Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

προϲέτρεχον δὲ πολλοὶ τῇ ἁγίᾳ πίϲτει, καὶ οἳ μὲν φόβῳ οἳ δὲ καταγινώϲκοντεϲ τῆϲ προτέραϲ ἑαυτῶν δια- γωγῆϲ, πᾶϲιν δὲ τὰϲ θύραϲ ἤνοιγεν ἡ ἁγία ἐκκληϲία· ἐμνημόνευεν γὰρ τῆϲ ἁγίαϲ γραφῆϲ τῆϲ λεγούϲηϲ· ‘τῷ κρούοντι ἀνοιγήϲεται καὶ ὁ ζητῶν εὐρίϲκει’ καὶ πάλιν· ‘ιἴτε προφάϲει εἶτε ἀληθείᾳ Χριϲτὸϲ καταγγέλλεται’. ἔλεγον δὲ καί τινεϲ τῶν πιϲτῶν τῷ ὁϲίῳ ἐπιϲκόπῳ ὅτι οὐκ ἔδει δέξαϲθαι τοὺϲ διὰ φόβον προϲερχομένουϲ, ἀλλὰ τούϲ ἀγαθῇ προαιρέϲει· ὁ δὲ ὅϲιοϲ ἐπίϲκοποϲ ἔλεγεν [*](18 Matth. 7, 7 s. 20 ad Philipp. 1, 18) [*](1 ἡκονιμένον B δώλον B ἀγαθοϲύνην BV corr. V2 2 τὸῦ BV corr. Ha 3 ῥῆμα B 4 καθελεῖ B V corr. Ha ϲε: ϲαι B ἐκτείλαι BV corr. v μετὰ ἀναϲτεῦϲαι B 5 ρήζωμα V corr. v 6 ἐπέμεινεν V 7 [ἡμέ]ραϲ c. ras. V 10 βόρβωρον B) [*](ἐρίπτοντο BV corr. Ha 11 γοειτείαϲ B 12 αὐτοὶ: αὐτὰ BV corr. Ha ἄλα B 13 ἀθέμητα B εἰδωλωμανίαϲ B) [*](14 ἔπαϲχων B 15 προϲέτρεχων B 16 διαλογῆϲ B V corr. v 17 ἥνυγεν B 18 τὸ V corr. V2 20 καταγγέλεται B )

60
πρὸϲ τοὺϲ ταῦτα λέγονταϲ· θἰϲὶν καὶ περιϲτατικαὶ ἀρε- ταὶ ϲυμβαίνουϲαι τοῖϲ ἀνθρώποιϲ· ὥϲπερ γὰρ οἰκέτην τιϲ κεκτημένοϲ ἀγνώμονα πρότερον νουθετεῖ αὐτὸν διὰ παντὸϲ εὐγνωμονῆϲαι καὶ ἁπλῇ καρδίᾳ ἐξυπηρετήϲαϲθαι, ἐπὰν δὲ οὐδαμῶϲ εὕρῃ πειθόμενον τῇ νουθεϲίᾳ, τότε λοιπὸν κατὰ ἀνάγκην τούτῳ ἐπάγει τὸν φόβον καὶ πλη- γὰϲ καὶ δεϲμὰ καὶ ἄλλα τοιαῦτα, οὐ θέλων αὐτὸν ἀπο- λέϲαι ἀλλὰ ϲῷϲαι καὶ ἐπιγνῶναι τὸ δέον, τοιοῦτον καὶ. τὸν θεὸν ὑπολάβετε μακροθυμοῦντα ἐπὶ τῇ ἀγνωμοϲύνῃ ἡμῶν, πολλάκιϲ δὲ παραινοῦντα ἡμῖν τὰ ϲυμφέροντα διά τε γραφῶν καὶ ἄλλων ἁγίων ἀνδρῶν, ἡμῶν δὲ μὴ πειθομένων θέλων ἐν πᾶϲιν ὡϲ ἀγαθὸϲ καὶ φιλάνθρω- ποϲ δεϲπότηϲ κτήϲαϲθαι ἡμᾶϲ καὶ μὴ ἀπώϲαϲθαι, τὸν φόβον αὐτοῦ καὶ τὴν παιδείαν ἐνάγει ἡμῖν, προϲκαλού- μενοϲ ἡμᾶϲ μετὰ ἀνάγκηϲ ἐπιγνῶναι τὸ δέον. διὸ λέγει ἡ θεία γραφή· ‘ὅταν ἀπέκτεννεν αὐτούϲ, τότε ἐξεζήτουν αὐτὸν καὶ ἐπέϲτρεφον καὶ ὤρθριζον πρὸϲ τὸν θεόν᾿. καὶ πάλιν λέγει διὰ τοὺϲ ἀποϲκιρτῶνταϲ καὶ δυϲαυχε- νοῦνταϲ ἐκ τοῦ θεοῦ ‘ἐν κημῷ καὶ χαλινῷ τὰϲ ϲιαγό- ναϲ αὐτῶν ἄγξειϲ τῶν μὴ ἐγγιζόντων πρὸϲ ϲέ’. χρεία οὖν ἐϲτιν, τέκνα μου, τὴν ἀνθρωπότητα πομιμνῇϲκεϲθαι διά τε φόβων καὶ ἀπειλῶν καὶ παιδείαϲ. διὰ τοῦτο [*](16 Ps. 77, 34 19 Ps 31, 9) [*](5 εὕρει BV corr. v 6 τοῦτο B 7 ἀπωλέϲαι B rad. corr. V 8 δαίον B 9 ὑπελάβεται B ὑπολάβεται V corr. V) [*](8 παρενοῦντα B 11 γραφῶν: noli conicere προφητῶδν 12 πειθωμένων B rad.corr. V 13 ἀπόκαϲθαι B 14 παι- δίαν B ἐπάγει Eb 16 ἀπέκτενεν BV 17 ὅρθρζον B corr. V2 18 βυϲαυχενοῦνταϲ 12 κιμῶ BV corr. V2 ϲιαγῶναϲ B V corr. v 20 ἄγξηϲ B μὴ: μι V 22 παι- δίαϲ BV corr. v)
61
πάλιν λέγει· ’ἀγαθόν μοι ὅτι ἐταπείνωϲάϲ με, ὅπωϲ ἂν μάθω τὰ δικαιώματά ϲου’. ταῦτα δέ μοι εἴρηται διὰ τοὺϲ βουλομένουϲ προϲελθεῖν τῇ ἁγίᾳ ἡμῶν πίϲτει. εἰ γὰρ καὶ διϲτάζοντεϲ προϲέλθωϲιν, δύναται καὶ ὁ χρόνοϲ αὐτοὺϲ μαλάξαι Χριϲτοῦ ἐπινεύοντοϲ. ἵνα δὲ καὶ τὸ ἄλλο ἀπαγγείλω ὑμῖν, ὅτι ἐὰν μὴ ὀφθῶϲιν ἄξιοι τῆϲ πίϲτεωϲ, ἤδη γενόμενοι ἐν ἕξει τοῦ κακοῦ, οἱ ἐξ αὐτῶν γεννώμενοι δύνανται ϲωθῆναι ϲυναναϲτρεφόμενοι τῷ ἀγαθῷ. ταῦτα εἰπὼν ὁ ὅϲιοϲ Πορφύριοϲ καὶ πείϲαϲ τοὺϲ ἀδελφούϲ, πάνταϲ τοὺϲ βουλομένουϲ φωτιϲθῆναι ἐδέξατο, κατηχήϲαϲ αὐτοὺϲ ἐπὶ πολλὰϲ ἡμέραϲ οὐ μό- νον πρὸ τοῦ βαπτίϲματοϲ, ἀλλὰ καὶ μετὰ ταῦτα· ϲυνε- χῶϲ γὰρ ἐδίδαϲκεν τὸν λαόν, οὐχ ὁμιλῶν κομπῷ λόγῳ θέλων ἐπιδείξαϲθαι, ἀλλ’ ἁπλῇ φράϲει διδάϲκων καὶ ἐπι- λύων πάντα ἀπὸ τῆϲ γραφῆϲ. προϲετέθηϲαν οὖν τῇ τοῦ Χριϲτοῦ ποίμνῃ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ὡϲεὶ ὀνό- ματα τριακόϲια, καὶ ἐξ ἐκείνου καθ’ ἕκαϲτον ἔτοϲ αὔξη- ϲιν ἐπεδέχετο τὰ Χριϲτιανῶν.

καυθέντοϲ δὲ εἰϲ τέλοϲ τοῦ Μαρνείου καὶ τῆϲ πό λεωϲ καταϲταθείϲηϲ ἐβουλεύϲατο ὁ μακάριοϲ ἐπίϲκοποϲ μετὰ τῶν ἀπὸ τοῦ εὐαγοῦϲ κλήρου καὶ τοῦ φιλοχρίϲτου λαοῦ ἁγίαν ἐκκληϲίαν κτίϲαι ἐν τῷ καυθέντι τόπῳ, καθὼϲ αὐτῷ ἀπεκαλύφθη ἡνίκα ἐτύγχανεν ἐν Κωνϲταντι- νουπόλει, δι’ ὃ καὶ τὰ χρήματα ἔλαβεν παρὰ τῆϲ θεο- φιλεϲτάτηϲ Εὐδοξίαϲ τῆϲ βαϲιλίδοϲ. ἀπολύϲαϲ οὖν τούϲ [*](1 Ps.118,71.) [*](7 ἐνέξει BV corr. Ha 8 γενώμενοι B 10 φωϲθῆναι sscr.τιV 12 πρὸϲ B 13 λαόν: λόγον BV corr. Us 19 καυ- θέντεϲ B corr. B 20 καταϲταθήϲειϲ B 22 κτῆϲαι B 24 δι’ ὧν BV corr. Eb 25 βαϲιλεῖδοϲ B)

62
τε ἄρχονταϲ καὶ τὸν φιλόχριϲτον λαὸν μέροϲ τῆϲ βοη- θείαϲ κατέϲχεν διὰ τὸ μὴ γενέϲθαι νεωτεριϲμόν τινα μετὰ τὴν αὐτῶν ἔξοδον, οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ ϲυμβοηθῆϲαι χάριν τοῦ ϲυναγαγεῖν τὰϲ ὕλαϲ τῆϲ οἰκοδομῆϲ τῆϲ εἰρημένηϲ ἁγίαϲ ἐκκληϲίαϲ. ϲυνεβού- λευον οὖν τινεϲ κτιϲθῆναι αὐτὴν κατὰ τὴν θέϲιν τοῦ εἰδωλείου· ϲτρογγυλοειδὲϲ γὰρ ὑπῆρχεν, περιβεβλημένον δυϲὶν ϲτοαῖϲ ἀλληλοεϲωτέραιϲ, τὸ δὲ μέϲον αὐτοῦ ἦν ἀναφυϲητὸν κιβώριον καὶ ἀνατεταμένον εἰϲ ὕψοϲ, εἶχεν δὲ καὶ ἄλλα τινὰ ἃ τοῖϲ εἰδώλοιϲ ἔπρεπεν, εὔθετα δὲ πρὸϲ τὰ γινόμενα παρὰ τῶν εἰδωλομανῶν μυϲαρά τε καὶ ἀθέμιτα. κατὰ ταύτην οὖν τὴν θέϲιν ἔλεγόν τινεϲ τὴν ἁγίαν κτιϲθῆναι ἐκκληϲίαν, ἄλλοι δὲ ἀντέλεγον λέ- γοντεϲ καὶ αὐτὴν τὴν μνήμην τῆϲ θέϲεωϲ ὀφείλειν περιαιρεθῆναι· οἱ δὲ τοῦτο λέγοντεϲ ἔπειθον πάνταϲ ὡϲ καλῶϲ εἰπόντεϲ· ὁ δὲ ὅϲιοϲ ἐπίϲκοποϲ ἔλεγεν· Καὶ τοῦτο καταλείψωμεν τῇ βουλῇ τοῦ θεοῦ. ἐν ὅϲῳ δὲ καθαίρεται ὁ τόποϲ καταλαμβάνει μαγιϲτριανὸϲ ἐπιφερό- μενοϲ βαϲιλικὰϲ ἐπιϲτολὰϲ τῆϲ ἀειμνήϲτου Εὐδοξίαϲ, πε- ριεῖχον δὲ τὰ γράμματα ἀϲπαϲμὸν καὶ αἴτηϲιν εὐχῶν ὑπέρ τε αὐτῆϲ καὶ τῶν βαϲιλέων, τοῦ αὐτῆϲ ἀνδρὸϲ καὶ τοῦ τέκνου. ἦν δὲ ἐν ἄλλῳ χάρτῃ ἔϲωθεν τῶν γραμμάτων τὸ ϲκάριφον τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ ϲταυροει- θὲϲ καθὼϲ νῦν ϲὺν θεῷ ὁρᾶται, καὶ περιεῖχον τὰ γράμ [*](3 αὐτ[ῶν] c.ras. V 4 τοῦ ϲυμβ. B 5 ϲυνεβούλευων B 7 εἰδωλίου BV corr. V2 8 ϲτολαῖϲ BV corr. Ha 9 ἀνα- φυϲιτὸν B ατικὸν V ϲητικὸν V κιβόριον BV corr. v ἀνα- τεταμμένον B V corr. Ha 11 εἰδωλωμανῶν B 12 ἀθέμητα BV corr. Ha κατ’ αὐτὴν V 14 ὁφίλειν B 17 τοῦ θεοῦ om. V post τῇ suppl. Ha 19 βαϲιλεικὰϲ B 22 ἄλλo BV corr. V2 23 ϲκάριφοϲ BV corr. Ηa ϲταυροειδῶϲ V )
63
ματα ὥϲτε κατὰ τὸ ϲκάριφον κτιϲθῆναι τὴν ἁγίαν ἐκ- κληϲίαν. ἐχάρη δὲ ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ ἀναγνοὺϲ καὶ θεαϲάμενοϲ τὸ ϲκάριφον· ἔγνω γὰρ ὅτι καὶ τοῦτο ἐγένετο κατὰ θείαν ἀποκάλυψιν καὶ ἐμνήϲθη τῆϲ γρα- φῆϲ λεγούϲηϲ· ‘καρδία βαϲιλέωϲ ἐν χειρὶ θεοῦ’. περίει χον δὲ τὰ γράμματα ἔτι καὶ κίοναϲ πολυτίμουϲ καὶ μάρμαρα μέλλειν πέμπεϲθαι. ἐκχοϊϲθείϲηϲ οὖν τῆϲ τέ φραϲ καὶ πάντων τῶν βδελυγμάτων περιαιρεθέντων τὰ ὑπολειφθέντα ϲκύβαλα τῆϲ μαρμαρώϲεωϲ τοῦ Μαρνείου, ἅπερ ἔλεγον ἱερὰ εἶναι καὶ ἐν τόπῳ ἀβάτῳ μάλιϲτα γυναιξίν, ταῦτα ϲυνεῖδεν ὁ ὅϲιοϲ ἐπίϲκοποϲ πρὸ τοῦ ναοῦ ἔξω εἰϲ τὴν πλατεῖαν πλακωθῆναι, ἵνα κατα- πατῶνται οὐ μόνον ὑπὸ ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ κυνῶν καὶ χοίρων καὶ κνωδάλων. τοῦτο δὲ πλέον ἐλύπηϲεν τοὺϲ εἰδωλολάτραϲ τῆϲ καύϲεωϲ τοῦ ναοῦ. ὅθεν οἱ πλείουϲ αὐτῶν, μάλιϲτα αἱ γυναῖκεϲ, οὐκ ἐπι- βαίνουϲιν τοῖϲ μαρμάροιϲ ἕωϲ τοῦ νῦν.

μετὰ χρόνον δὲ ὀλίγον κηρύϲϲει νηϲτείαν ἐν μιᾷ ἡμέρᾳ, καὶ τῆϲ ἀπολύϲεωϲ τῶν ἑωθινῶν εὐχῶν γενομέ- νηϲ ἐκέλευϲεν ὁ θεοφιλὴϲ ἐπίϲκοποϲ πάντα ἄνδρα φιλό χριϲτον δικέλλαϲ καὶ ἄμαϲ καὶ ἄλλα τοιαῦτα ὄργανα ὑφ’ἑκάϲτου βαϲταγῆναι. τοῦτο δὲ ἀπὸ τῆϲ ἑϲπέραϲ ἦν προκηρύξαϲ, ἵνα πάντεϲ τὸ πρωὶ εὺρεθῶϲιν ἐν εὐτρεπεῖ, [*](5 Prov. 21,1) [*](2 ἑχάρι B Πορφύριοϲ: om. B 7 ἐκχοϊθείϲηϲ BV corr. Ha 8 βδελυγμάτων V 9 ὑποληφθέντα BV corr. Ha 10 τῶ- πω B 12 κατὰ πατόνται B 15 εἰδωλωλάτραϲ B 19 αἰω- θινῶν B ἐωθηνῶν V corr. v 20 θεοφιλεῖϲ B post φιλόχρι- ϲτον desideratur tale ὡϲ τάχοϲ ϲυναχθῆναι καὶ 21 ἄμμαϲ B V corr. Ha 22 ὑπεκάϲτου BV corr. v 23 τὸ πρωὶ Bv τῶ π. V εὐτρεπῆ BV corr. Ha)

64
ὃ δὴ καὶ γέγονεν. ϲυναχθέντοϲ δὲ τοῦ λαοῦ μετὰ τῶν εἰρημένων ὀργάνων ἐν τῇ ἁγίᾳ ἐκκληϲίᾳ τῇ ἐπωνύμῳ Εξἰρήνῃ ἐπέτρεψεν πάνταϲ ψάλλονταϲ ὁμοῦ πορευθῆναι εἰϲ τὸ ποτὲ Μαρνεῖον, αὐτὸϲ δὲ ἐπηκολούθει βαϲτάζων τὸ ἅγιον εὐαγγέλιον καὶ περὶ αὑτὸν ἔχων τὸν εὐαγῆ κλῆρον, ὄντωϲ μιμούμενοϲ τὸν Χριϲτὸν μετὰ τῶν μα- θητῶν. προηγεῖτο δὲ τοῦ λαοῦ ὁ ἀείμνηϲτοϲ Βαρωχᾶϲ βαϲτάζων τὸ ἐκτύπωμα τοῦ τιμίου ϲταυροῦ, ἐξ ἑκατέρων δὲ τῶν μερῶν τοῦ λαοῦ ἦϲαν οἱ ϲτρατιῶται οἱ ὑπο- λειφθέντεϲ χάριν τῆϲ εὐταξίαϲ τῆϲ πόλεωϲ. πορευό- μενοι δὲ ἔψαλλον καὶ ἐν τῇ θέϲει τῆϲ διακοπῆϲ τοῦ ψαλμοῦ ἔλεγον τὸ ἀλληλούια· ἦν δὲ ὁ ψαλμὸϲ ὃν ἔλεγον· ‘δεῦτε ἀγαλλιαϲώμεθα τῷ κυρίῳ, ἀλαλάξωμεν τῷ θεῷ τῷ ϲωτῆρι ἡμῶν. προφθάϲωμεν τὸ πρόϲωπον αὐτοῦ ἐν ἐξομολογήϲει καὶ ἐν ψαλμοῖϲ ἀλαλάξωμεν αὐτῷ, ὅτι θεὸϲ μέγαϲ κύριοϲ καὶ βαϲιλεὺϲ μέγαϲ ἐπὶ πᾶϲαν τὴν γῆν, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆϲ γῆϲ καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰϲιν, ὅτι αὐτοῦ ἐϲτιν ἡ θάλαϲϲα καὶ αὐτὸϲ ἐποίηϲεν αὐτὴν καὶ τὴν ξηρὰν αἱ χεῖρεϲ αὐτοῦ ἔπλαϲαν. δεῦτε προϲκυνήϲωμεν καὶ προϲπέϲωμεν αὐτῷ καὶ κλαύϲωμεν ἐναντίον κυρίου τοῦ ποιήϲαντοϲ ἡμᾶϲ, ὅτι αὐτόϲ ἐϲτιν ὁ θεὸϲ ἡμῶν καὶ ἡμεῖϲ λαὸϲ νομῆϲ αὐτοῦ καὶ πρόβατα χειρὸϲ αὐτοῦ’. ἔλεγον δὲ καὶ ἄλλουϲ ψαλμοὺϲ ἕωϲ ὃτε εἰϲῆλθον εἰϲ τὸ Μαρνεῖον. ἦν δὲ προτρεψάμενοϲ ὁ ἐν ἁγίοιϲ Πορ- [*](13 Ps. 94, 1 ss.) [*](2 ἐπονύμω B 4 ἑπππκολούθει BV corr. v 5 αὐτὸν B 6 ὄντοϲ BV corr. Ha μημούμενοϲ B 9 ὑποληφθέντεϲ BV corr. v 11 ἔψαλον B θέϲῃ B 13 et 15 ἀλαλάξομεν B) [*](20 χεῖραιϲ B 24 ἔλεγεν BV corr. Ha)
65
φύριοϲ ὁ ἐπίϲκοποϲ Ῥουφῖνόν τινα ἀρχιτέκτονα ἐκ τῆϲ Ἀντιόχου, πιϲτὸν ἄνδρα καὶ ἐπιϲτήμονα, δι’ οὐ καὶ τὸ ἅπαν τῆϲ οἰκοδομῆϲ ἐτελειώθη. οὗτοϲ λαβὼν γύψον ἐϲημειώϲατο τὴν θέϲιν τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ κατὰ τὸ ϲχῆμα τοῦ πεμφθέντοϲ ϲκαρίφου ὑπὸ τῆϲ θεοφιλεϲτά τηϲ αὐγούϲτηϲ ξὐδοξίαϲ. καὶ ποιήϲαϲ ὁ ὁϲιώτατοϲ ἐπί- ϲκοποϲ εὐχὴν καὶ γονυκλιϲίαν ἐπέτρεψεν τῷ λαῷ ϲκά- πτειν. εὐθέωϲ δὲ πάντεϲ μιᾷ ψυχῇ καὶ τῇ αὐτῇ προ- θυμίᾳ ἔϲκαπτον βοῶντεϲ· Ὁ Χριϲτὸϲ ἐνίκηϲεν. οὐκ ἦν δὲ θεάϲαϲθαι διαφορὰν ἀνδρὸϲ καὶ γυναικὸϲ ἢ γέ ροντοϲ ἢ παιδίου, ἀλλ’ ἡ προθυμία πᾶϲιν τὴν αὐτὴν δύναμιν παρεῖχεν, καὶ οἳ μὲν ἔϲκαπτον ἄλλοι δὲ ἐξε- χόιζον, ὥϲτε δι’ ἡμερῶν ὀλίγων πάνταϲ τοὺϲ τόπουϲ ὀρυχθῆναι καὶ ἐκχοϊϲθῆναι. καὶ προευτρεπιϲθείϲηϲ τῆϲ ὕληϲ λίθων τε παμμεγεθῶν ἀπὸ λόφου τοῦ λεγομένου Ἀλδιώματοϲ ἐξ ἀνατολῶν τῆϲ πόλεωϲ καὶ ἄλληϲ ὕληϲ ὁ ἐν ἁγίοιϲ πάλιν ϲυναγαγὼν τὸν φιλόχριϲτον λαὸν καὶ ποιήϲαϲ πολλὰϲ εὐχὰϲ καὶ ψαλμῳδίαϲ ἐν τῷ τόπῳ ἀναζωϲάμενοϲ αὐτὸϲ πρῶτοϲ ἤρξατο βαϲτάζειν λίθουϲ καὶ βάλλειν εἰϲ τὰ θεμέλια, ἔπειτα καὶ οἱ θεοφιλεῖϲ κληρικοὶ καὶ πάντεϲ οἱ λαϊκοί, χαίροντεϲ καὶ ψάλλοντεϲ μεγάλῃ τῇ φωνῇ, ὡϲ ἀκούεϲθαι αὐτοὺϲ ἀπὸ τριῶν μι- λίων τῆϲ πόλεωϲ.

ἐγένετο δὲ μέγα θαῦμα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. φρέατα τυγχάνουϲινἔϲωθεν τοῦ περιβολαίουτοῦ ἱεροῦ, ἐξ ὦν ἐϲτιν ἕν ἀπὸ δυτικοῦ μέρουϲ τῆϲ νῦν ἁγίαϲ τοῦ θεοῦ ἐκκλη- ϲίαϲ, οὐκ ὀλίγον βάθοϲ ἔχον. τρεῖϲ οὖν παῖδεϲ διψήϲαντεϲ [*](3 cf. Ha opusc. IlI p. 447 4 ἐϲιμειώϲατο B 7 γονυ- κληϲίαν BV corr. Ha 12 γὰρ εἶχεν B 14 ἐκχοϊθῆναι V προευτρεπιϲθήϲηϲ B 16 Ἀλδιώματοϲ: cf. Etymol. Magn. 58,20 20 βαλεῖν B ἔπιτα B 22 μηλίων BV corr. Ha 27 ἔχων V )

66
ἀπῆλθον ἐπὶ τὸ πιεῖν καὶ πληϲιάϲαντεϲ τῷ ϲτόματι τοῦ φρέατοϲ παρέκυπτον ἐπερειδόμενοι τῷ ξύλῳ τῷ ἐπὶ τοῦ ϲτομίου, οἶα ϲυμβαίνει παῖδαϲ ποιεῖν, καὶ κλαϲθέντοϲ τοῦ ξύλου οἱ τρεῖϲ ἔπεϲαν εἰϲ τὸ φρέαρ. τινὲϲ δὲ ἐκεῖ εὑρεθέντεϲ ἀπῆλθον καὶ ἀπήγγειλαν τῷ λαῷ τὰ γενόμενα. ἐγένετο δὲ οὐ μικρὸϲ θόρυβοϲ πάντων ϲυν- τρεχόντων ἐπὶ τὸ φρέαρ. γνοὺϲ δὲ τὸ γεγονὸϲ ὁ ὁϲιώ- τατοϲ Πορφύριοϲ καὶ αὐτὸϲ δραμὼν ἐπὶ τὸν τόπον ἐκέ- λευϲεν ἡϲυχίαν γενέϲθαι, καὶ γενομένηϲ ἤρξατο εὔχεϲθαι καὶ δέεϲθαι τοῦ θεοῦ μετὰ πολλῶν δακρύων ἵνα ζῶντα καὶ ἀϲινῆ τὰ παιδία φυλάξῃ, καὶ μάλιϲτα διὰ τοὺϲ εἰδωλομανεῖϲ, ἵνα μὴ εἴπωϲιν Ποῦ ἐϲτιν ὁ θεὸϲ αὐτῶν εἰϲ ὃν ἤλπιζον καὶ ποιήϲαϲ ὥραν μίαν χαμαὶ κεί- μενοϲ καὶ ἀνα|ϲτὰϲ ἐπέτρεψεν κατελθεῖν τινα διὰ τῶν ϲχοινίων τῶν κάδων, τὴν ἔρευναν τῶν παίδων ποιή- ϲαϲθαι. ἐβόων γὰρ οἱ ἀπὸ τοῦ πλήθουϲ, καλοῦντεϲ τὰ παιδία, καὶ οὐδεὶϲ ἦν ὁ ὑπακούων κάτωθεν ἐκ τοῦ φρέατοϲ. κατελθόντοϲ δὲ τοῦ ἀνδρὸϲ ἡυρέθηϲαν οἱ τρεῖϲ παῖδεϲ καθήμενοι ἐπάνω λίθου μεγάλου ἀϲινεῖϲ καὶ ἱλα- ροὶ ὁμιλοῦντεϲ ἀλλήλοιϲ. ὡϲ δὲ ἐθεάϲατο αὐτοὺϲ ὁ ἀνήρ, ὑπερεθαύμαϲεν καὶ ἐδόξαϲεν τὸν θεόν, καὶ βοήϲαϲ κάτωθεν εἶπεν· Δοξάϲατε τὸν κύριον, ζῶϲιν γὰρ οἱ τρεῖϲ παῖδεϲ. ἀκούϲαϲ δὲ ὁ ἐν ἁγίοιϲ ὅϲιοϲ ἐπίϲκο- ποϲ καὶ οἱ τοῦ λαοῦ ἐχάρηϲαν καὶ πέμψαντεϲ ϲπυρίδα μεγάλην ἐπέτρεψεν τοὺϲ τρεῖϲ ὁμοῦ ἀνενεχθῆναι. μικροὶ γὰρ ἦϲαν ὡϲ ἀπὸ ἐτῶν ἕξ ἢ ἑπτά. δεξάμενοϲ δὲ ὁ [*](12 cf Ps.79,10. 115,2. loel 2,17) [*](2 ἐπεριδόμενοι B V corr. Ha 7 γεγονῶϲ B 11 διαφυ- λἀξῃ V 18 κείμενοϲ: κεκλημένοϲ V 20 ἀλλήλουϲ V 24 ϲπυρίδαν BV corr. Ha 25 ἐπέτρεψαν Ha 26 ὡϲ: ὀϲ B)
67
κάτω τὴν ϲπυρίδα καὶ δεϲμήϲαϲ ἀϲφαλῶϲ ἐκάθιϲεν τοὺϲ τρεῖϲ, παραγγείλαϲ αὐτοῖϲ κλεῖϲαι τοὺϲ αὐτῶν ὀφθαλ- μούϲ ἄχριϲ οὐ τὰ ἄνω φθάϲωϲιν καὶ λέγειν Ἰηϲοῦ Χριϲτέ, ϲῷϲον. καὶ ποιήϲαϲ τοῦτο ἐβόηϲεν μετὰ κατα- ϲτάεωϲ ϲῦραι τὸ ϲχοινίον, καὶ ϲύροντεϲ ἔλεγον τὸν ὕμνον τῶν τριῶν παίδων· ‘εὐλογητὸϲ εἶ, κύριε ὁ θεὸϲ τῶν πατέρων ἡμῶν’. καὶ ὡϲ ἔφθαϲαν καὶ ἐθεάϲατο αὐτοὺϲ ὁ ἐν ἁγίοιϲ ἐπίϲκοποϲ (οὗτοϲ γὰρ ἐτύγχανεν κατὰ τοῦ ϲτομίου τοῦ φρέατοϲ ἑϲτὼϲ καὶ κρατῶν τὸ ϲχοιτίον), [καὶ] πληϲθεὶϲ χαρᾶϲ καὶ δακρύων ἀνεβόηϲεν εἰπών εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον, ὑμνεῖτε’. ὡϲ δὲ ἐπῆραν αὐτοὺϲ ἐκ τοῦ ϲπυριδίου, ἠρεύ- ηϲαν μή τι τοῦ ϲώματοϲ αὐτῶν ἔπληκται, καὶ οὐδὲν ἡυρέθη φαῦλον ἐν αὐτοῖϲ, ἀλλὰ μέγα θαῦμα μέθᾳ· οἱ γὰρ τρεῖϲ ϲταυροειδῆ ϲημεῖα ἡυρέθηϲαν ἔχον τεϲ ὡϲ ἀπὸ ξέϲματοϲ βελόνηϲ, ὃ μὲν ἐν τῷ μέϲῳ τοῦ μετώπου, ὃ δὲ ἐπάνω τῆϲ δεξιᾶϲ χειρὸϲ περὶ τοὺϲ δακτύ- λουϲ, ὁ δὲ ἄλλοϲ εἰϲ τὸν δεξιὸν ὦμον. ἦν δὲ τὰ ϲταυ- ρία καλῶϲ τετυπωμένα, μήτε λοξὰ μήτε ϲκαμβά, ἀλλ’ ἑνὸϲ μέτρου, ὡϲ δῆλα αὐτὰ εἶναι θεοϲήμεια· οὔτε γὰρ πόνον ἐποίουν αὐτοῖϲ, ἀλλ’ οὐδὲ αἷμα, ἀλλ’ ἦν τετυ- πωμένα ὡϲ ἀπὸ κινναβάρεωϲ. ἔμειναν δὲ ἐν αὐτοῖϲ ἱκανὸν χρόνον πρὸϲ τὸ πάνταϲ ὁρᾶν καὶ θαυμάζειν· πολλοὶ γὰρ καὶ τῶν ἀλλοεθνῶν θεαϲάμενοι ἐπίϲτευϲαν. [*](6 Prec. Azariae 2 11 Prec. Azariae 34) [*](1 δεϲμίϲαϲ B ἐκάθηϲεν B 2 κλήϲαι B 4 f. κατατάϲεωϲ 5 ϲχοινίων B 10 καὶ del. Ha πλειϲθεὶϲ V 15 ϲταυ- ροηδὴ B 17 μετόπου B 19 τετυπομένα B 20 δείλα BV corr. v 21 ἣν ut vid. B ἦ B2V corr. Ha τετοιπομένα B 22 κιναβάρεωϲ BV corr. Ha)
68
ἀνενεχθεὶϲ δὲ καὶ ὁ ἄνθρωποϲ ὁ καταβὰϲ χάριν τῶν παιδίων διεβεβαιοῦτο ὅρκοιϲ λέγων ὅτι Ἡνίκα ἔβαλλον αὐτοὺϲ ἐν τῇ ϲπυρίδι καὶ ἀνεφέροντο, ἐθεώρουν ὡϲ ἐπὶ ἀϲτραπῆϲ κύκλῳ αὐτῶν ἕωϲ ὅτου ἔφθαϲαν τὸ ϲτόμιον τοῦ φρέατοϲ. ἐγένετο δὲ χαρὰ τοῖϲ Χριϲτιανοῖϲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοῖϲ δὲ εἰδωλολάτραιϲ λύπη καὶ ϲκάνδαλον.

ἡ δὲ οἰκοδομὴ προέκοπτεν καθ’ ἡμέραν, πάντων προθύμωϲ καὶ ϲπουδαίωϲ ἐργαζομένων· οὔτε γὰρ ἦν ὁ ἀποϲτερούμενοϲ τὸν μιϲθὸν αὐτοῦ, ἀλλὰ καὶ περιϲϲὸν παρ- εῖχεν φιλοτιμούμενοϲ τούϲ ἐργαζομένουϲ· ἔλεγεν γάρ· Δίκαιόν ἐϲτιν ἵνα μὴ λάβῃ κατάραν ἀλλ’ εὐλογίαν τὸ πᾶν ἔργον τῆϲ οἰκοδομῆϲ. τῷ δὲ ἑξῆϲ ἐνιαυτῷ πέμ- πει ἡ βαϲίλιϲϲα Εὐδοξία τοὺϲ ϲτύλουϲ οὓϲ ἐπηγγείλατο, θαυμαϲτοὺϲ ὄνταϲ καὶ μεγάλουϲ, τὸν ἀριθμὸν τριάκοντα δύο (καλοῦνται δὲ Καρύϲτιοι), οἵτινέϲ εἰϲιν ἐν τῇ ἁγίᾳ ἐκκληϲίᾳ ϲμαράγδων δίκην λάμποντεϲ. καταπλευϲάντων δὲ αὐτῶν πάλιν ἐδείχθη ἡ ϲπουδὴ καὶ προθυμία τοῦ φιλοχρίϲτου λαοῦ· πάντεϲ γὰρ ἀκούϲαντεϲ εὐθέωϲ ἔδρα- μον ἐπὶ τὸν αἰγιαλόν, οὐ μόνον δὲ ἄνδρεϲ, ἀλλὰ καὶ γυναῖκεϲ καὶ παῖδεϲ καὶ γέροντεϲ (πάνταϲ γὰρ ὁ πόθοϲ τῆϲ πίϲτεωϲ ἐνεδυνάμου), καὶ ἀγαγόντεϲ ἁμάξαϲ ἐπι- θέντεϲ ἕκαϲτον ϲτύλον εἷλκον καὶ ἀπετίθεντο ἐν τῷ ὑπαίθρῳ τοῦ ἱεροῦ καὶ πάλιν ὑπέϲτρεφον καὶ διεκόμιζον ἕτερον ἕωϲ οὗ ὅλουϲ διεκόμιζον. καὶ ταῦτα μὲν περὶ. τούτων.