϲα B -ειϲα V corr. Ha ἰουλία P ἰολία B V ἰου- λιανή M 2 μυϲερᾶϲ V [λεγο]μένων c. ras. V μανιχέων V corr. v 3 ἐϲτηρηγμένουϲ B 4 πίϲτη V corr. v 5 f πολλῷ) [*](6 δώϲεωϲ rad. corr. V ἐφευρὸν B 7 οὐκ ἄλωϲ B οῦ καλῶϲ V corr. V2 10 γραοδῶν BV corr. V2 14 παν- ούργοϲ B 16 ἡμαρμένην B V corr. v 17 ἁμαρτάνουϲιν V corr. v ὄντωϲ BV corr. v 18 τοῦ: τὸ BV corr. v ἡμαρ- μένηϲ BV corr. v 12 ὁμολογοῦϲι V δοκείϲει V corr. v) [*](21 παραλειμπάνων B παραλ[ει]μ[πά]νω c. ras. V corr. v)
70
νόντων ἤχουϲ βαρυτάτου καὶ τερατολογίαϲ. τὰ γὰρ Φιλιϲτίωνοϲ τοῦ ϲκηνικοῦ καὶ Ἡϲιόδου καὶ ἄλλων λεγο- μένων φιλοϲόφων ϲυμμίξαντεϲ τοῖϲ τῶν Χριϲτιανῶν τὴν ἑαυτῶν αἵρεϲιν ϲυνεϲτήϲαντο. ὥϲπερ γὰρ ζωγρά- φοϲ ἐκ διαφόρων χρωμάτων μίξιν ποιῶν ἀποτελεῖ δο- κήϲει ἄνθρωπον ἢ θηρίον ἢ ἄλλο τι πρὸϲ ἀπάτην τῶν θεωρούντων, ἵνα δόξῃ τοῖϲ μὲν μώροιϲ καὶ ἀνοήτοιϲ ἀληθῆ τυγχάνειν, τοῖϲ δὲ νοῦν ἔχουϲι ϲκϲιὰ καὶ ἀπάτη καὶ ἐπίνοια ἀνθρωπίνη, οὕτωϲ καὶ οἱ Μανιχαῖοι ἐκ δια- φόρων δογμάτων ἀντλήϲαντεϲ ἀπετέλεϲαν τὴν αὐτῶν κακοδοξίαν, μᾶλλον δὲ ἐκ διαφόρων ἑρπετῶν τὸν ἰὸν ϲυναγαγόντεϲ καὶ μίξαντεϲ θανατηφόρον φάρμακον κατε- ϲκεύαϲαν πρὸϲ ἀναίρεϲιν ἀνθρωπίνων ψυχῶν. ὡϲ δὲ προείρηται ἐνδημηϲάϲηϲ τῆϲ λοιμοφόρου γυναικόϲ, τινὲϲ τῇ ἀπατώδει αὐτῆϲ διδαϲκαλίᾳ ϲυναπήχθηϲαν. μεθ’ἡμέραϲ δέ τιναϲ γνοὺϲ παρά τινων πιϲτῶν ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ μεταπεμψάμενοϲ αὐτὴν ἐπηρώτα,τίϲκαὶ πόθεν ὑπῆρχεν καὶ. ποίαν δόξαν ἐπιφέρεται. ἣ δὲ καὶ τὴν πατρίδα καὶ ὅτι Μανιχαία ἐτύγχανεν ὡμολόγηϲεν. τῶν δὲ περὶ αὐτὸν ὀργῇ κινηθέντων (ἦϲαν γὰρ παρ’ αὐτῷ τινεϲ εὐλαβεῖϲ) παρεκάλει ὁ μακάριοϲ αὐτοὺϲ μὴ θυμοῦϲθαι ἀλλὰ μεθ’ ὑπομονῆϲ παραινέϲαι καὶ ἅπαξ καὶ δίϲ, φυλάττων τὸ ῥητὸν τοῦ ἁγίου ἀποϲτόλου. εἶτα λέγει τῇ γυναικί· [*](23 ad Titum 3,10) [*](1 ἤχου v 2 φιλιϲτίονοϲ BV corr. v (cf. Epiphan. panar. h. 66, 22) ϲκήνου BV corr. Ha ϊϲαόδου B 5 δοκείϲει V corr. v 8 ἀληθὲϲ Ha τυγχάνων BV -νον v corr. Ha 9 οὖτοϲ B 11 [ἐρπε]τῶν c. ras. V τῶν ϊῶν B 12 μή- ξαντεϲ B 14 ἐνδημήϲαϲ BV corr. B 15 άπατώδῃ BV. corr. v 17 ἐπιρότα B 18 ἐππφέρετε B 19 ὁμολόγηϲεν B αὐτῶν BV corr. v 21 post παρεκὰλει eras. δὲ V 22 δπῖϲ B φυλάττον B 23 [ἁ]γίου c.ras. V)
71
Ἀπόϲχου, ἀδελφῇ, ταύτηϲ τῆϲ κακοδοξίαϲ· ϲατανικὴ γὰρ τυγχάνε. ἢ δὲ ἀπεκρίνατο· Λέγε καὶ ἄκουε, καὶ ἢ πεί- θειϲ ἢ πείθῃ. ὁ δὲ μακάριοϲ εἶπεν· Εὐτρεπίζου εἰϲ τὴν αὔριον καὶ παραγένου ἐνταῦθα. ἣ δὲ ϲυνταξαμένη ἐξῆλθεν. ὁ δὲ μακάριοϲ νηϲτεύϲαϲ καὶ πολλὰ δεηθεὶϲ τοῦ Χριϲτοῦ ἵνα καταιϲχύνῃ τὸν διάβολον ἠυτρεπίϲθη εἰϲ τὴν ἑξῆϲ, προϲεκαλέϲατο δέ τιναϲ τῶν εὐλαβῶν κλη- ρικῶν τε καὶ λαϊκῶν εἰϲ τὸν διάλογον αὐτοῦ τε καὶ τῆϲ γυναικόϲ. τῇ δὲ ἐπαύριον παραγίνεται ἡ γυνή, ἔχουϲα μεθ’ ἑαυτῆϲ ἄνδραϲ δύο καὶ τοϲαύταϲ γυναῖκαϲ· ἦϲαν 〈δὲ〉 νεώτεροι καὶ εὐειδεῖϲ, ὠχροὶ δὲ οἱ πάντεϲ, ἡ δὲ Ἰουλία ἦν προβεβηκυῖα. ὅλοι δὲ ὥρμουν ἀπὸ λόγων τῆϲ κοϲμικῆϲ παιδείαϲ, πολλῷ δὲ πλέον ἡ Ἰουλία. τὸ δὲ πρόϲχημα αὐτῶν ἦν ταπεινὸν καὶ τὸ ἦθοϲ ἤπιον, τὸ δὲ δὴ λεγόμενον ἔξωθεν πρόβατα, ἔϲωθεν δὲ λύκοι ἅρπαγεϲ καὶ θηρία ἰοβόλα· πάντα γὰρ μεθ’ ὑποκρίϲεωϲ λαλοῦϲίν τε καὶ πράττουϲιν. εἶτα ἐπιτραπέντεϲ καθίϲαι τὴν ζήτηϲιν ἐποιοῦντο. ὁ δὲ ἐν ἁγίοιϲ βαϲτάζων τὰ ἅγια εὐαγγέλια καὶ ποιήϲαϲ τὴν ϲφραγῖδα τοῦ ϲταυροῦ ἐν τῷ ϲτόματι αὐτοῦ ἤρξατο ἐπερωτᾶν αὐτὴν ἐξειπεῖν τὴν δόξαν αὐτῆϲ, ἣ δὲ ἤρξατο λέγειν. ὁ δὲ ἀδελφὸϲ Κορνήλιοϲ ὁ διάκονοϲ ὁ πρὸ βραχέοϲ ὀνομαϲθείϲ, ἐπι- ϲτάμενοϲ τὰ Ἐννόμου ϲημεῖα, ἐπιτραπεὶϲ παρὰ τοῦ μα- καριωτάτου ἐπιϲκόπου πάντα τὸ λεγόμενα καὶ ἀντιτι- [*](15 cf Matth. 7,15) [*](1 ταύτηϲ ἀδελφή V 2 τυγχάνῃ B 3 πείθει B 4 παρα- γίνου Eb 8 διάλογων B 9 τι δὲ B 11 δὲ add. Ha, an ἦϲαν 〈δὲ οὗτοι μὲν〉 ὀχροὶ B V corr. v 12 ὅρμουν BV corr. v ἐπὶ λόγων Ha 13 παιδίαϲ B 15 [δὲ] δὴ Us) [*](17 καθῆϲαι BV corr. v 22 κορνίλιοϲ B βραχέωϲ BV corr. v 28 ἐν νόμῳ Ha)
72
θέμενα ἐϲημειοῦτο, ἐμοῦ καὶ τοῦ ἀδελφοῦ Βαρωχᾶ ὑπο- μιμνηϲκόντων. τὸν δὲ διάλογον οὐκ ἔγραψα ἐν τούτῳ τῷ βιβλίῳ διὰ τὸ εἶναι μέγαν, βουλόμενοϲ ἐν ἐπιτομῇ ποιήϲαϲθαι τὴν παροῦϲαν ϲυγγραφήν, ἐν ἑτέρῳ δὲ βιβλίῳ αὐτὸν ἐξεθέμην τοῖϲ βουλομένοιϲ γνῶναι τήν τε ϲοφίαν τὴν δοθεῖϲαν παρὰ θεοῦ τῷ ὁϲιωτάτῳ Πορφυρίῳ καὶ τοὺϲ γραώδειϲ μύθουϲ οὓϲ ἐφλυάρηϲεν ἡ τερατολόγοϲ καὶ φαρ- μακὸϲ Ἰουλία. ἥντινα μετῆλθεν ἡ θεία δίκη ὀξέωϲ. μετὰ γὰρ τὸ πολλὰ καὶ ἐπὶ πλείϲταϲ ὥραϲ μυθολογῆϲαι καὶ. τὰϲ ϲυνήθειϲ βλαϲφημίαϲ εἰπεῖν εἰϲ τὸν τῶν ὅλων κύ- ριον καὶ θεὸν κινηθεὶϲ ὑπὸ τοῦ θεϊκοῦ ζήλου ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ, ὁρῶν τὸν τὰ πάντα περιέχοντα [τὰ πέρατα] τά τε ὁρατὰ καὶ τὰ ἀόρατα βλαϲφημούμενον ὑπὸ γυ- ναικὸϲ ἐνεργουμένηϲ ὑπὸ τοῦ διαβόλου καὶ ϲυγκαταβαινού- ϲηϲ τῷ ἐκείνου θελήματι, ἀπεφήνατο κατ’ αὐτῆϲ εἰπών· Ὁ θεὸϲ ὁ τὰ πάντα ποιήϲαϲ, ὁ μόνοϲ ἀίδιοϲ μήτε ἀρχὴν μήτε τέλοϲ ἔχων, ὁ ἐν τριάδι δοξαζόμενοϲ, πατάξει ϲου τὴν γλῶτταν καὶ φιμώϲει ϲου τὸ ϲτόμα, ἵνα μὴ λαλῇ δύϲφημα. εὐθέωϲ δὲ ϲὺν τῇ ἀποφάϲει καὶ ἡ τιμωρία ἐπηκολούθηϲεν· ἤρξατο γὰρ τρέμειν ἡ Ἰουλία καὶ ἀλ- λοιοῦϲθαι τὸ πρόϲωπον, καὶ μείναϲα ἐν ἐκϲτάϲει ἐπὶ ἱκανὴν ὥραν οὐκ ἐλάλει, ἀλλ’ ἦν ἄφωνοϲ καὶ ἀκίνητοϲ, τοὺϲ ὀφθαλμοὺϲ ἔχουϲα διηνοιγμένουϲ καὶ προϲέχονταϲ τῷ ὁϲιωτάτῳ ἐπιϲκόπῳ. οἱ δὲ ϲὺν αὐτῇ θεαϲάμενοι ἃ ὑπέϲτη ἐφοβήθηϲαν ϲφόδρα, ἐψυχαγώγουν δὲ αὐτὴν καὶ [*](1 ἐϲιμειοῦτο B 2 ἄλογον BV λόγον Ha 3 μέγα BV corr. Ha 7 φαρμάκωϲ B rad.corr.V 9 τὰ πολλὰ B V corr. Ha πλείϲταιϲ ὥραιϲ B 10 τῶν om. B ὅλον B 12 τὰ πέρατα dittographiam del. Us cf P 14 ϲυνκαταβ. BV corr. v 17 ἔχον B τριάδη B 18 φημώϲει BV corr. v 20 ἐπικολού- θηϲεν B 22 εἰκανὴν B ἐλάλη B 23 διηνυγμένουϲ B)
73
ἐπῇδον εἰϲ τὸ οὖϲ αὐτῆϲ, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόαϲιϲ. ποιήϲαϲα δὲ ὥραν ἱκανὴν ἄφωνοϲ παρέδωκεν τὴν ψυχήν, ἀπελθοῦϲα εἰϲ ὅπερ ἐτίμηϲεν ϲκότοϲ, φῶϲ αὐτὸ ἡγηϲαμένη, κατὰ τὴν γραφὴν τὴν λέγουϲαν· ‘οὐαὶ τοῖϲ ποιοῦϲιν τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ, τοῖϲ τιθεῖϲι τὸ ϲκότοϲ φῶϲ καὶ τὸ φῶϲ ϲκότοϲ’. ἐπέτρεψεν δὲ ὁ ἐν ἁγίοιϲ περιϲταλῆναι αὐτῆϲ τὸ ϲῶμα καὶ ταφῇ παραδοθῆναι, ἐλεήϲαϲ τὴν ἀνθρωπείαν φύϲιν· ἦν δὲ καθ’ ὑπερβολὴν εὔϲπλαγχνοϲ. ὅϲοι δὲ ἤκουϲαν τὸ γενό. μενον ὑπερεθαύμαϲαν, οὐ μόνον οἱ τῆϲ ἡμετέραϲ πίϲτεωϲ, ἀλλὰ καὶ οἱ ἀλλοεθνεῖϲ. οἱ δὲ μετ’ αὐτῆϲ δύο ἄνδρεϲ καὶ γυναῖκεϲ καὶ ὅϲοι ὑπεφθάρηϲαν παρ’ αὐτῆϲ δρα- μόντεϲ προϲέπεϲαν τοῖϲ ποϲὶν τοῦ μακαριωτάτου ἐπι- ϲκόπου λέγοντεϲ· Πεπλανήμεθα, καὶ ᾔτουν μετάνοιαν. ὁ δὲ μακάριοϲ ἐποίηϲεν πάνταϲ ἀναθεματίϲαι τὸν Μάνην τὸν ἀρχηγὸν τῆϲ αὐτῶν αρέϲεωϲ, ἐξ οὗ καὶ Μανιχαῖοι ἐκλήθηϲαν, καὶ κατηχήϲαϲ αὐτοὺϲ ἐπὶ πλείϲταϲ ἡμέραϲ προϲήγαγεν τῇ ἁγίᾳ καθολικῇ ἐκκληϲίᾳ. προφάϲει δὲ ἐκείνων καὶ ἄλλοι τῶν ἀλλοεθνῶν μετανοήϲαντεϲ ἐφω- τίϲθηϲαν.

μετὰ δὲ πενταετῆ χρόνον ἐτελειώθη τὸ ἔργον τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ τῆϲ μεγάληϲ, ἐκλήθη δὲ Εὐδοξιανὴ ἐκ τοῦ ὀνόματοϲ τῆϲ θεοφιλεϲτάτηϲ Εὐδοξίαϲ τῆϲ βαϲιλίδοϲ. ἐπετέλεϲεν δὲ ὁ ὁϲιώτατοϲ Πορφύριοϲ τὰ ἐγκαίνια τῇ ἡμέρᾳ τῇ ἀναϲταϲίμῳ τοῦ ἁγίου πάϲχα πολυτελῶϲ, μὴ [*](4 Isai. 5, 20) [*](2 ποιἡϲαϲ V corr. v 4 αὐτῶ BV corr. v 8 ἀνθρωπίαν BV corr. v 11 ἀλλοεθνῆϲ B 13 προϲέπεϲον v 15 ἀνα- θεματῆϲαι B V corr. v 17 ἐκλίθηϲαν V corr. v 19 ἅλλων ἐθνῶν BV corr. Ha 23 βαϲιλείδοϲ B)

74
φειϲάμενοϲ δαπάνηϲ, ἀλλὰ ϲυνάξαϲ πάνταϲ τούϲ μονα- χοὺϲ ὡϲ ὀνόματα χίλια μετ’ ἄλλων εὐλαβῶν κληρικῶν καὶ λαικῶν καὶ ἐπιϲκόπων ἐποίηϲεν εὐφροϲύνην τὰϲ πάϲαϲ ἡμέροϲ τοῦ ἁγίου πάϲχα. καὶ ἦν θεάϲαϲθαι ἀγ- γελικοὺϲ χοροὺϲ οὐ μόνον ἐν τῇ ἀκολουθίᾳ τῇ ἐκκλη- ϲιαϲτικῇ, ἀλλὰ καὶ ἐν ταῖϲ ὥραιϲ, ἡνίκα ἐγεύοντο. οὐ μόνον γὰρ ἦν ἡ τράπεζα αἰϲθητή, ἀλλὰ καὶ πνευματική. μετὰ γὰρ τὸ ὄψον ἐλέγετο ψαλμὸϲ καὶ μετὰ τὸ πόμα ὕμνοϲ. οἱ δὲ τῆϲ εἰδωλομανίαϲ ὁρῶντεϲ τὰ γινόμενα ἐτήκοντο τῇ καρδίᾳ. καὶ γὰρ πανταχόθεν ἤρχοντο ξένοι θεάϲαϲθαι τὸ κάλλοϲ καὶ τὸ μέγεθοϲ τῆϲ εἰρημένηϲ ἁγίαϲ ἐκκληϲίαϲ· ἐλέγετο γὰρ παϲῶν τῶν ἐκκληϲιῶν τῶν κατ’ ἐκεῖνο καιροῦ μείζων. τούτου ἕνεκεν ὅτε τούϲ θεμε- λίουϲ ἔβαλεν τὴν ἀρχὴν ἐνεκαλεῖτο παρά τινων πιϲτῶν, ὅτι μεγάλην αὐτὴν ἐχάραξεν ὀλίγων ὄντων Χριϲτιανῶν ἐν τῇ πόλει, καὶ ἀποκριθεὶϲ ὁ ὁϲιώτατοϲ Πορφύριοϲ εἶπεν Μὴ ἔϲηται· ἡ πίϲτιϲ ὑμῶν ὀλίγη· εὔελπιϲ γάρ εἰμι εἰϲ τὸν κύριον Ἰηϲοῦν Χριϲτὸν τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πληθύνει τὴν ποίμνην αὐτοῦ καὶ μεγαλύνει πλέον τὸν Οἶκον τοῦτον ἐκ τοῦ μὴ δύναϲθαι τὰ πλήθη τῶν Χρι- ϲτιανῶν χωρεῖν· οὕτε γάρ ἐϲτιν ἀνθρώπινον τὸ τῶν Χριϲτιανῶν δόγμα, ἵνα πρὸϲ καιρὸν ὀφθῇ καὶ καταλυθῇ, ἀλλὰ θεικὸν καὶ αὔξηϲιν ἐπιδεχόμενον. ταῦτα καὶ τὰ τοιαῦτα ἀεὶ διελέγετο ὁ μακάριοϲ τοῖϲ πιϲτοῖϲ, οὐ μόνον ἐν τῇ ἐκκληϲίᾳ ἀλλὰ καὶ ἐν ἑκάϲτῳ τόπῳ φωταγωγῶν [*](1 φηϲάμενοϲ BV corr. v 2 ἄλων B 5 χωροὺϲ B 6 εὐωχίαιϲ pro ὥραιϲ voluerat Eb ἐγένοντο BV cf. 16, 2 7 ἐϲθητή BV corr. v 6 μετοπόμα B 9 γενόμενα B 10 ἐτί- κοντο B 12 ἐλέγετῳ B 13 ἐκεῖνο ex ἐκείνου V 17 ἔϲηται: latere videtur coni. aor. ll plur. 19 μεγαλύνῃ B 21 οὔτε: οὕτω V οὔπω V2ν 22 ὡφθῆ BV corr. v 25 φωταγωγὸν B )
75
καὶ ὠφελῶν τὸν φιλόχριϲτον λαόν. μετὰ δὲ τὰϲ ἡμέ- ραϲ τῆϲ ἑορτῆϲ τὰ πλήθη μετ’ εἰρήνηϲ ἕκαϲτον εἰϲ τὰ ἴδία ἀπέλυεν. μετὰ δὲ τὸ κτίϲαι καὶ ἁγιάϲαι τὴν μένην ἁγίαν ἐκκληϲίαν ἔταξεν δίδοϲθαι ἑκάϲτῳ ξένῳ ἐνδημοῦντι τῇ πόλει μιᾶϲ ἡμέραϲ τὸ ἀνάλωμα, ἐχορήγει δὲ καὶ ἑκάϲτῳ πτωχῷ ξένῳ τε καὶ πολίτῃ καθ’ ἑκάϲτην ἡμέραν ἀνὰ ὀβολοὺϲ ἕξ ἐκτὸϲ ὧν αὐτὸϲ παρεῖχεν δι’ ἑαυτοῦ τοῖϲ προϲερχομένοιϲ αὐτῷ ἔν τε ἱματίοιϲ καὶ ἀργυρίῳ καὶ χρυϲίῳ, ἑκάϲτῳ παρέχων πρὸϲ τὴν αὐτοῦ ἀξίαν, καὶ οὐδεὶϲ ἦν ἄμοιροϲ τῶν δεομένων τῶν αὐτοῦ χαριϲμάτων. ἐν δὲ ταῖϲ ἡμέραιϲ τῶν νηϲτειῶν τῆϲ ἁγίαϲ παϲχαλίαϲ ἐχορήγει ἑκάϲτῳ πτωχῷ ἀνὰ ὀβολοὺϲ δέκα ἐπὶ ἡμέραϲ τεϲϲαράκοντα, παρακελευϲάμενοϲ ἐν τῇ αὐ- τοῦ εὐϲεβεῖ διαθήκῃ πάντωϲ δίδοϲθαι τοὺϲ εἰρημένουϲ δέκα ὀβολούϲ τὰϲ τεϲϲαράκοντα ἡμέραϲ, ἀφορίϲαϲ πρόϲ οδον ἐξ ἧϲ αὐτοὺϲ δίδοϲθαι βουληθεὶϲ ἐν τῇ εἰρημένῃ δια- θήκῃ ἐνέταξεν, εἰ μὴ χορηγηθείη ταῦτα καθ’ ἕκαϲτον ἐνιαυτόν, τὴν εἰρημένην πρόϲοδον ἔρχεϲθαι εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν Καιϲαρείαϲ. ταῦτα δὲ ὕϲτερον ἐγένετο.

οἱ δὲ τῆϲ εἰδωλομανίαϲ ὅϲον ἐθεώρουν προκόπτοντα τὸν Χριϲτιανιϲμόν, τοϲοῦτον ἐμαίνοντο καὶ ἐϲπούδαζον κακῶϲαι τοὺϲ Χριϲτιανοὺϲ καὶ πρό γε πάντων τὸν ὅϲιον αὐτῶν ποιμένα Πορφύριον. ποτὲ γὰρ ἀντιβολῆϲ γενο- μένηϲ χάριν χωρίων μεταξὺ τοῦ οἰκονόμου τῆϲ ἁγίαϲ ἐκ- [*](1 ὀφελῶν B 2 πλήθει B 3 ἀπέλυον BV corr. Ha κτήϲαι B 4 διδοῦϲθαι BV corr. Ha 5 ἐνδιμοῦντι B χωρίγει B 8 ἰματίουϲ B ίματίω V 10 ἄμυροϲ BV corr. v) [*](12 ἐχωρίγει B -ἡγῃ V corr. v δέκα: ῖ B 14 εὐϲεβῆ BV corr. v 16 δίδωϲθαι B εἰρημένῃ: εἰ secr. V 18 ἐνιαυτόν. χρόνον V 19 κεϲαρεῖαϲ B 20 προκόπτωντα B τὸν add. B προκόπτονταϲ τοὺϲ χριϲτιανούϲ V )

76
κληϲίαϲ καὶ Ϲαμψύχου τοῦ πρωτεύοντοϲ, ὁ θεοφιλὴϲ Βαρωχᾶϲ ὁρῶν τὸν οἰκονόμον ὑβριζόμενον ἀντελάβετο αὐτοῦ καὶ ἤρξατο ὑβρίζειν τὸν εἰρημένον Ϲάμψυχον. ἀκούϲαντεϲ δὲ καὶ οἱ λοιποὶ τοῦ βουλευτηρίου ϲυν- αχθέντεϲ ἐπῆλθον τῷ τε οἰκονόμῳ καὶ τῷ θεοφιλεῖ Βαρωχᾷ, ϲυνανέβηϲαν δὲ τοῖϲ βουλευταῖϲ καὶ πολλοὶ τῶν πολιτῶν πρόφαϲιν εὑρόντεϲ τοῦ κακῶϲαι τοὺϲ ἀπὸ τῆϲ πίϲτεωϲ, καὶ ὡϲ ἂν εἶποι τιϲ ἀπὸ μικροῦ ϲπινθῆροϲ τοϲοῦτο πῦρ ἥφθη καὶ ἐξεκαύθη ὡϲ κινδυνεῦϲαι πάνταϲ τοὺϲ Χριϲτιανοὺϲ ἀπολέϲθαι. τοϲοῦτον γὰρ ἐμάνηϲαν οἱ εἰδωλολάτραι ὡϲ αὐτοὺϲ ἐπᾶραι καὶ ξίφη καὶ ῥόπαλα καὶ φονεῦϲαι ὀνόματα ἑπτὰ καὶ ἄλλουϲ πολλοὺϲ πλῆξαι· εἶτα μὴ ἀρκεϲθέντεϲ τούτοιϲ ἐπ’ αὐτὸν τὸν ποιμένα ὥρμηϲαν. προδραμόντεϲ δέ τινεϲ χαίροντεϲ τῷ ἀγαθῷ ἀπήγγειλαν τῷ ὁϲιωτάτῳ ἐπιϲκόπῳ τὴν καταδρομὴν τοῦ πλήθουϲ. ἀκούϲαϲ δὲ ὁ μακάριοϲ προϲκαλεϲάμενόϲ με εἶπεν· Φύγωμεν, ἀδελφέ, καὶ κρυβῶμεν μικρὸν ἕωϲ οὗ παρέλθῃ ἡ ὀργὴ κυρίου. καὶ τοιχοβατήϲαντεϲ ἐφύγομεν διὰ τῶν δωμάτων. οἱ δὲ εἰδωλομανεῖϲ κατεάξαντεϲ τὰϲ θύραϲ τοῦ ἐπιϲκοπείου ἐπειϲῆλθον καὶ μὴ εὑρόντεϲ τὸν ἐν ἁγίοιϲ Πορφύριον πάντα τὰ ἐκεῖ εὑρεθέντα διήρ- παϲαν. ἐγῶ δὲ καὶ ὁ μακάριοϲ Πορφύριοϲ φυγόντεϲ [*](1 προτεύοντοϲ V corr. v 5 τό τε B θεοφιλῆ V corr. v 7 εὐρῶντεϲ V corr. v 8 ὡϲ ἐὰν BV corr. Ha 11 ξίφει B 14 ὅρμηϲαν B 15 ἀπήγγειλαν: λαν secr. V2 -γειλαν v 18 τυχοι B τ[οι]χοβ. c.ras. V ἐφύγωμεν B 19 δομάτων BV corr. ha qui add. ‘Matth. 10,27 ἐπὶ τῶν δω- μάτων, super tecta. Gloss. Philox. tectum ϲτέγη, ϲτεγνόν, καὶ. δῶμα. Cyr. δῶμαι tectum. [cf CGL. Il 195, 50. 282,41] cf. Vulckenar. schol. in N. T. t. I p.109 et 461 et Ϲangium in doma’ 20 ἐπππϲκοπίου B V corr. Ha εὑρῶντεϲ V corr. v 22 ἐγώ τε V)
77
διὰ τῶν δωμάτων εὕραμεν παιδίϲκην ὡϲ ἐτῶν δέκα τεϲϲάρων, ἥτιϲ ἐπιγνοῦϲα τὸν ὅϲιον ἐπίϲκοπον προϲ- ἐπεϲεν τοῖϲ ποϲὶν αὐτοῦ. ὁ δὲ μακάριοϲ ἐπηρώτηϲεν αὐτὴν τίϲ ἐτύγχανεν καὶ ποίων γονέων. ἡ δὲ παιδίϲκη ἀποκριθεῖϲα εἶπεν ὅτι ὀρφανὴ τυγχάνει ἔκ τε πατρὸϲ καὶ μητρόϲ, μάμμην δὲ ἔλεγεν ἔχειν γραῦν τῷ ϲώματι ἀϲθενῆ, καὶ αὐτὴν ἐργάζεϲθαι καὶ τρέφειν ἑαυτὴν καὶ τὴν αὐτῆϲ μάμμην. ἐπηρώτα δὲ αὐτὴν εἰ Χριϲτιανὴ ὑπῆρχεν, ἣ δὲ πάλιν εἶπεν μὴ εἶναι, ἀλλ’ ἐπιθυμεῖν ἐκ πολλοῦ Εἴπερ εἰμὶ ἀξία. ὁ δὲ εὔϲπλαγχνοϲ Πορφύριο ἀκούϲαϲ τὸν λόγον τῆϲ παιδίϲκηϲ καὶ κατανυγεὶϲ ἐδά- κρυϲεν εἰπών Πῶϲ πρόχειρον ὑπάρχει εἰϲ τὸ ἀγαθὸν τῶν Γαζαίων γένοϲ. ἀλλ’ ὁ ἀντικείμενοϲ ϲπουδάζει ἐμ- ποδίζειν τῇ τοιαύτῃ προαιρέϲει, ὃν ὁ κύριοϲ πατάξει τῷ λόγῳ τοῦ ϲτόματοϲ αὐτοῦ. εἶπεν δὲ τῇ κόρῃ· Ἄγαγε ἡμῖν ἐνταῦθα ψίαθον ἐν τῷ δωματίῳ τούτῳ, ἵνα μείνω- μεν ἐνταῦθα ἕωϲ οὐ καταϲτῇ ὁ θόρυβοϲ τῆϲ πόλεωϲ, καὶ μὴ ἀπαγγείλῃϲ τινὶ ὅτι ἐνταῦθά ἐϲμεν. ἣ δὲ ὅρκοιϲ διεβεβαιοῦτο μὴ ἐκφαίνειν μηδὲ τῇ μάμμῃ αὐτῆϲ. κατ ελθοῦϲα δὲ διά τινοϲ οἰκίϲκου εἰϲ τὸν αὐτῆϲ οἶκον ἤγαγεν τὸ ψιάθιον καὶ τύλην ἀχύρων, 〈καὶ〉 καθαπλώ- ϲαϲα τὸν ψίαθον ὑπέβαλεν τὴν τύλην, καὶ προϲπεϲοῦϲα τοῖϲ ποϲὶν τοῦ μακαρίου παρεκάλει αὐτὸν γεύϲαϲθαι τῶν μετρίων αὐτῆϲ βρωμάτων καὶ μὴ ἀναξιοπαθῆϲαι ἐπὶ τῇ πτωχείᾳ αὐτῆϲ· ἦν γὰρ καὶ πρὸϲ ἑϲπέραν. ὁ δὲ ὅϲιοϲ [*](1 δομάτων BV corr. Ha παιδίϲκη V corr. V2 5 τυγ- χάνῃ BV corr. v 6 τὸ B 7 ἀϲθενὴν B V corr. Ha 9 ἣ in ras. V 10 εἰμὴ B 13 f 〈τὸ〉 τῶν 16 δοματίω B V corr. Ha 19 διὲβεβαιούτω B 21 τὸ ψιάθιον . . . καθαπλώ- ϲαϲα om. V ϲτύλην ἄχυρον B 22 τὴν ψίαθον V 23 ποϲὶ V 24 ἀξιωπαθῆϲαι BV corr. Ha 25 πτωχία B )
78
θέλων μιμητὴϲ γενέϲθαι τοῦ μεγάλου προφήτου Ἰλίου εἶπεν τῇ κόρῃ· Ϲπούδαϲον, θύγατερ, καὶ ἄγαγε, ἵνα ϲοι. ἀποδῷ ὁ κύριοϲ δι’ ἐμοῦ πνευματικὴν τροφὴν καὶ ϲαρ- κικήν. ἣ δὲ ϲπεύϲαϲα κατέβη καὶ ἀπελθοῦϲα ἠγόραϲεν ἄρτον καὶ ἐλαίαϲ καὶ τυρὸν καὶ βρεκτὸν ὄϲπριον καὶ. οἶνον, ἤγαγεν δὲ πάντα καὶ παρέθηκεν ἐνώπιον ἡμῶν εἰποῦϲα· Λάβετε, κύριοί μου, καὶ εὐλογήϲατε τὴν πτω- χείαν μου. ὁ δὲ μακάριοϲ πάλιν κατανυγεὶϲ ἐδάκρυϲεν, προεωρακὼϲ ἣν ἤμελλεν ἔχειν πίϲτιν εἰϲ τὸν Χριϲτόν. καὶ ἀναϲτάντεϲ καὶ ποιήϲαντεϲ τὰϲ ϲυνήθειϲ εὐχὰϲ καὶ καθίϲαντεϲ . . . ἐγῶ καὶ τυροῦ καὶ οἴνου μετέλαβον, ὁ δὲ ὅϲιοϲ ἄρτου καὶ βρεκτοῦ ὀϲπρίου καὶ ὕδατοϲ. καὶ ἀπολύϲαντεϲ τὴν κόρην πρὸϲ τὴν αὐτῆϲ μάμμην ἡμεῖϲ ὑπνώϲαμεν ἐν τῷ δωματίῳ· ἦν γὰρ καὶ θέρουϲ ὥρα. ἐπηρωτήϲαμεν δὲ καὶ τὸ ὄνομα τῆϲ κόρηϲ, εἶπεν δέ· Ϲαλαφθά, ὃ ἑρμηνεύεται Ἑλληνιϲτὶ Εἰρήνη. ἐποιήϲα- μεν δὲ καὶ τὴν ἑξῆϲ ἐν τῷ δωματίῳ, τῆϲ καλῆϲ Εἰρήνηϲ ποιούϲηϲ ἡμῖν πᾶϲαν ἀπόκριϲιν μετὰ πολλῆϲ προθυμίαϲ. ὡϲ δὲ ἔγνωμεν ὅτι κατέϲτη ὁ θόρυβοϲ τῆϲ πόλεωϲ, ἐπο- ρεύθημεν διὰ τῆϲ νυκτὸϲ εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν καὶ ἀνελθόντεϲ εἰϲ τὸ ἐπιϲκοπεῖον οὐδὲν εὕραμεν ἐν αὐτῷ εἰ μὴ τὸν θεοφιλῆ Βαρωχᾶν κείμενον καὶ ἐϲχάτωϲ ἔχοντα [*](1 cf 1 Reg.17,10sq.) [*](1 μημητὴϲ B 2 ϲὺ BV corr. Ha 4 ἀνελθοῦϲα BV corr. Ba 5 ἐλ[αί]αϲ c.ras. V 7 λάβεται B πτωχίαν B 8 ἐδά- [κρυ]ϲεν c. ras. B 9 προεωρακὸϲ B ἡμελεν B εἴμελλεν V corr. v 11 καθήϲαντεϲ B spatium vacuum relictum B μετ- ελάβομεν V f. nihil deest 13 ἑαυτῆϲ BV corr. Ha 14 δομα- τίω BV corr. Ha 15 ἐπερωτήκϲαμεν BV corr. v 16 Ϲαλάνθa P cf. Mazocbius apud Migne PG LXV p. 1260 ἐλληνιϲτὴ BV corr. v 17 δοματίω V 21 εἰϲ τὸ: ἐν τῶ V ἐπιϲκοπίον B ίω V corr. Ha εὕρομεν v 22 μὴ· μὶ B θεοφιλεῖ B )
79
ἐκ τῶν ἐπενεχθέντων αὐτῷ πληγῶν παρὰ τῶν ἀθέων καὶ ἀϲεβῶν εἰδωλολατρῶν. μετὰ δὲ ὀλίγαϲ ἡμέραϲ γνοὺϲ τὰ γενόμενα ἐν τῇ πόλει ὁ ὑπατικόϲ (Kλᾶροϲ δὲ ἐκα- λεῖτο), πέμπει κομενταρήϲιον μετὰ πολλῆϲ βοηθείαϲ καὶ. ὡϲφαλίζεται οὓϲ ἐνέδειξαν οἱ δημοϲιεύοντεϲ καὶ παριϲτᾷ εἰϲ Καιϲάρειαν, καὶ τοὺϲ μὲν ἐτιμωρήϲατο, τοὺϲ δὲ βου- ευρίϲαϲ ἀπέλυϲεν, καὶ ποιήϲαϲ οὐ μικρὸν φόβον οὕτωϲ κατέϲτηϲεν τὴν πόλιν.

μεθ’ ἡμέραϲ δὲ ὀλίγαϲ ἀνεμνήϲθη ὁ ἐν ἁγίοιϲ φύριοϲ τῆϲ ἀγαθῆϲ ἐκείνηϲ κόρηϲ τῆϲ ὑποδεξαμένηϲ ἡμᾶϲ 〈καὶ〉 μετεπέμψατο αὐτὴν δι’ ἐμοῦ· ἣη δὲ δρομαία παρ- εγένετο, ἔχουϲα καὶ ἄλλην γυναῖκα ἣν ἔλεγεν θείαν εἶναι. ευελθοῦϲαι δὲ πρὸϲ τὸν μακάριον ἐπίϲκοπον προϲέπεϲαν τοῖϲ ποϲὶν αὐτοῦ ὃϲ εὐμενῶϲ ταύταϲ ἐδέξατο ὡϲ πατὴρ φιλόϲτοργοϲ. εἶπεν δὲ τῇ κόρῃ· Ἀληθῶϲ, θύγατερ, ἐπι θυμεῖϲ γενέϲθαι Χριϲτιανή ἣ δὲ ἀποκριθεῖϲα εἶπεν· Καὶ ἤδη εἶπόν ϲοι, κύριέ μου, ὅτι ἐκ πολλοῦ ἔχω τὴν ἐπι- θυμίαν ταύτην καὶ νῦν παρήγαγον μάρτυρα τὴν ἐμὴν θείαν, ἥτιϲ καὶ αὐτὴ τῆϲ αὐτῆϲ ἐϲτιν ἐπιθυμίαϲ. ὃ δὲ πριχαρὴϲ γενόμενοϲ εἶπεν αὐτῇ Ἀνδρίζου καὶ ἴϲχυε, ηέκνον. καὶ προϲκαλεϲάμενοϲ τὸν οἰκονόμον τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ ἐπέτρεψεν αὐτῷ παρέχειν αὐτῇ τε καὶ τῇ αὐτῆϲ μάμμῃ ἀργυρίου μιλιαρήϲια τέϲϲαρα καθ’ ἑκάϲτην ἡμέραν, τῇ δὲ αὐτῆϲ θείᾳ ἔδωκεν νόμιϲμα ἕν, καὶ ϲφρα- [*](1 ἐπενεχθειϲῶν v ‘de participiis cum nominibus genere non congaruentibus dixerant Reisk. animadv. in Polyb. p.390, Lobeck. Phryn.p.448 et751, Agl. p. 216, Bekk. in Zos.lV 29 Ha 5 παρηϲτᾶ V corr. v 6 βουνευρήϲαϲ B 11 καὶ add. Ha 13 προϲέπεϲον v 15 θύγατηρ BV corr. v 19 ἥτηϲ B) [*](20 αὐτῇ . . . 22 παρέχειν om. V 23 μηλιαρήϲια V corr. v 24 ἔδοκεν B ϲφραγήϲαϲ B)

80
γίϲαϲ αὐτὰϲ τῷ ϲημείῳ τοῦ ϲταυροῦ ἀπέλυϲεν, παραγγεί- λαϲ αὐταῖϲ ϲχολάζειν ταῖϲ εὐχαῖϲ καὶ τῇ κατηχήϲει τῶν κατηχουμένων. ἔπεμψεν δὲ καὶ εἰϲ τὸν αὐτῆϲ οἶκον τὸν θεοϲεβῆ Τιμόθεον τὸν πρεϲβύτερον καὶ κατηχητὴν καὶ ἐπέτρεψεν αὐτῷ ϲφραγίϲαι τὴν μάμμην τῆϲ κόρηϲ· ὡϲ γὰρ προεῖπον τὸ ϲῶμα εἶχεν ϲυμπεπαρμένον. καὶ κατηχη- θεῖϲαι αἱ τρεῖϲ ὀλίγον χρόνον ἠξιώθηϲαν τοῦ τιμίου βα- πτίϲματοϲ. μετὰ δὲ τὸ ἀποθέϲθαι τὸ ἅγιον ϲχῆμα προϲ- καλεϲάμενοϲ ὁ ὅϲιοϲ τὴν εἰρημένην κόρην εἶπεν αὐτῇ· Θέλειϲ ζευγνύωμέν ϲε ἀνδρὶ πρὸϲ γάμον ἔννομον καὶ. γὰρ ἔϲτιν ϲοι καιρὸϲ τοῦ ϲυμβιῶϲαι· οὔτε γὰρ ἀπηγό- ρευται τῇ ἡμετέρᾳ γραφῇ ὁ ϲεμνὸϲ γάμοϲ. ἡ δὲ κόρη ἀκούϲαϲα τὸν λόγον τοῦ ὁϲίου ἤρξατο δακρύειν καὶ λέγειν· Πάτερ ἀγαθέ, μεθ’ ὅ με ἔζευξαϲ ἀνδρὶ μεγάλῳ, ἀποζεῦξαί με θέλειϲ ἐκείνου καὶ ἐκδοῦναι ταπεινῷ καὶ μηδαμινῷ, μηδαμῶϲ, κύριέ μου, τοῦτο ποιήϲῃϲ. ὁ δὲ ἐν ἁγίοιϲ ϲυναρπαγεὶϲ εἶπεν· Καὶ τίϲ ἐϲτιν οὗτοϲ ὃν ἔζευξά ϲοι; ἣ δὲ ἀπεκρίνατο· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ ϲωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ ἀληθινόϲ μου νυμφίοϲ, οὗ οὐκ ἀποζεύγνυμαι εἰϲ τὸν αἰῶνα. ἀκούϲαϲ δὲ ὁ ἐν ἁγίοιϲ καὶ κατανυγεὶϲ ἐδάκρυϲεν, ὥϲτε ἐκ τῆϲ πολλῆϲ κατα- νύξεωϲ περιλαβεῖν τὴν κόρην καὶ τὴν κεφαλὴν αὐτῆϲ καταφιλῆϲαι· ὄντωϲ γὰρ ἦν τελείωϲ ἀπαθὴϲ καὶ ἀπὸ πολλῆϲ εὐϲπλαγχνίαϲ ἐγγὺϲ ἔχων τὸ δάκρυον. καὶ ἡμεῖϲ δὲ οἱ περὶ αὐτὸν θεαϲάμενοι τὴν χάριν τοῦ ἁγίου πνεύ- [*](4 [πρ]εϲβύτερον c.ras. V 2 αὐτῆ ex αὐτπὴν V 10 ζεύ- γνωμέν ϲε BV corr. v 11 βιῶϲαι BV corr. Ηa 12 ἡμετέ V ρα add. V2 16 μηδαμηνῶ BV corr. v ποιήϲειϲ B 20 ἀπο- ζεύγνοιμε B -νυμε V corr. v 22 κόρην in ras. V 23 ἀπα- θεἰϲ B εὐπαθὴϲ Ha, an ϲυμπαθὴϲ 24 δακρύων B 25 πνεύ- ματοϲ. πατρὸϲ V)
81
ματοϲ τὴν δοθεῖϲαν τῇ θεοφιλεῖ κόρῃ ἐδοξάϲαμεν τὸν θεὸν τὸν δωρούμενον ϲοφίαν καὶ χάριν τοῖϲ ἐκλεκτοῖϲ αὐτοῦ. | ἀπέλυϲεν δὲ τὴν κόρην ἐν ἐκείνῃ τῇ ἡμέρῳ. ϲυνέβη δὲ ἐν αὐταῖϲ ταῖϲ ἡμέραιϲ τὴν γραῦν ἀναπαῆναι καὶ ἀπελθεῖν πρὸϲ κύριον. τότε προϲκαλεϲάμενοϲ τὴν κόρην μετεπέμψατο τὴν θεοϲεβῆ Μαναρίδα τὴν διάκονον, τὴν διερμηνευομένην καὶ αὐτὴν κατὰ μὲν τὴν Ἑλληνίδα γλῶϲϲαν Φωτεινήν, ταύτῃ παρέθετο τὴν Ϲαλαφθάν, δοὺϲ αὐτῇ τὸ κανονικὸν ϲχῆμα, καὶ παραθέμενοϲ αὐτὰϲ τῷ θεῷ ἀπέλυϲεν μετ᾿ εἰρήνηϲ. τοιαύτην δὲ ἀνεδέξατο πολι- τείαν οἵαν οὐκ ἄλλη κατ᾿ ἐκεῖνον τὸν χρόνον ἔϲχεν, καθ᾿ ἡμέραν νηϲτεύουϲα καὶ μετὰ τὴν νηϲτείαν μεταλαμβά- νουϲα ὀλίγου ἄρτου μετὰ ἁλῶν καὶ ὀϲπρίου βρεκτοῦ ἢ λεπτολαχάνου καὶ ὕδατοϲ μόνου· τοῦ γὰρ οἴνου παν- τελῶϲ οὐ μετελάμβανεν. ἐν δὲ ταῖϲ ἑορταῖϲ μετελάμ- θανεν καὶ ἐλαίου καὶ ἐλαίαϲ ἤϲθιεν, οὐδὲν δὲ ἄλλο τῶν διὰ πυρὸϲ γενομένων ἐγεύετο, ἐν δὲ τῇ τεϲϲαρακοϲτῇ τῶν νηϲτειῶν τὰϲ πάϲαϲ ἡμέραϲ διὰ δύο ἤϲθιεν βρεκτὰ ὄϲπρια ἢ λεπτολάχανα ἄνευ ἄρτου, τὴν δὲ ἁγίαν παϲχα- λίαν πᾶϲαν εἷλκεν τὴν ἑβδομάδα μηδενὸϲ μεταλαμβά- νουϲα, εἰ μὴ τῇ ἁγίᾳ πέμπτῃ μετὰ τὴν ἁγίαν κοινωνίαν ὕδατοϲ θερμοῦ. καὶ τοϲοῦτον κατέτηξεν αὐτῆϲ τὸ ϲῶμα ὡϲ νομίζειν τοὺϲ ὁρῶνταϲ αὐτὴν ϲκιὰν θεωρεῖν. ἐγέ- νετο δὲ ὑπόδειγμα καὶ ἄλλαιϲ πολλαῖϲ· ἐζήλωϲαν γὰρ τὸν βίον καὶ τὴν πολιτείαν τῆϲ ἁγίαϲ κόρηϲ Ϲαλαφθᾶϲ, ἥτιϲ ἕωϲ τοῦ νῦν δοκεῖ ζῆν· νενέκρωται γὰρ τῷ κόϲμῳ, [*](1 δοθήϲαν B 8 φωτινήν B ταύτην BV corr. Ha f. 〈καὶ〉 τ. 10 δὲ om. V 13 ἀλῶν ex ἄλλων B ἁλὸϲ V ὀϲπρέου V 16 ἐλέαϲ B 17 ἐγεύγετο B 20 ἥλκεν B 22 κατέτιξεν B 23 όρόνταϲ B 26 ἥτηϲ B Ζεῖν B τῶ ex τὸ et κόϲμω in ras V)
82
τῷ δὲ Χριϲτῷ ζῇ καὶ ϲὺν αὐτῷ ἐϲτιν διὰ παντόϲ ἧϲ τῶν ἁγίων εὐχῶν μέροϲ ἔχωμεν. καὶ ταῦτα μὲν περὶ. τῆϲ ὁϲίαϲ κόρηϲ Ϲαλαφθᾶϲ εἰρήεθω.

ὁ δὲ μακαριώτατοϲ ἐπίϲκοποϲ Πορφύριο καταϲτήϲ τόν τε ἐικληϲιαϲτικὸν κανόνα καὶ τὴν πᾶϲαν ἀκολου- θίαν, ἐπιζήϲαϲ ἄλλα ὀλίγα ἔτη μετὰ τὸ ἁγιάϲαι τὴν μεγάλην ἐκκληϲίαν, πεωπεεὼν ἀρρωϲτίᾳ διετύπωϲεν εὐϲεβῆ διαθήκην, ληγατεύϲαϲ πολλούϲ, καὶ παραωενοϲ πάνταϲ τοὺϲ τοῦ φιλοχρίϲτου λαοῦ τῷ θεῷ ἐν εἰρήνῃ ἐκοιμήθ μετὰ τῶν ἁγίων μηνὶ Δύϲτρῳ δευτέρᾳ ἔτουϲ κατὰ Γαζαίουϲ ὀγδοηκοϲτοῦ τετροκοϲιοϲτοῦ, ἐπιϲκοπήϲαϲ ἔτη κδ καὶ μῆναϲ ια καὶ ἡμέραϲ η, τὸν καλὸν ἀγῶνα τετελεκὼϲ πρὸϲ τοὺϲ εἰδωλομανεῖϲ ἕωϲ τῆϲ ἡμέραϲ τῆϲ κοιμήϲεϲ αὐτοῦ. καὶ νῦν ἔϲτιν ἐν τῷ παραδείϲῳ τῆϲ τρυφῆϲ, πρεϲβεύων μετὰ πάντων τῶν ἁγίων ὑπὲρ ἡμῶν, ὧν ταῖϲ εὐχαῖϲ ἐλεήϲῃ ἡμᾶϲ ὁ πατὴρ καὶ θεὸϲ ϲὺν υἱῷ καὶ ἁγίῳ πνεύματι, ᾦ ἡ δόξα καὶ τὸ κράτοϲ εἰϲ τοὺϲ αἰῶναϲ τῶν αἰώνων. ἀμήν.

[*](2 ἔχοιμεν Eb 5 κανώνα B ἀκολουθεῖαν B 6 ἄλα B 7 μεγάλην: ἁγίαν V 8 λιγατεύϲαϲ BV corr. v 11 ἐπππϲκοπίϲαϲ B 12 η: ὀκτὼ B 13 εἰδωλωμανεῖϲ B 16 ἐλεήϲει V -ϲειεν Ha)