Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

ἐφθάϲαμεν δὲ τὴν Ῥόδον δι᾿ ἡμερῶν ἑ. ἐγένετο δὲ ἡμῖν ϲπουδὴ ἀπελθεῖν πρὸϲ τὸν ἐν ἁγίοιϲ Προκόπιον τὸν ἀναχωρητήν, καὶ πολλὰ παρακαλεϲάντων ἡμῶν τὸν ναύκληρον ἐνδοῦναι ἡμῖν ὥραϲ τρεῖϲ, οὐκ ἐνδέδωκεν λέγων ὅτι Τοιοῦτον ἄνεμον οὐκ ἔχω εὑρεῖν ἐπιτή- δειον. ἡμεῖϲ δὲ αὐτῷ ἐλέγομεν ὅτι Δύνανται αἱ εὐχαὶ τοῦ ἁγίου ἀνδρὸϲ καὶ ϲῷϲαι ἡμᾶϲ καὶ ἄνεμον ἐπιτήδειον δοῦναι ἡμῖν. ὁ δὲ ναύκληροϲ ἐϲκληρύνετο καὶ οὐκ ἐδέ- χετο ἡμῶν τὴν αἶτηϲιν, ἀλλ᾿ ὑδρευϲάμενοι ἀνήχθημεν. ἐλυπούμεθα δὲ ϲφόδρα ἀποτυχόντεϲ τοιαύτηϲ ϲυντυχίαϲ. ἐδεόμεθα οὖν αὐτοῦ διὰ προϲευχῆϲ ϲυγγνῶναι ἡμῖν καὶ εὔξαϲθαι ὑπὲρ ἡμῶν, ἵνα ϲωθῶμεν καὶ τελειώϲωμεν τὸ ἔργον δ ἐνεχειρίϲθημεν. πλεύϲαντεϲ δὲ ἐκ τῆϲ Ῥόδου καὶ εὐπλοήϲαντεϲ ἐπὶ ἡμέραϲ δύο εὐδίαϲ οὔϲηϲ, ἄφνω κινεῖται χειμών, ἄνεμοί τε καὶ ἀϲτραπαὶ καὶ βρονταὶ καὶ ρικυμίαι, καὶ ἐκορυφοῦτο τὰ κύματα καὶ ἐγίνετο ὡϲ ὄρη ψηλὰ καὶ ὑψοῦτο τὸ πλοῖον ὡϲ ἡμᾶϲ νομίζειν φθάνειν τὰ νέφη. ἦϲαν δὲ κραυγαὶ καὶ δάκρυα καὶ δεήϲειϲ πρὸϲ τὸν θεόν, ἐπεκαλούμεθα δὲ καὶ τὰϲ εὐχὰϲ τοῦ ὁϲίου Προκοπίου τοῦ ἀναχωρητοῦ. καὶ γενομένηϲ ἑϲπέραϲ καὶ τοῦ χειμῶνοϲ μὴ κοπάϲαντοϲ ἄγρυπνοι διεμείναμεν πᾶ- ϲαν τὴν νύκτα ἐκείνην. περὶ δὲ τὸν ὄρθρον ἐκ τῆϲ [*](5 ἀναχωριτήν B 7 ἐπιτήδιον V corr. V2 9 ἐπιτήδιον BV corr. V2v 11 αἴτιϲιν B 13 ϲυγνῶναι B 14 τελειώ- ϲομεν V 15 ἐγχειρίϲθημεν V 16 ἐκπλωήϲαντεϲ B εὐδο- κίαϲ B 17 exspectes tale χειμών, 〈καὶ ἄρχονται〉 cf 19, 2) [*](20 δεήϲιϲ B δέηϲιϲ V 21 ἐπικαλούμεθα V corr. V2 τοῦ ἀν. τ.ὁ.Π. BV cf. 32,2. 37,21. 38,15. 47,4. 48, 3 22 ἀνα- χωριτοῦ B 23 χειμόνοϲ B 24 νύκταν B rad. corr. V)

48
πολλῆϲ θλίψεωϲ μικρὸν ὕπνωϲαν οἱ ὁϲιώτατοι ἐπίϲκοποι, καὶ ὁρᾷ κατὰ τοὺϲ ὕπνουϲ ὁ ἐμὸϲ κύριοϲ Πορφύριοϲ τὸν ἐν ἁγίοιϲ Προκόπιον τὸν ἀναχωρητὴν λέγοντα αὐτοῖϲ· Τὸν ναύκληρον κατηχήϲατε καὶ ἀναϲφραγίϲατε (ἔϲτιν γὰρ τῆϲ Ἀρείου μυϲαρᾶϲ αἱρέϲεωϲ) καὶ παραϲκευάϲατε αὐτὸν ἀναθεματίϲαι Ἄρειον καὶ τὴν κακοπιϲτίαν αὐτοῦ, καὶ εὐθέωϲ παύεται ὁ τοϲοῦτοϲ κλύδων. διὰ γὰρ τὸ εἶναι αὐτὸν τῆϲ εἰρημένηϲ αἱρέϲεωϲ οὐ ϲυνεχώρηϲεν ὑμῖν παραγενέϲθαι πρόϲ με. ὅμωϲ γε κατηχήϲατε αὐτόν· δέ- ξαϲθαι γὰρ ἔχει παρ’ ὑμῶν τὸν ὀρθὸν λόγον. ταῦτα ἀκούϲαϲ ὁ ἡμέτεροϲ ὅϲιοϲ Πορφύριοϲ διυπνίϲθη, καὶ προϲκαλεϲάμενοϲ ἡμᾶϲ διηγήϲατο τὰ ἐν τῷ ὕπνῳ. εὐ- θέωϲ δὲ καλέϲαντεϲ τὸν ναύκληρον εἴπαμεν αὐτῷ· θέλειϲ ϲωθῆναί ϲου τὸ πλοῖον καὶ πάνταϲ ἡμᾶϲ καὶ πρό γε πάντων τὴν ἑαυτοῦ ψυχήν, 5 δέ φηϲιν· Εἰϲ τοῦτο οὐκ ἔϲτιν ἐρωτῆϲαι. εἶπαν δὲ αὐτῷ οἱ ἐπίϲκοποι Ἄρνηϲαι τὴν κακοπιϲτίαν ϲου καὶ πίϲτευϲον εἰϲ τὴν ὀρθὴν πίϲτιν, καὶ ϲῴζῃ ϲὺ καὶ τὸ πλοῖον καὶ πάντεϲ ἡμεῖϲ. λέγει αὐτοῖϲ ὁ ναύκληροϲ· Ἐπειδὴ ὁρῶ ὑμᾶϲ ἔχονταϲ πρό- γνωϲιν (κατελάβετε γὰρ τὰ ἐν τῇ καρδίᾳ μου τινὸϲ μὴ ἀπαγγείλαντοϲ ὑμῖν), ἰδοὺ λέγω ὑμῖν· πιϲτεύω ὡϲ πιϲτεύ- ετε καὶ ἀρνοῦμαι τὴν αἵρεϲιν Ἀρείου καὶ αὐτὸν Ἄρειον. παρακαλῶ δὲ ὑμᾶϲ κατὰ ϲχολὴν φωταγωγῆϲαί με ἐκ τῶν ἁγίων γραφῶν εἰϲ τὴν ὀρθὴν πίϲτιν. οἱ δὲ ὅϲιοι ἐπί- ϲκοποι λαβόντεϲ ἀνεϲφράγιϲαν αὐτόν, ποιήϲαντεϲ ἐπ’ αὐτῷ εὐχήν, μετέδωκαν δὲ αὐτῷ καὶ ἐκ τῶν θείων μυϲτη- [*](4 BV corr. Ha ἄριον B 7 κλύδον V corr. V2 8 [ὑ]μῖν c.ras. V ἡμῖν B 9 δέξαϲθε B 13 εἴπ[ο]μεν c.ras. V 16 εἶπ[ο]ν c. ras. V 20 κατελάβεται B 21 [ὑ]μῖν c. ras. V πιϲτεύεται B V corr. v 25 ἀνεφράγηϲαν B)
49
ῥίων. ἐν τούτῳ δὲ καὶ ὁ κλύδων ἐπαύϲατο καὶ πρὸϲ ἑϲπέραν ἐτράπη ὁ ἄνεμοϲ, καὶ ἐπλέομεν ἐπιτηδείωϲ, καὶ ποιήϲαντεϲ ἐν τῷ πελάγει ἄλλαϲ ἡμέραϲ τέϲϲαραϲ τῇ πέμπτῃ ὄρθρου κατεπλεύϲαμεν εἰϲ τὸ παράλιον μέροϲ τῆϲ Γαζαίων, ὃ καλοῦϲιν Μαιουμᾶν.

ὡϲ δὲ ἀπέβημεν, γνόντεϲ οἱ ἐκεῖϲε Χριϲτιανοὶ ἐδέξαντο ἡμᾶϲ μετὰ ψαλμῳδίαϲ, ὁμοίωϲ δὲ καὶ 〈οἱ〉 ἀπὸ τῆϲ πόλεωϲ ὡϲ ἤκουϲαν ὑπήντηϲαν ἡμῖν ἔχοντεϲ τὸ ϲημεῖον τοῦ τιμίου ϲταυροῦ καὶ αὐτοὶ ψάλλοντεϲ. ϲυνε- μίγηϲαν δὲ οἱ τῶν δύο τόπων καὶ ἐγένοντο οὐκ ὀλίγοϲ λαόϲ· πλείουϲ γὰρ ἦϲαν οἱ ἀπὸ τῆϲ παραλίου διὰ τὸ πολλοὺϲ ἔχειν Αἰγυπτίουϲ ἐμπόρουϲ οἴνων. οἱ δὲ τῆϲ εἰδωλομανίαϲ ὁρῶντεϲ τὰ γινόμενα ἐπρίοντο, οὐδὲν δὲ ἐτόλμων ποιῆϲαι, ἐπειδὴ ἤκουϲαν πόϲην τιμὴν εἶχον οἱ ὁϲιώτατοι ἐπίϲκοποι παρὰ τῶν βαϲιλέων καὶ ὅτι τὰ εἴδωλο ἤμελλον καταϲτρέφεϲθαι, καὶ ἦϲαν ἐν πολλῇ φροντίδι καὶ ἀθυμίᾳ. ὡϲ δὲ εἰϲήλθομεν εἰϲ τὴν πόλιν περὶ τὸ καλούμενον τετράμφοδον, ϲτήλη ἵϲτατο ἀπὸ μαρμάρου ἣν ἔλεγον εἶναι Ἀφροδίτηϲ· ἦν δὲ ἐπάνω βωμοῦ λιθίνου, ὑπῆρχεν δὲ τὸ ἐκτύπωμα τῆϲ ϲτήληϲ γυναικὸϲ γυμνῆϲ ἐχούϲηϲ ὅλα τὰ ἄϲχημα αὐτῆϲ φαινό- μενα. ἐτίμων δὲ τὴν ϲτήλην πάντεϲ οἱ ἀπὸ τῆϲ πόλεωϲ, μάλιϲτα αἱ γυναῖκεϲ λύχνουϲ ἅπτουϲαι καὶ λίβανον θυ- [*](2 ἐπλέωμεν BV corr V2 ἐπιτηδείοϲ B ἐπιτηδίωϲ V corr. V2 3 πελάγη B 4 ὄρθου V 5 τῶν Γαζαίων BV cf 2,22 6 γνῶντεϲ BV corr. v 7 οἱ add. Ha 9 τοῦ ϲτ. τοῦ τιμίου V ψάλοντεϲ B ϲυνεμήγηϲαν B 11 παραλείου B 14 ἔτολ- μον V corr, V2 πόϲιν B πόϲην ex πόϲιν V εἶχων B 16 εἰδωλεῖα Ha εἰμελλον V corr. v 17 εἰϲήλθωμεν B 18 ϲτίλη BV corr. v 19 ἣν: καὶ V 20 βομοῦ B ἐκ- τύπομα B ϲτίληϲ BV corr. v 22 ϲτίλην BV corr. v 23 θυμιοῦϲαι B)

50
μιῶϲαι. ἐφήμιζον γὰρ περὶ αὐτῆϲ ὅτι χρηματίζει κατ’ ὄναρ ταῖϲ βουλομέναιϲ προϲομιλῆϲαι γάμῳ, ἠπάτων δὲ ἀλλήλαϲ ψευδόμεναι. ἐπῖτραπέντεϲ δὲ παρὰ τοῦ δαί- μονοϲ πολλάκιϲ χάριν ϲυναλλαγῆϲ γάμου τοϲοῦτον ἀπέ- τυχον ὥϲτε καὶ εἰϲ διαζύγια αὐτοὺϲ ἐλθεῖν ἢ κακῶϲ ϲυνοικῆϲαι. ταῦτα δὲ ἔγνωμεν ἐκ τῶν ἀποϲτραφέντων τὴν πλάνην καὶ ἐπιγνόντων τὴν ἀλήθειαν· ἀλλὰ καί τινεϲ τῶν εἰδωλολατρῶν, μὴ φέροντεϲ τὰϲ ϲυμφορὰϲ τῶν χαλεπῶν ϲυνοικεϲίων ὧν ἐπετράπηϲαν κατὰ κέλευϲιν τοῦ δαίμονοϲ τῆϲ Ἀφροδίτηϲ, ἀγανακτοῦντεϲ ἐξωμολο- γήϲαντο τὴν ἀπάτην. καὶ γὰρ τοιοῦτοι τυγχάνουϲιν οἱ. δαίμονεϲ εἰϲ τὸ ἀπατᾶν καὶ μηδὲν ὅλωϲ ἀληθὲϲ λέγειν· οὔτε γὰρ ἔνεϲτιν αὐτοῖϲ τὸ βέβαιον εἰδέναι, ἀλλ’ ἐξ εἰκότων φαντάζειν τοὺϲ καταδεδουλωμένουϲ αὐτοῖϲ προϲ- ποιοῦνται. πῶϲ γὰρ δύνανται ἀληθεύειν οἱ τῆϲ ἀλη- θείαϲ ἐκπεπτωκότεϲ; εἰ δὲ καὶ ἐπιτύχωϲιν εἴϲ τινα μαν- τευόμενοι, ἀπὸ ϲυμβάντοϲ τοῦτο γίνεται, ὥϲπερ καὶ ἐπὶ τῶν ἀνθρώπων ϲυμβαίνει πολλάκιϲ τινὰ προειπεῖν ἕνεκεν πράγματοϲ καὶ ἀπὸ ϲυμβάντοϲ γενέϲθαι. εἰϲ τὰϲ οὖν ἐπιτυχίαϲ τὰϲ ϲπανίωϲ γινομέναϲ ἀπὸ ϲυμβάντοϲ θαυ- μάζομεν, τὰϲ δὲ ἀποτυχίαϲ τὰϲ ϲυνεχῶϲ γινομέναϲ ϲιω- πῶμεν. τοϲαῦτα μὲν περὶ δαιμόνων καὶ τῆϲ πλάνηϲ αὐτῶν. ἐκπλευϲάντων δὲ ἡμῶν εἰϲ τὴν πόλιν, καθὼϲ εἴρηται, ὡϲ ἐφθάϲαμεν τὸν τόπον ἐν ῷ ὑπῆρχεν τὸ [*](1 εὐφήμιζον rad. corr. V 2 ἡπάτον V corr. V2 4 ϲυν- αλαγῆϲ B 7 ἐπιγνώντων B rad.corr.V 9 χαλαιπῶν B 10 ἐξομολογήϲαντο BV corr. V2 11 τοιοῦτον B V corr. Ha 13 ἐκεικότων BV f ἐκ 〈τοῦ ἐξ〉 εἰ. vel ἐξ εἰ. φαντάζοντεϲ 14 βαϲτάζειν V ἐπ’ εἰκ. β. Ha 16 ἐκπεπ[ο]κότεϲ c. ras. tres fere litt. cap. B 17 τούτου rad. corr. V 19 γενήϲεϲθαι BV corr. Eb 20 ἐπιτυχίαϲ 〈οὖν〉 Ha 21 ϲιωπόμεν B)
51
εἰρημένον εἶδωλον τῆϲ Ἀφροδίτηϲ (ἐβάϲταζον δὲ Χρι- ϲτιανοὶ τὸ τίμιον ξύλον τοῦ Χριϲτοῦ, τουτέϲτιν τὸν τύπον τοῦ ϲταυροῦ), ἑωρακὼϲ ὁ ἐνοικῶν δαίμων ἐν τῇ ϲτήλῃ, μὴ φέρων ἰδεῖν τὸ φερόμενον ϲημεῖον, ἐξελθὼν ἐκ τοῦ μαρμάρου μετὰ ἀταξίαϲ πολλῆϲ ἔρριψεν αὐτὴν τὴν ϲτήλην καὶ ϲυνέκλαϲεν αὐτὴν εἰϲ πολλὰ κλάϲματα. ἔτυχεν δὲ δύο ἄνδραϲ τῶν εἰδωλολατρῶν παρίϲταϲθαι τῷ βωμῷ ἐν ῷ ἵϲτατο ἡ ϲτήλη, καὶ ϲυμπεϲοῦϲα τοῦ μὲν τὴν κεφαλὴν ἐδιχοτόμηϲεν, τοῦ δὲ τὸν ὦμον καὶ τὸν καρπὸν κατέκλαϲεν· ἵϲταντο γὰρ ἀμφότεροι ζοντεϲ τὸν ἅγιον λαόν. πολλοὶ δὲ τῶν Ἐλλήνων θεαϲά μένοι τὸ ϲημεῖον τὸ γενόμενον ἐπίϲτευϲαν καὶ ϲυμμ γέντεϲ τοῖϲ λαϊκοῖϲ ϲυνειϲῆλθον αὐτοῖϲ εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν τὴν ἐπώνυμον Εἰρήνην. ἐγένετο δὲ χαρὰ μεγάλη τοῖϲ Χριϲτιανοῖϲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ τρεῖϲ τρόπουϲ· κατὰ πρώτην τάξιν ὅτι ἀπέλαβον τὸν ἱερέα ὑγιαίνοντα καὶ καταθυμίωϲ πράξαντα, κατὰ δὲ τὴν δευ- τέραν ὅτι ϲυνετρίβηϲαν οἱ θεοὶ τῶν ἐθνῶν καὶ ἐγένοντο ὡϲεὶ κονιορτὸϲ διαϲκορπιζόμενοϲ ἀπὸ ἅλωνοϲ θερινῆϲ, ἀλλὰ καὶ οἱ ὅμοιοι αὐτῶν ϲυγκεκλαϲμένοι ἐγένοντο πεποιθότεϲ ἐπ’ αὐτοῖϲ, κατὰ τὴν τρίτην δὲ τὴν μείζονα τῶν ἄλλων ὅτι καὶ ἐϲώθηϲαν ψυχαὶ πλανώμεναι καὶ προϲετέθηϲαν τῇ τοῦ Χριϲτοῦ ποίμνῃ. ϲφραγίϲαϲ δὲ αὐτοὺϲ ὁ ἐπίϲκοποϲ ἀπέλυϲεν μετ’ εἰρήνηϲ, παραγγείλαϲ αὐτοῖϲ ϲχολάζειν ταῖϲ ἁγίαιϲ προϲευχαῖϲ. ἦϲαν δὲ τὸν [*](19 cf Dan. 2, 35) [*](3 ἑωρακὸϲ B 4 ϲτίλη B φερομένων B 6 ϲτίλην B 7 παρίϲταϲθε BV corr. v 8 ϲτίλη B 12 ϲυμμηγέν- τεϲ B 14 ἐπόνοιμον B ἐπόνυμον V corr V2 19 ἄλονοϲ BV corr. V 21 πεποιθῶτεϲ B 22 πλανόμεναι B V corr. V )
52
ἀριθμὸν ἄνδρεϲ τριάκοντα δύο καὶ γυναῖκεϲ ἑπτά. ποιή- ϲαϲ δὲ ὁ ἀρχιεπίϲκοποϲ Ἰωάννηϲ ἄλλαϲ δύο ἡμέραϲ ἐν τῇ Γάζη ἐξῆλθεν ἐπὶ Καιϲάρειαν, πάντων τῶν Χριϲτια- νῶν καὶ τοῦ ὁϲίου ἐπιϲκόπου ἀποκαταϲτηϲάντων αὐτὸν ἕωϲ δύο μιλίων.

μετὰ δὲ δεκάτην ἡμέραν κατέλαβεν ὁ θαυμάϲιοϲ Κυνήγιοϲ, ἔχων μεθ’ ἑαυτοῦ τὸν ὑπατικὸν καὶ τὸν δοῦκα καὶ πολλὴν ϲτρατιωτικὴν καὶ πολιτικὴν χεῖρα. προέγνω- ϲαν δὲ πολλοὶ τῶν εἰδωλολατρῶν καὶ ἐξῆλθον τῆϲ πό- λεωϲ, οἳ μὲν εἰϲ κώμαϲ, ἄλλοι δὲ εἰϲ ἑτέραϲ πόλειϲ· ἦϲαν δὲ οἱ πλείουϲ τῶν πλουϲίων τῆϲ πόλεωϲ. ἐμητά- τευϲεν δὲ τοὺϲ οἴκουϲ τῶν φυγόντων ὁ εἰρημένοϲ Κυνή- γιοϲ. τῇ δὲ ἑξῆϲ προϲκαλεϲάμενοϲ τοὺϲ τῆϲ πόλεωϲ παρόντων τοῦ τε δουκὸϲ καὶ τοῦ ὑπατικοῦ ἐνεφάνιεεν αὐτοῖϲ τὰ βαϲιλικὰ γράμματα τὰ παρακελευόμενα ὥϲτε καταϲτραφῆναι τὰ εἴδωλα καὶ τὰ εἰδωλεῖα καὶ πυρὶ. παραδοθῆναι. εὐθέωϲ δὲ ἀκούϲαντεϲ οἱ εἰδωλολάτραι οἴμωξαν μεγάλῃ τῇ φωνῇ, ὥϲτε τοὺϲ ἄρχονταϲ ἀγανα- κτῆϲαι καὶ μετὰ ἀπειλῆϲ ἐπιπέμψαι αὐτοῖϲ ϲτρατιώταϲ τύπτονταϲ αὐτούϲ ῥάβδοιϲ καὶ ϲκυτάλαιϲ. οἱ δὲ Χρι- ϲτιανοὶ μετὰ χαρᾶϲ μεγάληϲ ἀνευφήμουν τούϲ βαϲιλεῖϲ καὶ τοὺϲ ἄρχονταϲ. εὐθέωϲ δὲ ὥρμηϲαν μετὰ τῶν ἀρ- χόντων καὶ τῶν ταγμάτων καὶ κατέϲτρεψαν τὰ εἰδω- λεῖα Γάζηϲ. ἦϲαν δὲ ἐν τῇ πόλει ναοὶ εἰδώλων δημόϲιοι ὀκτώ, τοῦ τε Ἡλίου καὶ τῆϲ Ἀφροδίτηϲ καὶ τοῦ Ἀπόλ- [*](3 γάζει B 5 μηλίων B 11 ἐμιτάτευϲεν V ‘fecit militum metata id est domicilia᾿ Ha 14 ἐνεφάνηϲεν V corr. V2 15 βαϲιλεικὰ B 16 εἰδωλία BV corr. V2 17 παραδωθήναι B 19 ἀπιλῆϲ B 20 αὐτοῖϲ V corr. V 22 ὅρμηϲαν B 23 εἰδωλία BV corr. V 24 Γάζηϲ: )

53
λωνοϲ καὶ τῆϲ Γόρηϲ καὶ τῆϲ Ἑκάτηϲ καὶ τὸ λεγόμενον Ἡρωεῖον καὶ τῆϲ Τύχηϲ τῆϲ πόλεωϲ, δ ἐκάλουν Τυχαῖον, καὶ τὸ Μαρνεῖον, ὃ ἔλεγον εἶναι τοῦ Κρηταγενοῦϲ Διόϲ, ὃ ἐνόμιζον εἶναι ἐνδοξότερον πάντων τῶν ἱερῶν τῶν ἁπανταχοῦ. ἦϲαν δὲ καὶ ἄλλα πλεῖϲτα εἴδωλα ἐν ταῖϲ οἰκίαιϲ καὶ ἐν ταῖϲ κώμαιϲ, ἅτινα οὐδεὶϲ ἠδύνατο καθυ- ποβαλεῖν ἀριθμῷ· οἱ γὰρ δαίμονεϲ δραξάμενοι τῆϲ προαιρέϲεωϲ τῶν Γαζαίων, ὡϲ εἰϲὶν εὐμετάγωγοι, ἐπλή- ρωϲαν τῆϲ πλάνηϲ πᾶϲαν αὐτῶν τὴν πόλιν καὶ περιοι- κίδα. τοῦτο δὲ ὑπομένουϲιν ἀπὸ πολλῆϲ ἁπλότητοϲ. διὸ μεταφερόμενοι εἰϲ τὴν ἁγίαν πίϲτιν Χριϲτιανοὶ ζηλωταὶ γίνονται. τοϲαῦτα μὲν περὶ τῶν Γαζαίων. ἐπιτραπέντεϲ οὖν οἱ ϲτρατιῶται μετὰ τῶν Χριϲτιανῶν τῆϲ πόλεωϲ καὶ τοῦ θαλαττίου αὐτῆϲ μέρουϲ ὥρμηϲαν ἐπὶ τὰ εἴ- δωλα καὶ πρῶτον βουληθέντεϲ καταϲτρέψαι [τὰ εἴδωλα καὶ] τὸ Μαρνεῖον ἀνεκρούϲθηϲαν· οἱ γὰρ ἱερεῖϲ τοῦ εἰδώλου ἐκείνου προακούϲαντεϲ ἔϲωθεν τὰϲ θύραϲ τοῦ ἐνδοτέρου ναοῦ λίθοιϲ μεγάλοιϲ προέφραξαν καὶ κατ- αγαγόντεϲ εἰϲ τὰ λεγόμενα ἄδυτα ὅϲα ἦν τῷ ἱερῷ τίμια ϲκεύη, ἔτι δὲ καὶ αὐτὰ τὰ ζῴδια τῶν θεῶν αὐτῶν ἐκεῖ ἔκρυψαν καὶ διὰ τῶν αὐτῶν ἀδύτων ἔφυγον δι’ ἄλλων ἀνόδων· ἔλεγον γὰρ τὰ εἰρημένα ἄδυτα ἔχειν πολλὸϲ ἀνόδουϲ εἰϲ διαφόρουϲ τόπουϲ. ἀνακρουϲθέντεϲ οὖν, καθὼϲ προεῖπον, ἐτράπηϲαν ἐπὶ τὰ ἄλλα εἰδωλεῖα καὶ τὰ μὲν κατέϲτρεψαν, τὰ δὲ πυρὶ παρέδωκαν, ὰρπάϲαντεϲ [*](2 ἡροΐον P ἱερωςΐων BV καί〈τὸ〉τῆϲ Ha τύχαιον BP τύχεον V 3 μαρνίον BV corr. Ha ἐλεγων B κρητὰ γέ- νουϲ P κρίτα γένουϲ BV corr. Henschen cl. Steph. Byz.p. 194. 454 M διῶϲ B 6 οἰκείαιϲ B V corr. v 14 εἰδωλα Ha 16 μαρνίον BV semper fere, corr. Ha 19 [ἦ]ν c. ras. V f. 〈ἐν〉 τῷ 21 διὰ: ἐκ Us ἔφυγων B 24 εἴδωλα BV corr. Ha )
54
πάντα τὰ ἐν αὐτοῖϲ ϲκεύη τίμια. ἦν δὲ ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ ἀναθεματίϲαϲ ἐν τῇ ἐκκληϲίᾳ πάντα Χριϲτια- νὸν πολίτην λαμβάνοντά τί ποτε ἐκ τῶν εἰδωλείων εἰϲ ἰδίον κέρδοϲ· οὐδεὶϲ οὖν τῶν πολιτῶν πιϲτῶν ἐλάμβα- νεν οὐδέν, εἰ μὴ οἱ ϲτρατιῶται καὶ οἱ παρεπίδημοι ἐκεῖϲε εὑρεθέντεϲ. περιῆγον οὖν μετὰ τῶν λαικῶν ἄνδρεϲ εὐ- λαβεῖϲ τοῦ κλήρου καὶ αὐτὸϲ ὁ ὅϲιοϲ ἐπίϲκοποϲ Πορ- φύριοϲ ἀνακόπτοντεϲ αὐτούϲ μηδὲν ϲφετερίϲαϲθαι.

ἐποίηϲαν δὲ ἡμέραϲ δέκα καταϲτρέφοντεϲ τούϲ ναούϲ τῶν εἰδώλων, μετὰ δὲ τὰϲ εἰρημέναϲ ἡμέραϲ ἐβουλεύ- ϲαντο καὶ περὶ τοῦ Μαρνείου πῶϲ αὐτῷ χρήϲονται. οἳ μὲν γὰρ ἔλεγον καταϲκαφῆναι αὐτό, ἄλλοι δὲ κατα- καῆναι, ἄλλοι δὲ καθαριϲθῆναι τὸν τόπον καὶ ἁγιαϲθῆ- ναι εἰϲ ἐκκληϲίαν θεοῦ, καὶ ἦν πολλὴ περὶ τούτου ἡ ϲκέψιϲ. τέλοϲ δὲ ὁ ἐν ἁγίοιϲ ἐπίϲκοποϲ κηρύϲϲει νηϲτείαν τῷ λαῷ καὶ δέηϲιν, ἵνα ἀποκαλύψῃ αὐτοῖϲ ὁ κύριοϲ πῶϲ δεῖ αὐτοὺϲ χρήϲαϲθαι, καὶ νηϲτεύϲαντεϲ ἐν τῇ ἡμέρῳ. ἐκείνῃ καὶ δεηθέντεϲ τοῦ θεοῦ περὶ τούτου ἑϲπέραϲ ἐπετέλεϲαν τὴν ἁγίαν ϲύναξιν. τῆϲ δὲ ϲυνάξεωϲ ἐπιτε- λουμένηϲ παιδίον ὡϲ ἑπτὰ ἐνιαυτῶν ἱϲτάμενον μετὰ τῆϲ ἰδίαϲ μητρὸϲ ἄφνω ἀνέκραξεν λέγον· Καύϲατε τὸν ναὸν τὸν ἔνδον ἕωϲ ἐδάφουϲ· πολλὰ γὰρ δεινὰ γέγονεν ἐν αὐτῷ, μάλιϲτα αἱ ἀνθρώπων θυϲίαι. τοιούτῳ δὲ τρόπῳ καύϲατε αὐτόν. ἀγάγετε ὑγρὰν πίϲϲαν 〈καὶ〉 θεῖον καὶ ϲτέαρ χοίρειον καὶ μίξατε τὰ τρία καὶ χρίϲατε τὰϲ χαλ- [*](2 ἀναθεματήϲαϲ B χριϲτιανῶν B 3 εἰδωλίων BV corr. V2 4 ‘f. τῶν πολιτῶν τῶν π.’ Ha at cf. 12, 10 ἐλάμβανον B 12 αὐτῶ B rad. corr. V 16 ἀποκαλύψει B 17 αὐτῷ Eb 21 λέγων V καὐϲαται V corr. v 24 καύϲαται V corr. v ἀγάγεται BV corr. Ha καὶ add. Ha 25 χύρεον BV corr. Ha μήξατε B μίξαται V corr. v χρήϲατε BV corr. Ha χαλκᾶϲ om. B )

55
κᾶϲ θύραϲ καὶ ἐπ’ αὐτὰϲ τὸ πῦρ ἐπιβάλετε, καὶ οὕτωϲ πᾶϲ ὁ ναὸϲ καίεται· ἄλλωϲ γὰρ οὐκ ἔϲτιν δυνατόν. τὸν δὲ ἐξώτερον ἐάϲατε ϲὺν τῷ περιβόλῳ. καὶ μετὰ τὸ καῆναι καθάραντεϲ τὸν τόπον ἐκεῖ κτίϲατε ἁγίαν ἐκκληϲίαν. ἔλεγεν δὲ καὶ τοῦτο· Μαρτύρομαι ὑμῖν ἐνώ πιον τοῦ θεοῦ, ἄλλωϲ μὴ γένηται· οὔτε γὰρ ἐγώ εἰμι ὁ λαλῶν, ἀλλ’ ὁ Χριϲτὸϲ ὁ ἐν ἐμοί [λαλῶν]· ταῦτα δὲ ἔλεγεν τῇ Σύρων φωνῇ. ὡϲ δὲ ἤκουϲαν πάντεϲ ἐθαύ- μαζον καὶ ἐδόξαζον τὸν θεόν. ἦλθεν δὲ τὸ θαῦμα τοῦτο καὶ εἰϲ τὰϲ τοῦ ὁϲίου ἐπιϲκόπου ἀκοάϲ, καὶ ἀνατείναϲ τὰϲ χεῖραϲ αὐτοῦ εἰϲ τὸν οὐρανὸν ἐδόξαϲεν τὸν θεὸν καὶ εἶπεν· Δόξα ϲοι, πάτερ ἅγιε, ὅτι ἀπέκρυψαϲ ἀπὸ ϲοφῶν καὶ ϲυνετῶν καὶ ταῦτα ἀπεκάλυψαϲ νηπίοιϲ. ἐπέτρεψεν δὲ τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ μετὰ τὴν ἀπόλυϲιν τῆϲ ἐκκληϲίαϲ εὑρεθῆναι ἐν τῷ ἐπιϲκοπείῳ, καὶ ἀποχωρίϲαϲ τὸ παιδίον εἶπεν τῇ γυναικί· Ὁρκίζω ϲε κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ζῶντοϲ εἰπεῖν εἰ καθ’ ὑποβολὴν ϲὴν ἢ ἄλλου τινὸϲ γινωϲκούϲηϲ ϲου αὐτὸν τὸ παιδίον τὸ ϲὸν ἐφθέγξατο ἐκεῖνα ἃ εἶπεν περὶ τοῦ Μαρνείου. ἡ δὲ γυνὴ εἶπεν Παραδίδωμι ἐμαυτὴν τῷ φοβερῷ καὶ φρικτῷ βήματι τοῦ Χριϲτοῦ, εἰ προέγνων τί ποτε ὧν ἐφθέγξατο ὁ υἱόϲ μου ἐν ταύτῃ τῇ ἡμέρῳ. ἀλλ’ εἰ δοκεῖ ϲοι, ἰδοὺ τὸ παιδίον λαβὼν μετὰ ἀπειλῆϲ ἐξέταϲον αὐτό, καὶ ἐὰν καθ’ ὑποβολήν τινοϲ ταῦτα ἐλά- [*](12 cf Matth 11, 25) [*](1 θύραϲ: πύλαϲ V ἐπιβάλλεται B ἐπιβάλεται V corr. v 2 et 6 ἄλλοϲ V corr. V2 6 γέν[η]ται c. ras. V 7 ὁ ante ἔν ascr. V λαλῶν del. Eb cl. 57, 4 13 ἀπεκάλυψαϲ αὐτὰ V) [*](15 ἐππιϲκοπίω BV corr. V2 16 ἀποχωρήϲαϲ B 17 το[ῦ υἱοῦ] τοῦ [θεοῦ] το[ῦ] c.ras.V 20 παραδίδομι B 23 ἀπι- λῆϲ B 24 αὐτῶ B)
56
ληϲεν, φόβῳ ὁμολογεῖ, εἰ δὲ μηδὲν ἄλλο λαλήϲει, δῆλόν ἐϲτιν ὅτι ὑπὸ πνεύματοϲ ἁγίου ἐνεπνεύϲθη. ἀκούϲαϲ δὲ ὁ ἐπίϲκοποϲ τὸν λόγον τῆϲ γυναικὸϲ καὶ ἐπαινέϲαϲ εἶπεν ἀποχωριϲθῆναι αὐτὴν πρὸϲ βραχὺ καὶ τὸ παιδίον εἰϲενεχθῆναι, καὶ ϲταθέντοϲ τοῦ παιδίου εἶπεν αὐτῷ· Τίϲ ϲοι ὑπέβαλεν φθέγξαϲθαι ἐν τῇ ἐκκληϲίᾳ ἐκεῖνα ἃ ἐλάληϲαϲ χάριν τοῦ Μαρνείου; τὸ δὲ παιδίον ἐϲιώπα. ἐπέτρεψεν δὲ ὁ ὁϲιώτατοϲ ἐπίϲκοποϲ μάϲτιγα ἐνεχθῆναι καὶ ἀναταθῆναι τὸ παιδίον πρὸϲ τὸ φοβηθῆναι αὐτό. ὁ δὲ τὴν μάϲτιγα κατέχων μετὰ φωνῆϲ ἀνέκραξεν λέ- γων· Τίϲ ϲοι εἶπεν λαλῆϲαι; εἰπέ, ἵνα μὴ τῇ μάϲτιγι. πληγῇϲ. ὁ δὲ παῖϲ ἐνεὸϲ ἵϲτατο μηδὲν φθεγγόμενοϲ. τότε ἡμεῖϲ οἱ περὶ αὐτὸν τὰ αὐτὰ αὐτῷ ἐλέγομεν μετὰ ἀπειλῆϲ· ὃ δὲ ἦν ἀκίνητοϲ. τέλοϲ μετὰ τὸ παύϲαϲθαι. πάνταϲ ἀνοίξαϲ τὸ ϲτόμα αὐτοῦ ὁ παῖϲ εἶπεν τῇ Ἑλ- ληνικῇ διαλέκτῳ· Καύϲατε τὸν ναὸν τὸν ἔνδον ἕωϲ ἐδάφουϲ· πολλὰ γὰρ δεινὰ γέγονεν ἐν αὐτῷ, μάλιϲτα αἱ ἀνθρώπων θυϲίαι. τοιούτῳ δὲ τρόπῳ καύϲατε αὐτόν. ἀγάγετε ὑγρὰν πίϲϲαν καὶ θεῖον καὶ ϲτέαρ χοί- ρειον καὶ μίξατε τὰ τρία καὶ χρίϲατε τὰϲ χαλκᾶϲ θύραϲ καὶ ἐπ’ αὐτὰϲ πῦρ ἐπιβάλετε, καὶ οὕτωϲ ὁ ναὸϲ καίε- ται· ἄλλωϲ γὰρ οὐκ ἔϲτιν δυνατὸν γενέϲθαι. τὸν δὲ ἐξώτερον ἐάϲατε ϲὺν τῷ περιβόλῳ. καὶ μετὰ τὸ καῆναι [*](5 αὐτὸ V 9 ἀνατεθῆναι B αὐτῶ B [α]ὐτῶ rad.corr. V 10 μετὰ φ. om. H μ. μεγάληϲ φ. ci. Eb at cf. acta Marinas p. 45, 3 Us 11 μάϲτιγη B μάϲτιγῆ V corr. Ha 12 ἐννεὸϲ B ἐννεῶϲ V ἐνεῶϲ Ha 13 ταὐτὰ V αὐτὸ V corr. V2 15 ἐλι- νικὴ B 16 et 18 καύϲαται V corr. v 12 ἀγάγεται BV corr. v πίϲϲαν ὑγρὰν V χοίρεον BV corr. Ha 20 μήξατε B μίξα- ται V corr. v χρήϲαται B χρίϲαται V corr. v 21 〈τὸ〉 πῦῥ et 〈πᾶϲ〉 ὁ ναὸϲ ci. Eh cl.55,1. 58,4 ἐπιβάλλεται B (λ) V corr. v 23 ἐξότερον V corr. V ἐάϲαται V corr. v καΐναι V corr. V2 )
57
καθάραντεϲ τὸν τόπον ἐκεῖ κτίϲατε ἁγίαν ἐκκληϲίαν. μαρτύρομαι ὑμῖν πάλιν ἐνώπιον τοῦ θεοῦ, ἄλλωϲ μὴ γένηται. οὐ γὰρ ἐγώ εἰμι ὁ λαλῶν, ἀλλ’ ὁ Χριϲτὸϲ ὁ ἐν ἐμοί. ἐθαύμαϲεν δὲ ὁ ὁϲιώτατοϲ ἐπίϲκοποϲ Πορφύ- ριοϲ καὶ πάντεϲ οἱ ϲὺν αὐτῷ ἀκούϲαντεϲ τῆϲ παρρηϲίαϲ τοῦ παιδὸϲ καὶ πῶϲ εὐδιαιρέτωϲ ὡμίληϲεν, προϲκαλεϲά- μενοϲ τὴν αὐτοῦ μητέρα ἐπηρώτηϲεν αὐτὴν εἰ ἠπίϲτατο αὐτὴ ἢ ὁ αὐτῆϲ υἱὸϲ τὴν Ἑλληνικὴν γλῶϲϲαν· ἣ δὲ διεβεβαιοῦτο ὅρκοιϲ μηδὲ αὐτὴν μηδὲ τὸ αὐτῆϲ τέκνον εἰδέναι Ἐξλληνιϲτί. ἀκούϲαϲ πάλιν ὁ ὁϲιώτατοϲ Πορφύ ριοϲ ἐδόξαϲεν τὸν θεὸν καὶ ἀναγαγὼν τρία νομίϲματα δέδωκεν τῇ γυναικί. ὁ δὲ παῖϲ θεαϲάμενοϲ τὰ νομίϲματα ἐν τῇ χειρὶ τῆϲ αὐτοῦ μητρὸϲ ἀνεβόηϲεν λέγων τῇ Ϲυριακῇ γλώϲϲῃ· Μὴ λάβῃϲ, μῆτερ, μὴ καὶ ϲὺ πωλή- ϲῃϲ τὴν δωρεὰν τοῦ θεοῦ χρυϲίῳ. πάλιν δὲ ἀκοῦ ϲαντεϲ ὑπερεθαυμάϲαμεν. ἡ δὲ γυνὴ ἀνέδωκεν τὰ τρία νομίϲματα εἰποῦϲα τῷ ἐπιϲκόπῳ· Εὖξαι ὑπὲρ ἐμοῦ καὶ τοῦ ἐμοῦ τέκνου καὶ παράθου ἡμᾶϲ τῷ θεῷ. ὁ δὲ ὅϲιοϲ ἐπίϲκοποϲ ἀπέλυϲεν αὐτοὺϲ μετ’ εἰρήνηϲ.

ὄρθρου δὲ ϲυναγαγὼν τοὺϲ θεοϲεβεῖϲ κληρικοὺϲ καὶ τὸν φιλόχριϲτον λαόν, ἔτι δὲ καὶ τὸν θαυμάϲιον Κυνή- γιον καὶ τοὺϲ ἄρχονταϲ, εἶπεν αὐτοῖϲ πῶϲ ἀπεφθέγξατο τὸ παιδίον χάριν τοῦ Μαρνείου. ἀκούϲαντεϲ δὲ ἐθαύ- μαϲαν καὶ ὁμονοήϲαντεϲ εἶπαν ἵνα κατὰ τὸ ῥῆμα τοῦ [*](14 cf Act. 8,20) [*](1 ϲτήϲατε B v -ται V 3 ὁ ante ἔν om. V 6 ὀμίληϲεν BV corr. V 〈καί U+003E προϲκαλ. Ha 9 μήτε . . . μήτε Ha αὐτὴ V corr. V2 10 ἐλληνιϲτή B V corr. v f. ἀκούϲαϲ 〈δὲ〉 11 ἀναγαγὸν B 13 ἀνεβόηϲε V 14 ϲυρακὴ V corr. V2 γλώϲϲη ex φωνῆ V πολήϲηϲ B 15 θέο 0 χριϲτοῦ V 24 εἶπον ex εἶπαν V)

58
παιδὸϲ οὕτωϲ καυθῇ. ἀγαγόντεϲ οὖν τὴν ὑγρὰν πίϲϲαν καὶ τὸ θεῖον καὶ τὸ χοίρειον ϲτέαρ καὶ μίξαντεϲ τὰ τρία ἔχριϲαν τὰϲ ἐνδοτέραϲ θύραϲ καὶ ποιήϲαντεϲ εὐχὴν προϲῆψαν τὸ πῦρ, καὶ εὐθέωϲ διέλαβεν πᾶϲ ὁ ναὸϲ καὶ ἐκαύθη. ὅϲοι δὲ τῶν ϲτρατιωτῶν καὶ ξένων ἠδύναντο διήρπαζον ἐκ τοῦ πυρὸϲ ἃ ἥυριϲκον, εἴτε χρυϲὸν εἴτε ἄργυρον ἢ ϲίδηρον ἢ μόλιβδον. ἦν δὲ ἀνὴρ ἐκεῖϲε τῶν ἐξάρχων τῶν ϲτρατιωτῶν, ὃν τριβοῦνον καλοῦϲιν, ἐφι- ϲτάμενοϲ τῇ καύϲει τοῦ ναοῦ· ἦν δὲ Χριϲτιανὸϲ κατὰ τὸ φαινόμενον, κατὰ δὲ τὸ ἄδηλον τοῖϲ πολλοῖϲ ἦν εἰδωλολάτρηϲ. οὗτοϲ [ὁ] παριϲτάμενοϲ καὶ ὁρῶν τήν τε καῦϲιν καὶ τὴν διαρπαγὴν τὴν ὑπὸ τῶν ϲτρατιωτῶν ἐπρίετο καὶ προφάϲει τῆϲ εὐταξίαϲ αὐτῶν ἐμάϲτιζεν ἀφειδῶϲ ὃν ἠυριϲκεν φέροντά τι τῶν ϲκύλων. τούτων γινομένων καὶ καταφθαρέντων τῶν τοίχων ἐκ τοῦ πυρὸϲ ἄφνω ξύλον καιόμενον ἐπιπίπτει τῷ τριβούνῳ καὶ διπλοῦν τὸν θάνατον ἐπάγει αὐτῷ· διαρρῆξαν γὰρ τὴν κεφαλὴν αὐτοῦ τὸ ὑπόλοιπον ϲῶμα ἔκαυϲεν. καὶ εὐθέωϲ οἵ τε πιϲτοὶ ϲτρατιῶται καὶ οἱ τοῦ φιλοχρίϲτου λαοῦ γνόντεϲ τὰ κατ’ αὐτόν, ὅτι ἐπιρρεπὴϲ ἦν πρὸϲ τὰ εἶδωλα, ἐδόξα- ϲαν τὸν θεὸν καὶ εἶπαν ἐκεῖνον τὸν ψαλμὸν τὸν λέ- γοντα· ‘τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸϲ ἀνομίαν; ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίϲατο ἡ γλῶϲϲά ϲου. ὡϲεὶ ξυρὸν [*](22 Ps. 51, 3 ss.) [*](1 οὔτοϲ B 2 χοίρεον B V corr. Ha μήξαντεϲ B 4 τῶ πυρί V 5 καὶ in ras. V 2 καύϲῃ B 10 πολοῖϲ B 11 εἰ- δωλολάτριϲ B ὁ del. Eb οὖν ci. Us 12 τ[ὴ]ν ὑπὸ c. ras. V) [*](13 ἀταξίαϲ Ha at cf. 64,10 14 ηὕριϲκε V 15 τύχων B 17 διαρρίξαν B 18 ὑπόλυπον B 19 γνῶντεϲ B V corr. v 20 αὐτῶν B ἐπιρεπὴϲ B V corr. Ha 21 εἶπον v) [*](23 ἐλογήϲατω B)
59
ἠκονημένον ἐποίηϲαϲ δόλον. ἠγάπηϲαϲ κακίαν ὑπὲρ ἀγα- θωϲύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆϲαι δικαιοϲύνην. ἠγάπη- ϲαϲ πάντα ῥήματα καταποντιϲμοῦ, γλῶϲϲαν δολίαν. διὰ τοῦτο ὁ θεὸϲ καθέλοι ϲε εἰϲ τέλοϲ, ἐκτίλαι ϲε καὶ μετ- αναϲτεύϲαι ϲε ἀπὸ ϲκηνώματόϲ ϲου καὶ τὸ ῥίζωμά ϲου ἐκ γῆϲ ζώντων’ καὶ τὰ ἑξῆϲ τοῦ ψαλμοῦ. ἐπέμενεν δὲ τὸ ἱερὸν καιόμενον ἐπὶ πλείϲταϲ ἡμέραϲ. μετὰ δὲ ταῦτα καὶ τῶν οἰκιῶν ἐγένετο ἔρευνα (πολλὰ γὰρ ὑπῆρχεν εἴδωλα ἐν πλείϲταιϲ αὐλαῖϲ) καὶ τὰ εὑριϲκόμενα τὰ μὲν πυρὶ παρεδίδοντο, τὰ δὲ εἰϲ βόρβορον ἐρρίπτοντο. ρίϲκοντο δὲ καὶ βιβλία πεπληρωμένα γοητείαϲ, ἅτινα ἱερὰ αὐτοὶ ἔλεγον, ἐξ ὧν τὰϲ τελετὰϲ καὶ τὰ ἄλλα ἀθέμιτα ἐποίουν οἱ τῆϲ εἰδωλομανίαϲ, καὶ αὐτὰ δὲ ἐμοίωϲ ἴϲα τοῖϲ θεοῖϲ αὐτῶν ἔπαϲχον.