Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

τῇ δὲ ἐξῆϲ μετεπέμψατο ἡμᾶϲ ἡ αὐγούϲτα καὶ κατὰ τὸ ἔθοϲ προαϲπαϲαμένη τοὺϲ ὁϲίουϲ ἐπιϲκόπουϲ ἐπέ- τρεψεν καθίϲαι. μετὰ δὲ τὸ λαλῆϲαι πολλοὺϲ λόγουϲ πνευματικοὺϲ λέγει αὐτοῖϲ· Ἐλάληϲα τῷ βαϲιλεῖ καὶ μικρὸν ἐδυϲχέρανεν. ἀλλὰ μὴ ἀθυμεῖτε· θεοῦ γὰρ θέ- λοντοϲ οὐκ ἔχω παύϲαϲθαι ἕωϲ ὅτε πληρωθῆτε καὶ ἐξέλ- θητε ἅνύϲαντεϲ τὸν κατὰ θεὸν ὑμῶν ϲκοπόν. οἱ δὲ ἐπίϲκοποι ἀκούϲαντεϲ προϲεκύνηϲαν. κατανυγεὶϲ δὲ ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ ὁ ἡμέτεροϲ, ἀναμνηϲθεὶϲ τοῦ λόγου τοῦ τριϲμακαρίου Προκοπίου τοῦ ἀναχωρητοῦ, εἶπεν τῇ βαϲιλίϲϲῃ· Κοπώθητι διὰ τὸν Χριϲτόν, καὶ αὐτὸϲ ἔχει χαρίϲαϲθαί ϲοι ἀντὶ τοῦ κόπου ϲου υἱὸν ὅϲτιϲ ζήϲει καὶ βαϲιλεύϲει ϲοῦ ὁρώϲηϲ καὶ ἀπολαυούϲηϲ ἐπὶ ἔτη πολλά. ἀκούϲαϲα δὲ ἡ βαϲίλιϲϲα τοῦ λόγου ἐπλήϲθη [*](1 θλίβωμεν Ha 3 κλιϲθῆναι B μηκέτη B χριμα- τίζειν V corr. V2 5 ἔχων ἐφνίδιον BV corr. v f αἰφνιδίου) [*](6 ὑπ[η]κόοιϲ c. ras. V 13 προαϲπαϲαμέν[η] c. ras. V 16 ἀθυμεῖται B ἀθυμῆται V -τε v corr. Ha 17 παύϲαϲθε v ἐξέλθεται B 21 ἀναχωριτοῦ B 22 κοπόθητι BV corr. v 23 χαρίϲεϲθαι V ὅϲτι*ϲ V ζήϲῃ B 24 βαϲιλεύϲη B)

38
χαρᾶϲ καὶ ἐγένετο τὸ πρόϲωπον αὐτῆϲ ἐρυθρὸν καὶ. προϲετέθη τῇ ὄψει κάλλοϲ ὑπὲρ ὃ εἶχεν· τὰ γὰρ τῶν ἀδήλων φανεροῖ τὰ φαινόμενα. λέγει οὖν τοῖϲ ὁϲιω- τάτοιϲ ἐπιϲκόποιϲ Εὔξαϲθε, πατέρεϲ, ἵνα κατὰ τὸ ῥῆμα ὑμῶν θεοῦ θέλοντοϲ γεννήϲω τὸν ἄρρενα, καὶ ἐὰν τοῦτο γένηται, ἐπαγγέλλομαι ὑμῖν πάντα ὅϲα αἰτεῖτε ποιεῖν. καὶ ἄλλο δὲ ὃ οὐκ αἰτήϲαϲθε μέλλω ποιεῖν Χριϲτοῦ ἐπινεύοντοϲ· ἁγίαν γὰρ ἐκκληϲίαν κτίζω ἐν Γάζῃ εἰϲ τὸ μεϲώτατον τῆϲ πόλεωϲ. ἀπέλθατε οὖν μετ’ εἰρήνηϲ καὶ ἡϲυχάϲατε εὐχόμενοι ϲυνεχῶϲ ὑπὲρ ἐμοῦ ἵνα μετὰ φιλαν- θρωπίαϲ τέκω οὗτοϲ γάρ ἐϲτιν ὁ μὴν ἔνατοϲ καὶ ἐγγύϲ ἐϲτιν τοῦ πληρῶϲαι. ϲυνταξάμενοι οὖν ο ἐπίϲκοποι καὶ παραθέμενοι αὐτὴν τῷ θεῷ ἐξῆλθον τοῦ παλατίου. ἦν δὲ εὐχὴ ἵνα τέκῃ ἄρρενα· ἐπιϲτεύομεν γὰρ τῷ λόγῳ τοῦ ὁϲίου Προκοπίου τοῦ ἀναχωρητοῦ. καὶ καθ’ ἡμέραν ἐπορευόμεθα πρὸϲ τὸν ἁγιώτατον Ἰωάννην τὸν ἀρχι- επίϲκοπον καὶ ἀπελαύομεν τῶν ἁγίων αὐτοῦ λόγων τῶ γλυκυτέρων ὑπὲρ μέλι καὶ κηρίον. ἤρχετο δὲ ϲυνεχῶϲ πρὸϲ ἡμᾶϲ Ἀμάντιοϲ ὁ κουβικουλάριοϲ, ποτὲ μὲν φέρων ἀποκρίϲειϲ τῆϲ βαϲιλίϲϲηϲ, ποτὲ δὲ καὶ χάριν ϲυντυχίαϲ.

μετ’ ὀλίγαϲ δὲ ἡμέραϲ γεννῇ ἡ βαϲίλιϲϲα τὸν ἄρρενα καὶ καλοῦϲι τὸ ὄνομα αὐτοῦ Θεοδόϲιον εἰϲ τὸ ὄνομα τοῦ αὐτοῦ πάππου Θεοδοϲίου τοῦ Ϲπάνου, τοῦ ϲυμ- βαϲιλεύϲαντοϲ Γρατιανῷ. ὁ δὲ γεννηθεὶϲ νέοϲ θεοδόϲιοϲ [*](18 cf Ps.18,11.) [*](1 ἐγένετον B 2 κάλοϲ B 3 ἀδείλων BV corr. v 4 εὐξαϲθαι B 5 τέκνον ἄρρεν Eb 6 ἐπαγγέλωμαι B(λλ) V corr. v αἰτεῖται B αἰτῆται V τε v corr. Ha 7 ετίϲαϲθε B ἠτή v 2 ἀπέλθετε v 11 οὗτοϲ . . . ἔνατοϲ om. V 14 τέκει BV corr. v 17 λογίων V 18 ϲυνεχῶϲ om. V 21 τέκνον ἄρρεν Eb 22 αὐτοῦ om. V)

39
ἐν τῇ πορφύρᾳ ἐτέχθη, ὅθεν καὶ ἀπὸ λοχείαϲ βαϲιλεὺϲ ἀνηγορεύθη. ἐγένετο δὲ πολλὴ χαρμοϲύνη ἐν τῇ πόλει καὶ ἐπέμφθηϲαν εὐαγγελιζόμενοί τινεϲ εἰϲ τὰϲ πόλειϲ καὶ δωρεαὶ καὶ χαρίϲματα. ἡ δὲ δέϲποινα ᾗ μόνον ἔτε- κεν καὶ ἀνέϲτη ἐκ τοῦ λοχηφόρου δίφρου, ἀπέϲτειλεν πρὸϲ ἡμᾶϲ Ἀμάντιον, λέγουϲα ἡμῖν δι᾿ αὐτοῦ· Εὐχαριϲτῶ τῷ Χριϲτῷ ὅτι διὰ τῶν ὁϲίων ὑμῶν εὐχῶν ἐχαρίϲατό μοι ὁ θεὸϲ τὸν υἱόν. εὔξαϲθε οὖν, πατέρεϲ, τῇ ζωῇ αὐτοῦ κἀμοὶ δὲ τῇ ταπεινῇ ἵνα ἐκεῖνα πληρώϲω ἃ ἐπ- ηγγειλάμην ὑμῖν, πάλιν αὐτοῦ τοῦ Χριϲτοῦ θέλοντοϲ διὰ τῶν ἁγίων ὑμῶν εὐχῶν. τῶν δὲ ἑπτὰ ἡμερῶν τῆϲ λοχείαϲ πληρωθειϲῶν μεταπέμπεται ἡμᾶϲ καὶ ἀπαντᾷ ἡμῖν εἰϲ τὴν θύραν τοῦ κουβουκλίου, βαϲτάζουϲα καὶ τὸ βρέφοϲ ἐν τῇ πορφύρᾳ. ἔκλινεν δὲ τὴν κεφαλήν εἰποῦϲα· Ἐγγίϲατε, πατέρεϲ, ἐμὲ καὶ τὸ παιδίον ὃ ἐχαρίϲατό μοι ὁ θεὸϲ διὰ τῶν ὑμῶν ἁγίων εὐχῶν. ἐπεδίδου δὲ καὶ τὸ βρέφοϲ ἵνα αὐτὸ ϲφραγίϲωϲιν. οἱ δὲ ὅϲιοι ἐπίϲκοποι καὶ αὐτὴν καὶ τὸ παιδίον ἐϲφράγιϲαν τῇ τοῦ ϲταυροῦ ϲφρα- γῖδι καὶ ποιήϲαντεϲ εὐχὴν ἐκάθιϲαν. μετὰ δὲ τὸ λαλῆϲαι αὐτοὺϲ πολλοὺϲ λόγουϲ πεπληρωμένοθϲ κατανύξεωϲ λέγει πρὸϲ αὐτοὺϲ ἡ δέϲποινα Οἴδατε, πατέρεϲ, τί ἐβουλευϲά- μην ποιῆϲαι περὶ τοῦ ὑμετέρου πράγματοϲ, ὁ δὲ ἐμὸϲ κύριοϲ Πορφύριοϲ ἀποκριθεὶϲ εἶπεν· Ὁϲα ἐβουλεύϲω, κατὰ θεὸν ἐβουλεύϲω· καὶ γὰρ ἐν ταύτῃ τῇ νυκτὶ ἀπεκαλύφθη [*](3 τινεϲ εὐαγγελιζόμενοι V 4 ἣ μόνον BV corr. Eb 5 λοχιφόρου BV corr. v (cf Soran. 21, 68 p. 236 R, Artemid. V 73 p. 268, 16 H) 7 ὑμῶν ὁϲίων V 8 ὁ θεὸϲ f. del. εὐξαϲθαι BV corr. v 12 πληρωθηϲῶν B 13 κουβουκλίου: -κλεί v 15 ἔνγίϲατε V ἐγγ v f. εὐλογήϲατε 16 θεὸϲ: κύριοϲ V 17 αὐτῶ B αὐτ[ὸ] c. ras. V 18 ϲφραγίδη B 19 ἐκάθηϲαν BV corr. v 22 ὑμετέρου ex ἡμ. V ἐμοῦ B)
40
τῇ ἐμῇ εὐτελείᾳ δι’ ὁράματοϲ εἶναι ἐν Γάζῃ, ἑϲτάναι δὲ ἐν τῷ ἐκεῖϲε εἰδωλείῳ τῷ καλουμένῳ Μαρνείῳ καὶ. τὴν ϲὴν εὐϲέβειαν ἐπιδιδόναι μοι εὐαγγέλιον, καὶ λέγειν μοι· Λάβε ἀνάγνωθι. ἐγὼ δὲ ἀναπτύξαϲ εὗρον τὴν περικοπὴν ἐν ᾗ λέγει ὁ δεϲπότηϲ Χριϲτὸϲ τῷ Πέτρῳ· ‘ϲὺ εἶ Πέτροϲ, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήϲω μου τὴν ἐκκληϲίαν, καὶ πύλαι ᾅδου οὐ κατιϲχύϲουϲιν αὐτῆ᾿. ϲὺ 〈δέ〉, δέϲποινα, ἀποκριθεῖϲα εἶπαϲ· Εἰρήνη ϲοι, ἴϲχυε καὶ ἀνδρίζου. καὶ ἐπὶ τούτοιϲ διυπνίϲθην, καὶ ἐκ τού- του πέπειϲμαι ὅτι ἔχει ὁ υἱὸϲ τοῦ θεοῦ ϲυνεργῆϲαι τῇ ϲῇ προαιρέϲει. εἰπὲ δὲ ἡμῖν, δέϲποινα, τί ἐβουλεύϲω. ἡ βαϲίλιϲϲα ἀποκριθεῖϲα εἶπεν Ἐὰν παραϲτῇ τῷ Χριϲτῷ, μετ’ ὀλίγαϲ ἡμέραϲ ἀξιοῦται τὸ παιδίον τοῦ ἁγίου βα- πτίϲματοϲ. ἀπελθόντεϲ οὖν ποιήϲατε ἱκεϲίαν καὶ αἰτή- ϲαϲθε τάξαντεϲ ἐν αὐτῇ ὅϲα ἂν βούληϲθε, καὶ ὅταν ἐξ- έλθῃ τὸ βρέφοϲ ἐκ τοῦ τιμίου βαπτίϲματοϲ, ἐπίδοτε τὴν ἱκεϲίαν τῷ βαϲτάζοντι αὐτό, ἐγὼ δὲ διδάϲκω αὐτὸν τὶ ποιῆϲαι, καὶ ἐλπίζω εἰϲ τὸν υἱὸν τοῦ θεοῦ ὅτι ὅλον τὸ πρᾶγμα ἔχει οἰκονομῆϲαι κατὰ τὸ θέλημα τῆϲ αὐτοῦ εὐϲπλαγχνίαϲ. ἡμεῖϲ δὲ λαβόντεϲ τοιαύταϲ ϲυνταγὰϲ πολλὰ εὐλογήϲαντεϲ αὐτήν τε καὶ τὸ βρέφοϲ ἐξήλθαμεν καὶ ἀπελθόντεϲ ἐποιήϲαμεν τὴν ἱκεϲίαν, πολλὰ τάξαντεϲ ἐν τῷ χάρτῃ, οὐ μόνον τὴν καταϲτροφὴν τῶν εἰδώ- λων, ἀλλὰ καὶ προνόμια τῇ ἁγίᾳ ἐκκληϲίᾳ καὶ τοῖϲ [*](5 Matth.16, 18) [*](2 εἰδωλίω BV corr. v 3 ἐπιδιδόμοι B λέγει B 4 ἀνάγνωθη B 7 οὐ secr. V 8 δὲ add. Eb ἀποκρι- θῆϲα B 10 πέπιϲμαι B V corr. v ϲυνεργήϲει V 14 ποιή- ϲαται B αἰτήϲαϲθαι B V corr. v 15 βούλεϲθαι BV corr. v) [*](17 αὐτό: αὐτῶ B 18 ὅλων B 21 ἐξὴλθ[ο]μεν c.ras. V 23 χάρτι BV corr. Ha)
41
Χριϲτιανοῖϲ καὶ πρόϲοδον παραϲχεθῆναι· ἦν γὰρ πενιχρὰ ἡ ἁγία ἐκκληϲία.

τῶν δὲ ἡμερῶν διαδραμουϲῶν ἐπέφθαϲεν ἡ ἡμέρα ἐν ᾗ ἔμελλεν φωτίζεϲθαι ὁ νέοϲ βαϲιλεὺϲ Θεοδόϲιοϲ. ἐϲτεφανώθη δὲ πᾶϲα ἡ πόλιϲ καὶ ἐκοϲμήθη ἔκ τε ὁλο- ϲηρικῶν καὶ χρυϲωμάτων καὶ ἄλλου παντοίου κόϲμου, ὡϲ μὴ δύναϲθαί τινα ἐξειπεῖν τὸν κόϲμον τῆϲ πόλεωϲ· ἀλλὰ καὶ τὰ πλήθη τῶν οἰκητόρων τὰ κυματώδη ἦν θεάϲαϲθαι παντοίαιϲ ἰδέαιϲ ἱματίων ἐναλλάττοντα. τῆϲ δὲ ἐμῆϲ δυνάμεωϲ οὐκ ἔϲτιν φράϲαι τὴν λαμπρότητα τοῦ κόϲμου ἐκείνου, ἀλλ’ ἐκείνων τῶν τὸν λόγον ἠϲκη- μένων, ἐγὼ δὲ ἐπὶ τὴν παροῦϲαν ἀληθῆ ϲυγγραφὴν μετελεύϲομαι. βαπτιϲθέντοϲ τοῦ νέου θεοδοϲίου καὶ ἐξελθόντοϲ ἐκ τῆϲ ἐκκληϲίαϲ ἐπὶ τὸ παλάτιον ἦν πάλιν θεάϲαϲθαι τὴν ἀρετὴν τοῦ πλήθουϲ τῶν προηγουμένων καὶ τὴν ἐξαϲτράπτουϲαν αὐτῶν ἐϲθῆτα· πάντεϲ γὰρ ἐλευκοφόρουν, ὡϲ νομίζεϲθαι τὸ πλῆθοϲ ὑπὸ χιόνοϲ πεπληρῶϲθαι. προηγοῦντο δὲ πατρίκιοι, ἰλλούϲτριοι καὶ πᾶϲα ἀξία μετὰ τῶν ϲτρατιωτικῶν ταγμάτων, πάντεϲ κηροὺϲ βαϲτάζοντεϲ, ὡϲ νομίζεϲθαι ἐν τῇ γῇ ἄϲτρα φαί νεϲθαι. ἦν δὲ πληϲίον τοῦ βαϲταζομένου βρέφουϲ καὶ αὐτὸϲ ὁ βαϲιλεὺϲ Ἀρκάδιοϲ, ἔχων τὸ πρόϲωπον ἱλαρὸν καὶ ἔκλαμπρον πλέον ἧϲ ἐφόρει πορφύραϲ, εἶϲ δὲ τῶν μεγιϲτάνων ἐβάϲταζεν τὸ βρέφοϲ ἐν λαμπρᾷ ἐϲθῆτι. ἡμεῖϲ δὲ ἐθαυμάϲαμεν ὁρῶντεϲ τὴν τοϲαύτην [*](1 πρόϲ[ο]δον c. ras. V πενηχρὰ B 5 ἐκοϲμίθη B ὀλοϲιρικῶν BV corr. V 6 χρυϲομάτων BV corr. V2 8 πλή- θει B 9 παντοίαϲ ἰδέαϲ Ha εἰδέαιϲ BV ἐναλάττοντα B 11 τῶν sscr. B λόγων V corr. v 13 βαπτ. 〈οὖν〉 Eb 17 exp. τὴν πλατεῖαν χιῶνοϲ B V corr. v 18 προϲηγοῦντο BV corr. Ha ἰλούϲτριοι B V corr. Ha 25 ἐθαυμ v άϲ[α]μεν c. ras. )

42
λέγει δὲ ἡμῖν ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ· Εἰ τὰ γήινα καὶ μετ’ ὀλίγον ἀφατιζόμενα τοιαύτην ἔχει δόξαν, πόϲῳ τὰ ἐπουράνια τὰ ἡτοιμαϲμένα τοῖϲ ἀξίοιϲ, ἃ οὕτε ὀφθαλμὸϲ εἶδεν οὔτε οὖϲ ἤκουϲεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; ἔϲτημεν δὲ ἡμεῖϲ εἰϲ τὸ πρόθυρον τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ ἔχοντεϲ καὶ τὸν χάρτην τῆϲ ἱκεϲίαϲ, καὶ ὡϲ ἐξῆλθεν ἐκ τοῦ βαπτίϲματοϲ, ἀνεβοήϲαμεν εἰπόντεϲ· Δεό- μεθα τῆϲ ϲῆϲ εὐϲεβείαϲ, προτείνοντεϲ καὶ τὸν χάρτην. θεαϲάμενοϲ δὲ ὁ τὸ παιδίον βαϲτάζων καὶ γινώϲκων τὸ καθ’ ἡμᾶϲ πρᾶγμα (προεδιδάχθη γὰρ ὑπὸ τῆϲ δεϲποί- νηϲ], ἐκέλευϲεν τὸν χάρτην δειχθῆναι αὐτῷ, καὶ δεξά- μενοϲ ἔϲτη. ἐκέλευϲεν δὲ ἡϲυχίαν γενέϲθαι καὶ λύϲαϲ μέροϲ ἀνέγνω καὶ εἱλίξαϲ ὑπέβαλεν τὴν χεῖρα τῇ κε- φαλῇ τοῦ βρέφουϲ καὶ ὑποκλίναϲ αὐτὴν ἐπὶ πάντων ἔκραξεν· Ἐκέλευϲεν τὸ κράτοϲ αὐτῶν γενέϲθαι τὰ ἐν τῇ ἱκεϲίᾳ. πάντεϲ δὲ θεαϲάμενοι ἐθαύμαϲαν καὶ προϲεκύ- νουν τῷ βαϲιλεῖ, μακαρίζοντεϲ αὐτὸν ὅτι ἠξιώθη ἰδεῖν ἐν τῇ ζωῇ αὐτοῦ υἱὸν βαϲιλεύοντα· ἐγαυρία δὲ ἀκούων. προηγγέλθη δὲ καὶ τῇ βαϲιλίϲϲῃ Εὐδοξίᾳ τὸ γενόμενον χάριν τοῦ αὐτῆϲ τέκνου, ἐχάρη δὲ καὶ γονυπετήϲαϲα ἠυχαρίϲτηϲεν τῷ θεῷ. εἰϲελθόντοϲ δὲ τοῦ παιδίου ἐν τῷ παλατίῳ ὑπήντηϲεν αὐτῷ ἡ δέϲποινα καὶ ἐδέξατο καὶ κατεφίληϲεν, καὶ βαϲτάζουϲα αὐτὸ ἠϲπάϲατο καὶ τὸν βαϲιλέα εἰποῦϲα· Μακάριοϲ εἶ, δέϲποτα, ἐφ’ οἶϲ ἑωρά- καϲιν οἱ ὀφθαλμοί ϲου ἐν τῇ ζωῇ ϲου· καὶ ὁ βαϲιλεὺϲ [*](3 cf. Cor.I 2, 9) [*](1 γήινα B λέγει ἵνα V expunxit V 5 ἡνέβη V 6 [ἰ]κε- ϲίαϲ c. ras. V 8 προτίνοντεϲ BV corr. V2 11 δεχθῆναι B corr. Ha 13 ἠνέγνω V εἰλίξαϲ B v ἠλίξαϲ V 15 αὐτῶν BV P αὐτοῦ Ha 20 ἐχάρι B ἐχάρει V corr. v 22 αὐτὸ V corr. v 23 αὐτῶ B 24 ἑοράκαϲιν B)
43
ἔχαιρεν ἀκούων. ἰδοῦϲα δὲ αὐτὸν ἡ βαϲίλιϲϲα ἱλαρὸν εἶπεν Εἰ δοκεῖ μάθωμεν τί περιέχει ἡ ἱκεϲία, ἵνα πάν- τωϲ γένηται τὰ ἐν αὐτῇ. ὁ δὲ βαϲιλεὺϲ ἐκέλευϲεν ἀνα- γνωϲθῆναι τὸν χάρτην, καὶ ὡϲ ἀνεγνώϲθη εἶπεν· Βαρεῖα μὲν ἡ αἴτηϲιϲ, βαρυτέρα δὲ καὶ ἡ παραίτηϲιϲ, ἐπειδὴ καὶ πρώτη ἐϲτὶν ἡ κέλευϲιϲ τοῦ ἡμετέρου υἱοῦ. λέγει δὲ αὐτῷ ἡ δέϲποινα· Οὐ μόνον πρώτη κέλευϲιϲ, ἀλλὰ καὶ ἐν τούτῳ τῷ ἁγίῳ προϲχήματι, καὶ χάριν εὐϲεβείαϲ ἡ ἱκεϲία καὶ ὑπὸ ὁϲίων ἀνδρῶν αἰτηθεῖϲα. μόγιϲ δὲ ὁ βαϲιλεὺϲ ἐπένευϲεν, τῆϲ δεϲποίνηϲ πολλὰ ἐπιτιθεμένηϲ αὐτῷ. ταῦτα πάντα ἀνήγγειλεν ἡμῖν ὁ θεοφιλὴϲ Ἀμάντιοϲ.

τῇ δὲ ἑξῆϲ ἡμέρᾳ μεταπέμπεται ἡμᾶϲ ἡ βαϲίλιϲϲα καὶ κατὰ τὸ ἔθοϲ προαϲπαϲαμένη τοὺϲ ὁϲίουϲ ἐπιϲκό- πουϲ ἐκέλευϲεν καθίϲαι καὶ λέγει αὐτοῖϲ· Εὐχαῖϲ ὑμετέ- ραιϲ ἐνέβαλέν μοι ὁ θεὸϲ τὸ καθ’ ὑμᾶϲ πρᾶγμα καὶ ϲυνεργείᾳ αὐτοῦ γέγονεν, ἐθεάϲαϲθε δὲ ποίᾳ μεθόδῳ ἐχρηϲάμην. ἀλλ’ εἰ δοκεῖ τῇ ἑξῆϲ μεταπέμπομαι τὸν κυαίϲτορα καὶ ἐπ’ ὄψεϲιν ὑμῶν ἐπιτρέπω αὐτῷ ἵνα κατὰ τὴν δύναμιν τῆϲ ἱκεϲίαϲ ὑμῶν ποιηθῇ θεῖον γράμμα ἐξ ὀνόματοϲ τῶν δύο βαϲιλέων, καὶ ἁπλῶϲ εἰπεῖν πάντα ὅϲα δἂν εἴπητε αὐτῷ ποιήϲει. οἱ δὲ ἐπίϲκοποι καὶ. τούτων ἀκούϲαντεϲ πολλὰ ἠυλόγηϲαν αὐτὴν καὶ τὸν υἱὸν αὐτῆϲ καὶ τὸν βαϲιλέα, καὶ διαλεχθέντεϲ ἄλλα πολλὰ ψυχωφελῆ ϲυνταξάμενοι ἐξῆλθον. τῇ δὲ ἐξῆϲ μετεπέμ- [*](2 τί: τῆ B 4 βαρέα BV corr. Ha 5 βαρυτέρα . . . παραίτηϲιϲ om. B ἐπει[δ]ὴ c.ras. V 7 πρῶτον V f. 〈ἡ〉 κέλευϲιϲ 8 τοῦτο B ἡ ἰκ.: ἡ om. B 9 [ὑ]πὸ c.ras. V αἰτιθεϲα BV corr. V2 11 θεοφιλῖϲ B 16 ϲυνεργία v ἐθεάϲαϲθαι B 18 κυέϲτορα B κοιαίϲτοραν V ωραν V 19 δύ- ναμην B 21 εἴπηται B ἕπηται V ποιήϲῃ V 22 τοῦτο Eb) [*](24 ψυχοφελεῖ B ψυχοφελῆ V corr, V2)

44
ψατο τὸν κυαίϲτορα καὶ ἡμᾶϲ, λέγει δὲ αὐτῷ Λάβε τὸν χάρτην τοῦτον καὶ κατὰ τὴν δύναμιν αὐτοῦ διατύπωϲον θεῖον γράμμα. ὁ δὲ κυαίϲτωρ δεξάμενοϲ τὸν χάρτην μετὰ ϲπουδῆϲ ὑπηγόρευϲεν τὸ θεῖον γράμμα παρόντων ἡμῶν. ὑπεβάλομεν δὲ αὐτῷ ἀφορίϲαι δοῦκαϲ καὶ ὑπατι- κοὺϲ εἰϲ ἄμυναν καὶ τὰ τούτων τάγματα. ὡϲ δὲ ἐτε- λειώθη τὸ θεῖον γράμμα καὶ ὑπεγράφη, παρεκαλέϲαμεν τὴν δέϲποιναν ἵνα ἐγχειριϲθῇ τὴν χρείαν ἀνὴρ τῶν περιφανῶν. ἐπέτρεψεν δὲ Ἀμαντίῳ ζητῆϲαι ἄνδρα ζη- λωτὴν Χριϲτιανὸν τὸν ὀφείλοντα ἐγχειριϲθῆναι. πολλοὶ γὰρ τῶν ἐν ἀξίαιϲ προϲποιήτωϲ εἶχον τὴν πίϲτιν, οὓϲ μετῆλθεν ἡ θεία δίκη· μαθόντεϲ γὰρ οἱ βαϲιλεῖϲ ὅτι οὐκ ὀρθῶϲ ἔχουϲιν περὶ τὴν ἄχραντον πίϲτιν, περιεῖλον αὐτοὺϲ τῶν ἀξιωμάτων καὶ ἐζημίωϲαν ϲώματι καὶ χρή- ματι· ταῦτα δὲ πρὸ τούτου ἐπράχθη. ὅθεν ἐπέτρεψεν ἡ αὐγούϲτα ὀρθόδοξον ἄνδρα ἐγχειριϲθῆναι τὴν καθ’ ἡμᾶϲ χρείαν. ἐνεχειρίϲθη δὲ Κυνήγιοϲ οὕτω καλούμενοϲ τοῦ κωνϲιϲτωρίου, ἀνὴρ θαυμάϲιοϲ καὶ ζέων περὶ τὴν πίϲτιν. προϲκαλεϲαμένη δὲ αὐτὸν ἡ αὐγούϲτα παρ- ήγγειλεν αὐτῷ πάντα τὰ εἰδωλεῖα ἕωϲ ἐδάφουϲ κατα- ϲτρέψαι καὶ πυρὶ παραδοῦναι. ἐχαρίϲατο δὲ αὐτῷ καὶ ἀπὸ χειρὸϲ χρήματα εἰποῦϲα· Λάβε εἰϲ δαπάναϲ, καὶ μηδὲν λάβῃϲ παρὰ τῶν ὁϲιωτάτων ἐπιϲκόπων. δεξά- μενοϲ δὲ τὰϲ τοιαύταϲ ἐντολὰϲ παρὰ τῆϲ δεϲποίνηϲ ἐξ- ῆλθεν γενόμενοϲ προθυμότεροϲ.

διατρίψαντεϲ δὲ τὸ ὑπόλοιπον τοῦ χειμῶνοϲ καὶ. [*](1 κυέϲτορα Β κοιαίϲτορα V ωραν V2 2 διατὐποϲον B 3 κυέϲτορ B κοιαίϲτωρ V 5 ὑπεβάλωμεν V corr. v 6 πράγ- ματα BV cf.52, 8.23 10 χριϲτιανῶν B 17 χρίον B 18 κων- ϲτητουρίου BV corr. Ha 20 εἴδωλα B V corr. Ha 26 ὑπό- λυπον B χειμόνοϲ B)

45
ποιήϲαντεϲ τὰϲ ἁγίαϲ ἡμέραϲ τῆϲ παϲχαλίαϲ καὶ τὴν ἀναϲτάϲιμον εὐτρεπιζόμεθα ἐκπλεῦϲαι. παρεκαλέϲαμεν δὲ τὸν θαυμάϲιον Ἀμάντιον μηνῦϲαι ἡμᾶϲ πρὸϲ τὴν δέϲποιναν ἵνα ϲυνταξώμεθα αὐτῇ. ὃ δὲ ἀκούϲαϲ ἐλυ- πήθη διὰ τὸ ἡμᾶϲ μέλλειν ἐκπλεῖν· τοϲοῦτον γὰρ ἡμᾶϲ ἠγάπηϲεν ὡϲ αὐτὸν παρακαλέϲαι τὴν δέϲποιναν ἀπο- λὲϲαι αὐτὸν ὡϲ χάριν τοῦ εὔξαϲθαι εἰϲ τοὺϲ ἁγίουϲ καὶ. ϲεβαϲμίουϲ τόπουϲ. ἐφοβήθη δὲ ἡ δέϲποινα ἀπολῦϲαι αὐτόν, ἵνα μὴ κατερχόμενοϲ μονάϲῃ καὶ ἀπομείνῃ ἐκεῖ· ἠπίϲτατο γὰρ τὸν βίον τοῦ ἀνδρόϲ. ἦν γὰρ κατὰ θειαν ἄμεμπτοϲ, πολλὰϲ ἐλεημοϲύναϲ παρέχων καὶ διὰ παντὸϲ νηϲτεύων καὶ ξενοδοχῶν πολλοὺϲ καὶ ϲυντρέχων εἰϲ τὰϲ εὐϲεβεῖϲ χρείαϲ. τοϲαῦτα μὲν περὶ τοῦ θεοφι- λοῦϲ Ἀμαντίου. ἐμήνυϲεν δὲ ἡμᾶϲ πρὸϲ τὴν δέϲποιναν καὶ εἰϲήλθομεν πρὸϲ αὐτήν, καὶ λέγει τοῖϲ ὁϲιωτάτοιϲ ἐπιϲκόποιϲ· Πότε ϲὺν θεῷ πλέετε; ο δὲ εἶπαν· Διὰ τοῦτο εἰϲήλθομεν, ϲυντάξαϲθαι τῷ ὑμετέρῳ κράτει. ἣ δὲ εἶπεν· Διὰ παντὸϲ μνημονεύϲατέ μου καὶ τοῦ ἐμοῦ τέκνου. εὐθέωϲ δὲ ἐκέλευϲεν χρήματα ἐνεχθῆναι καὶ ἐνεχθέντων εἶπεν τῷ κυρίῳ μου τῷ ἐπιϲκόπῳ Πορφυ ρίῳ· Λάβε, πάτερ, ταῦτα δύο κεντηνάρια καὶ κτίϲον ἣν ϲυνεταξάμην κτίζειν ἁγίαν ἐκκληϲίαν ἐν μέϲῳ Γάζηϲ, καὶ. δήλωϲόν μοι ἐὰν ἔτι δεηθῇϲ χρημάτων, καὶ εὐθέωϲ ἀπο- ϲτέλλω. κτίϲον δὲ καὶ ξενῶνα, ἵνα ὑποδέχῃ τοὺϲ ἀδελ- [*](2 ε[ὑ]τρεπιζόμεθα c.ras. V ἐ[κ]πλεῦϲαι c. ras. V 4 ϲυν- ταξόμεθα B 10 τοῦ bis, alterum del. B 13 χρίαϲ B 15 εἰϲήλθωμεν B rad. corr. V 16 πλέεται B εἶπον v 17 εἰϲήλθωμεν B V corr. v ϲυντάξαϲθε V corr. v ἥ: εἰ B) [*](21 λάβε πρεϲ B λάβετε π. V corr. Ha κεντινάρια BV corr. v 23 με BV corr. v δεηθεὶϲ V corr. v ἀποϲτέλω B) [*](24 ἀποδέχῃ B)
46
φοὺϲ τοὺϲ ἐνδημοῦνταϲ τῇ πόλει τῇ ϲῇ καὶ χορητῇϲ αὐτοῖϲ ἐπὶ τρεῖϲ ἡμέραϲ ἀναλώματα. δέδωκεν δὲ καὶ τῷ ὁϲιωτάτῳ Ἰωάννῃ χρυϲοῦϲ χιλίουϲ καὶ τίμια ϲκεύη ἀμφοτέροιϲ, εἰϲ δὲ ἀναλώματα δέδωκεν αὐτοῖϲ ἀνὰ ἑκατὸν χρυϲοῦϲ. ἤνυϲεν δὲ καὶ ὁ προειρημένοϲ ὁϲιώ- τατοϲ Ἰωάννηϲ ὁ ἐπίϲκοποϲ Καιϲαρείαϲ ὅϲα ἠβουλήθη προνόμια εἰϲ λόγον τῆϲ αὐτοῦ ἐκκληϲίαϲ. καὶ ποιήϲαντεϲ εὐχὴν καὶ πολλὰ εὐλογήϲαντεϲ τήν τε δέϲποιναν καὶ. τὸν υἱὸν αὐτῆϲ καὶ τὸν βαϲιλέα ἐξῆλθον. παρεκάλεϲαν δὲ καὶ πρὸϲ τὸν βαϲιλέα εἰϲελθεῖν ὁ δὲ βαϲιλεὺϲ ἐπη- ρώτα αὐτοὺϲ εἰ τελείωϲ ἀπηλλάγηϲαν καὶ εἰ ἐχαρίϲατο αὐτοῖϲ τινα ἡ αὐγούϲτα, αὐτοὶ δὲ εἶπαν ὅτι Τελείωϲ ἀπηλλάγημεν, ϲῶζομένηϲ τῆϲ εὐϲεβείαϲ ὑμῶν καὶ τῆϲ θεοφιλεϲτάτηϲ ὑμῶν ϲυμβίου καὶ τοῦ θεοφυλάκτου ὑμῶν τέκνου, καὶ πολλὰ καὶ μεγάλα ἐϲτὶν τὰ χαριϲθέντα ἡμῖν. εὐθέωϲ δὲ καὶ ὁ βαϲιλεύϲ ἐκέλευϲεν τοῖϲ ἐπάρ- χοιϲ ληγατεῦϲαι αὐτοῖϲ ἀπὸ δημοϲίων Παλαιϲτίνηϲ ἀνὰ χρυϲοῦ λίτραϲ κ. δέδωκεν δὲ καὶ αὐτὸϲ εἰϲ λόγον δα- πανημάτων ἀνὰ δράκα μίαν, ἅπερ ἡυρέθη ἀνὰ νομιϲμά- των πεντήκοντα. πολλὰ δὲ καὶ αὐτὸν εὐλογήϲαντεϲ ἐξῆλθον. ἐποιήϲαμεν δὲ ἐν τῇ πόλει ἄλλαϲ ἡμέραϲ τρεῖϲ ἕωϲ οὐ ἐλάβομεν τὴν ληγατιῶνα τῶν τεϲϲαρά- κοντα λιτρῶν, καὶ μετὰ τρεῖϲ ἡμέραϲ ἐμβαλόμενοι ἐπλεύ- ϲαμεν τῇ κατὰ Γαζαίουϲ Ξανθικοῦ τρίτῃ καὶ εἰκάδι, κατὰ. δὲ Ῥωμαίουϲ Ἀπριλλίου ὀκτωκαιδεκάτῃ. ὁ δὲ λαμπρό- [*](1 χωρηγῆϲ B 11 ἐχαρἡϲατο B 12 αὐτούϲ B εἶπὸν v 13 ϲωζωμένηϲ B 15 χαριϲθὲν V corr. v 17 λιγα- τεῦϲαι BV corr. v δημωϲίων B 18 χρυϲοὺϲ B λόγων B) [*](19 δράκον BV corr. Ha εὑρέθη B 22 ἐλάβ[o]μεν c. ras. V λιγατιῶνα BV corr. V2 24 ξανθηκοῦ B 25 ἀπρι- λίω B ἀπριλλίω V corr. Ha)
47
τατοϲ Κυνήγιοϲ μεθ᾿ ἡμᾶϲ ἐξῆλθεν, χρηϲάμενοϲ τῷ δη- μοϲίῳ δρόμῳ.