Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

ὅϲον δὲ ἔβλεπον οἱ τῆϲ εἰδωλομανίαϲ πληθυνομένουϲ τοὺϲ Χριϲτιανούϲ, ἠγριαίνοντο καὶ οὐ ϲυνεχώρουν αὐτοῖϲ μετελθεῖν πολιτικὸν ὀφφίκιον, ἀλλ’ ὡϲ κακοῖϲ οἰκέταιϲ ἐχρῶντο αὐτοῖϲ. ὁρῶν δὲ πάλιν ὁ μακάριοϲ Πορφύριοϲ τὴν πολλὴν ἀδικίαν τῶν Χριϲτιανῶν καὶ μὴ φέρων, βλέπων δὲ αὐτούϲ ἐπηρεαζομένουϲ, ἐξέρχεται ἐπὶ Και- ϲάρειαν πρὸϲ τὸν μακάριον Ἰωάννην τὸν ἀρχιεπίϲκοπον καὶ παρακαλεῖ αὐτὸν μετὰ δακρύων ἄνεϲιν παραϲχεῖν αὐτῷ· μηκέτι γὰρ δύναϲθαι φέρειν ἔλεγεν τὰ ἄτοπα τὰ γινόμενα ὑπὸ τῶν Γαζαίων. ὁ δὲ μακάριοϲ Ἰωάννηϲ ἀκούϲαϲ παρεκάλει αὐτὸν μακροθυμῆϲαι καὶ ἀντέχεϲθαι τῆϲ ἐπιϲκοπῆϲ. καὶ ἀποκριθεὶϲ ὁ ὁϲιώτατοϲ Πορφύριοϲ εἶπεν αὐτῷ· Μαρτυροῦμαί ϲε ἐνώπιον τοῦ ἀοράτου θεοῦ | καὶ τῆϲ ἐλπίδοϲ ἡμῶν Ἰηϲοῦ Χριϲτοῦ τοῦ κυρίου πάϲηϲ κτίϲεωϲ καὶ τοῦ προϲκυνητοῦ καὶ ζωοποιοῦ ἁγίου πνεύματοϲ μὴ παριδεῖν τὴν αἴτηϲίν μου, ἵνα μὴ ἐκζη- τηθῇ παρ’ ἡμῶν ἀπώλεια ψυχῶν ἀναριθμήτων. ἀλλ’ αἰτῶ ϲε, πάτερ, ϲυμπλεῦϲαί μοι ἐπὶ τὴν βαϲιλίδα πόλιν, ἵνα δεηθῶμεν τῶν βαϲιλέων τοῦ οὐρανίου βαϲιλέωϲ ἐπί- [*](8 f. καὶ τῷ βρέφει ἐκάλεϲεν V 14 [πάλι]ν c. ras. V 15 f μὴ φέρων βλέπειν αὐτοὺϲ cl. 51, 3 s. 23 f. μαρτύρομαί ϲε)

30
νεύοντοϲ καταϲτρέψαι τοὺϲ ναοὺϲ τῶν εἰδώλων. ἀπο - κριθεὶϲ δὲ ὁ μακάριοϲ Ἰωάννηϲ εἶπεν αὐτῷ Τέκνον, ἡ μὲν αἴτηϲιϲ δικαία, ὁ δὲ καιρὸϲ οὐκ ἔϲτιν ἐπιτήδειοϲ· ἡ γὰρ χειμέριοϲ τροπὴ λοιπὸν ἐπιλαμβάνεται. ἀπεκρίθη δὲ ὁ μακάριοϲ Πορφύριοϲ· Ἐὰν θέλῃ ἡμᾶϲ ὁ θεὸϲ εἶναι καὶ τὰ πλήθη Γάζηϲ ἐπιϲτρέψαι, καὶ ἐν χειμῶνι δυνατόϲ ἐϲτιν ϲῷϲαι. ϲὺ δέ, πάτερ, θαρρῶν τῇ εὐϲπλαγχνίᾳ αὐτοῦ θέληϲον, καὶ ἔχομεν εὐοδωθῆναι. λέγει αὐτῷ ὁ μα- κάριοϲ Ἰωάννηϲ· Τὸ θέλημα τοῦ Χριϲτοῦ γενηθήτω. ὡϲ δὲ ἔλαβεν ϲυνταγὰϲ ὁ μακάριοϲ Πορφύριοϲ, γράφει. μοι τὴν ταχίϲτην καταλαβεῖν τὴν Καιϲάρειαν καὶ ἀγα- γεῖν μεθ’ ἑαυτοῦ τρεῖϲ βίβλουϲ καὶ τεϲϲαράκοντα τρία. νομίϲματα, ἅπερ ἔτυχεν περιϲϲεῦϲαι ἐκ τῆϲ προϲόδου τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ. ἐγὼ δὲ δεξάμενοϲ τὰϲ ἐπιϲτολὰϲ καὶ λαβὼν τὰϲ βίβλουϲ καὶ τὰ νομίϲματα εὐθέωϲ ἐξῆλθον καὶ καταλαβὼν τὴν Καιϲάρειαν εὗρον τοὺϲ ὁϲιωτάτουϲ ἐπιϲκόπουϲ εὐτρεπιζομένουϲ ἐπὶ τὸν πλοῦν, καὶ μετὰ δύο ἡμέραϲ ἀναχθέντεϲ ἐπλεύϲαμεν ἡμέρᾳ ὀγδόῃ καὶ εἰκάδι Περιτίου καὶ τῇ εὐϲπλαγχνίᾳ τοῦ Χριϲτοῦ εὐπλοή- ϲαντεϲ δι’ ἡμερῶν δέκα κατήχθημεν εἰϲ Ῥόδον τὴν νῆϲον.

ἦν δὲ τότε ἐν τῇ νήϲῳ εἰϲ τὰ ἀπόϲτροφα αὐτῆϲ μονάζων τιϲ ὀνόματι Προκόπιοϲ, ὃϲ νῦν μετ’ ἀγγέλων ἐϲτὶν ϲυναρίθμιοϲ· ἐκοιμήθη γὰρ ἀπὸ ἐτῶν πέντε, ζήϲαϲ βίον ἄμεμπτον ἔν τε νηϲτείαιϲ καὶ ἀγρυπνίαιϲ καὶ τῇ ἄκρᾳ ἀκτημοϲύνῃ, ἔϲχεν δὲ καὶ προφητικὸν χάριϲμα καὶ. [*](3 ἐπιτήδιοϲ V corr. Ha 5 θέλ[η] c. ras. V 8 εὐοδο- θῆναι V corr. v 9 τ[ὸ] c. ras. V 13 προϲώδου B 19 ἡκάδι B Περιτίου: τρίτῃ B V corr. Henschen 22 ἦν τε V 26 ἀκτιμοϲύνη V corr. v προφητικῶν B προφη- τῶν V)

31
τὴν κατὰ δαιμόνων ἀπέλαϲιν. καταχθέντεϲ δὲ ἡμεῖϲ ἐν τῇ Ῥόδῳ, ὡϲ εἴρηται, καὶ ἀκούϲαντεϲ περὶ τῆϲ πολι- τείαϲ τοῦ ἁγίου ἀνδρὸϲ ἀναγκαῖον ἐνομίϲαμεν μὴ παρ- όδῳ χρήϲαϲθαι, ἀλλ’ ἀπολαῦϲαι τῆϲ ἀγγελικῆϲ αὐτοῦ ϲυνουϲίαϲ, καὶ ἐρωτήϲαντεϲ ποῦ τὴν καταμονὴν εἶχεν ἐπορεύθημεν πρὸϲ αὐτὸν παραπλεύϲαντεϲ ἐν ἀκατίῳ, καὶ φθάϲαντεϲ ἐκρούϲαμεν τὴν θύραν. εὐθέωϲ δὲ ἐξελ- θὼν δι’ ἑαυτοῦ ἤνοιξεν ἡμῖν, καίτοι ἔχων ἄλλον παρ’ αὑτῷ μαθητήν. ὡϲ δὲ ἐθεάϲατο τοὺϲ ὁϲιωτάτουϲ ἐπί- ϲκόπουϲ, πεϲὼν ἐπὶ πρόϲωπον προϲεκύνηϲεν αὐτούϲ, εἶτα ἀναϲτὰϲ κἀμὲ κατεφίληϲεν καὶ τὸν θεοϲεβῆ Εὐϲέβιον τὸν διάκονον, ὃν μεθ’ ἑαυτοῦ ἦγεν ὁ ὅϲιοϲ Ἰωάννηϲ ὁ ἀρχιεπίϲκοποϲ, καὶ εἰϲαγαγὼν ἡμᾶϲ εἰϲ τὸ εὐκτήριον ὑπεχώρηϲεν εἰϲ τὰ ὀπίϲω, δοὺϲ τὸν ἔμπροϲθεν | τόπον τοῖϲ μακαριωτάτοιϲ ἐπιϲκόποιϲ εἰπών Ὑμῖν πρέπει τοῖϲ ἱερεῦϲιν τὸν ἔμπροϲθεν τόπον ἔχειν, ἐμοὶ δὲ τῷ τα- πεινῷ καὶ μηδὲ ἠξιωμένῳ χειροτονίαϲ τὸν ὀπίϲω. τό- τε ἔγνωμεν ὅτι διορατικὸϲ ὑπῆρχεν ὁ ὁϲιώτατοϲ Προ- κόπιοϲ· μηδέποτε γὰρ θεαϲάμενοϲ ἡμᾶϲ μήτε ἀκούϲαϲ περὶ ἡμῶν ἔγνω διὰ τοῦ πνεύματοϲ ὅτι ἐπίϲκοποι ἐτύγ- χανον οἱ περὶ τοὺϲ μακαριωτάτουϲ Ἰωάννην καὶ Πορ- φύριον. διὸ καὶ τὴν προτίμηϲιν τῆϲ προϲευχῆϲ ἔδωκεν αὐτοῖϲ. εἶτα μετὰ τὴν εὐχὴν ἐκαθίϲαμεν, καὶ ὁμιλήϲαϲ ἡμῖν πολλὰ ψυχωφελῆ ἠρώτα τὴν αἰτίαν τοῦ ϲκυλμοῦ. ὁ δὲ μακάριοϲ Πορφύριοϲ ἅπαντα αὐτῷ διηγήϲατο τὰ κατὰ τοὺϲ Γαζαίουϲ, πῶϲ ἐμμανῶϲ ἔχουϲι περὶ τὰ εἴδωλα καὶ ὁπόϲα δεινὰ οἱ Χριϲτιανοὶ πάϲχουϲιν παρ’ αὐτῶν καὶ ὅτι χάριν τούτου ἀνέρχονται δεηθῆναι τῶν βαϲιλέων [*](11 εὐϲέβειον BV corr. v 17 ἠξιομένω V corr. v 23 ἐκαθήϲαμεν BV corr. v ὁμιλίϲαϲ B)
32
καταϲτραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων. ἀκούϲαϲ δὲ ὁ ἐν ἁγίοιϲ Προκόπιοϲ ὁ ἀναχωρητὴϲ καὶ δακρύϲαϲ εἶπεν· Κύριε Ἰηϲοῦ Χριϲτέ, ἐπίϲτρεψον τοὺϲ δούλουϲ ϲου ἀπὸ τῆϲ διαβολικῆϲ ἀπάτηϲ ἐπὶ τὴν πεφωτιϲμένην ϲου πί- ϲτιν. εἶτα λέγει πρὸϲ τοὺϲ ὁϲιωτάτουϲἐπιϲκόπουϲ· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ὁ γὰρ θεὸϲ ὁ γινώϲκων τὸν ζῆλον τῆϲ πίϲτεωϲ ὑμῶν ἔχει εὐοδῶϲαι ὑμῖν καὶ δοῦναι πάντα τὰ καταθύμια ὑμῶν. δεῦτε οὖν παραινέϲω ὑμῖν ἃ ὁ κύ- ριοϲ ἀπεκάλυψεν τῇ ἐμῇ ταπεινώϲει. ἀνερχόμενοι ἐπὶ τὸ Βυζάντιον πρῶτον ϲυντύχετε τῷ ὁϲιωτάτῳ ἐπιϲκόπῳ Ἰωάννῃ καὶ ἅμα αὐτῷ δεήϲειϲ ποιήϲαϲθε πρὸϲ τὸν θεὸν καὶ ἀνάθεϲθε αὐτῷ τὸ πρᾶγμα, καὶ ἔχει ὑμῖν ϲυμβου- λεῦϲαι καὶ αὐτὸϲ ὃ ἀποκαλύπτει αὐτῷ ὁ κύριοϲ. λαλῆ- ϲαι γὰρ οὐ δύναται ἐν τῷ παλατίῳ, ἐπειδὴ ἡ βαϲίλιϲϲα Εὐδοξία λυπεῖται κατ’ αὐτοῦ. αὐτὸϲ οὖν παρατίθεται. ὑμᾶϲ Ἀμαντίῳ τῷ κουβικουλαρίῳ τῆϲ δεϲποίνηϲ, ἀν- θρώπῳ θεοϲεβεῖ καὶ τιμῶντι τὸ πρόϲχημα τῶν ἱερέων, καὶ αὐτὸϲ εἰϲάγει ὑμᾶϲ πρὸϲ τὴν βαϲίλιϲϲαν, καὶ ὅταν εἰϲέλθητε πρὸϲ αὐτήν, εὐμενῶϲ ἔχει δέξαϲθαι ὑμᾶϲ. ἀνά- θεϲθε οὖν αὐτῇ τὸ πᾶν πρᾶγμα καὶ ϲυντάξαϲθε αὐτῇ καὶ ἐξέλθατε. ἐν δὲ τῇ δευτέρᾳ εἰϲόδῳ μετὰ τὸ ὑμᾶϲ ὑπομνῆϲαι αὐτὴν χάριν τοῦ πράγματοϲ εἴπατε αὐτῇ ὅτι Ἐλπίζομεν εἰϲ τὸν Χριϲτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἐὰν ϲπουδάϲῃϲ εἰϲ τὸ παρὸν πρᾶγμα, ἔχει δοῦναί ϲοι τέκνον [*](7 εὐωδῶϲαι B rad. corr. V ὑμῖν: ὑμεῖν B ὑμᾶϲ ν 10 ϲυντύχεται BV corr. v 11 ποιήϲαϲθαι BV corr. v 12 ἀνά- θεϲθαι BV corr. Ha ἡμῖν BV corr. Ha 14 βαϲιλείϲϲα B) [*](15 λυπῆται B 17 θεοϲεβῆ BV corr. Ha 18 οὖτοϲ Eb 19 ὑμᾶϲ ex ἡμ. V ἀνάθεϲθαι BV corr. Ha 20 αὐτῇ om. B πᾶν om. B ϲυντάξαϲθαι B 21 μετὰ τοῦ V 23 f. θεοῦ, 〈ὅτι〉 24 ϲπουδάϲειϲ B)
33
ἄρρεν. ἀκούϲαϲα δὲ τοῦτο περιχαρὴϲ ἔχει γενέϲθαι (ἔϲτιν γὰρ ἐγκύμων καὶ οὗτοϲ μήν ἐϲτιν ἔνατοϲ τῆϲ κυή- ϲεωϲ αὐτῆϲ) καὶ ἔχει πάντα πρᾶξαι εἰϲ τὸ ποιῆϲαι τὸ πρᾶγμα ὑμῶν θεοῦ ἐπινεύοντοϲ.

ἡμεῖϲ δὲ ἀκούϲαντεϲ τὸν λόγον τοῦ ἁγίου ἀνδρὸϲ καὶ πιϲτεύϲαντεϲ εἰϲ ἃ ἐλάληϲεν, λαβόντεϲ παράθεϲιν ἐξήλθομεν καὶ ἀναχθέντεϲ ἐκείνῃ τῇ ἡμέρᾳ ἐπλεύϲαμεν καὶ δι’ ἄλλων ἡμερῶν δέκα ἐφθάϲαμεν τὸ Βυζάντιον καὶ λαβόντεϲ ξενίαν τῇ ἑξῆϲ ἐπορεύθημεν πρὸϲ τὸν ὁϲιώτατον ἀρχιεπίϲκοπον Ἰωάννην. γνοὺϲ δὲ τίνεϲ ἐϲμὲν | ἐδέξατο ἡμᾶϲ μετὰ πολλῆϲ τιμῆϲ καὶ θεραπείαϲ. ἐπηρώ- τηϲεν δὲ ἡμᾶϲ δι’ ἣν αἰτίαν ϲκυλμὸν ὑπεμείναμεν, καὶ. διηγηϲάμεθα αὐτῷ, καὶ γνοὺϲ ἀνεμνήϲθη ὅτι καὶ πρὸ χρόνου τοῦτο διὰ γραμμάτων ἐδεήθημεν, καὶ ἐπιγνούϲ με φιλοφρόνωϲ ἠϲπάϲατο. παρακαλεῖ δὲ ἡμᾶϲ μὴ ἀθυ- μῆϲαι, ἀλλ’ ἔχειν τὰϲ ἐλπίδαϲ εἰϲ τὰ ἐλέη τοῦ θεοῦ. εἶπεν δὲ πρὸϲ ἡμᾶϲ· Ἐγὼ μὲν οὐκ ἰϲχύω τῷ βαϲιλεῖ λαλῆϲαι· παρώργιϲεν γὰρ αὐτὸν κατ’ ἐμοῦ ἡ βαϲίλιϲϲα, διότι ἐνεκάλεϲα αὐτῇ χάριν κτήματοϲ οὗ ἐπιθυμήϲαϲα ἀφήρπαϲεν. καὶ ἐμοὶ μὲν εἰϲ τοῦτο οὐ μέλει ὅτι ὀργί- ζεται οὐδὲ φροντίζω, ἑαυτοὺϲ γὰρ ἔβλαψαν, οὐκ ἐμέ· κἂν γὰρ βλάψωϲίν μου τὸ ϲῶμα, τὴν ψυχὴν πολλῷ πλέον ὠφελοῦϲιν· ὅμωϲ δὲ τοῦτο καταλείψωμεν τῇ εὐ- ϲπλαγχνίᾳ τοῦ θεοῦ. περὶ δὲ τοῦ ὑμετέρου προϲτάγμα- τοϲ, εἰ δόξει τῷ κυρίῳ, αὔριον μεταπέμπομαι τὸν [*](1 ἄρρενα BV corr. V2 περιχαρὶϲ V 2 f. 〈ὁ〉 μήν cl. 38, 11 7 ἐξήλθωμεν BV corr. Ha 8 διάλων B 15 φιλοφρό- νοϲ B 16 ἐλέει B 18 παρώργηϲεν B παρόργηϲεν V corr. v) [*](20 ἀφιρπαϲεν B μέλλει B ex μέλει V corr. Ha 21 οὐ- καμέ B 22 τῶι V corr. v 23 [ὅ]μωϲ c. ras. V 24 ἡμε- τέρου V 25 δόξῃ BV corr. v)

34
χον Ἀμάντιον, καϲτρήϲιον ὄντα τῆϲ βαϲιλίϲϲηϲ, πολλὰ δυνάμενον παρ’ αὐτῇ καὶ ὄντωϲ δοῦλον τοῦ θεοῦ, καὶ. ἀνατίθημι αὐτῷ τὸ πρᾶγμα, καὶ πάνυ ἔχει ϲπουδάϲαι τοῦ Χριϲτοῦ ἐπινεύοντοϲ. ἡμεῖϲ δὲ λαβόντεϲ τοιαύταϲ ϲυνταγὰϲ καὶ παράθεϲιν ἐπορεύθημεν εἰϲ τὴν ξενίαν ἡμῶν.

τῇ δὲ ἑξῆϲ ἀπήλθομεν πρὸϲ τὸν ὅϲιον καὶ εὑρίϲκο- μεν παρ’ αὐτῷ τὸν κουβικουλάριον Ἀμάντιον· ἦν γὰρ φροντίϲαϲ τοῦ ἡμετέρου πράγματοϲ, μεταπεμψάμενοϲ αὐτὸν καὶ διδάξαϲ τὰ καθ’ ἡμᾶϲ. ὡϲ δὲ εἰϲήλθομεν καὶ. ἔγνω ὁ Ἀμάντιοϲ ὅτι ἡμεῖϲ ἐϲμὲν περὶ ὧν αὐτῷ ἐλά- ληϲεν, ἀναϲτὰϲ προϲεκύνηϲεν τοὺϲ ὁϲιωτάτουϲ ἐπιϲκό- πουϲ, κλίναϲ τὸ πρόϲωπον εἰϲ τὴν γῆν, κἀκεῖνοι δὲ γνόντεϲ τίϲ ὑπῆρχεν περιεπτύξαντο αὐτὸν καὶ κατεφί- ληϲαν. ἐπέτρεψεν δὲ καὶ αὐτοῖϲ ὁ ἁγιώτατοϲ ἀρχιεπί- ϲκοποϲ Ἰωάννηϲ ἐκ ϲτόματοϲ διδάξαι τὸν κουβικουλάριον τὸ κατ’ αὐτοὺϲ πρᾶγμα. ὁ δὲ ὁϲιώτατοϲ Πορφύριοϲ πάντα αὐτῷ διηγήϲατο τὰ κατὰ τοὺϲ εἰδωλολάτραϲ, πῶϲ παρρηϲίᾳ ποιοῦϲιν τὰ ἀθέμιτα καὶ πῶϲ καταπονοῦϲιν τοὺϲ Χριϲτιανούϲ. ὃ δὲ ἀκούϲαϲ ἐδάκρυϲεν καὶ ἐμπι- πλᾶται ζήλου θεϊκοῦ καὶ λέγει αὐτοῖϲ· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ἔχει γὰρ ὁ δεϲπότηϲ Χριϲτὸϲ ὑπεραϲπίϲαι τῆϲ θρηϲκείαϲ αὐτοῦ. εὔξαϲθε οὖν ὑμεῖϲ καὶ διαλέγομαι τῇ αὐγούϲτῃ καὶ ἐλπίζω εἰϲ τὸν τῶν ὅλων θεόν, ὅτι ϲυν- [*](1 κανϲτρήϲιον V2 -ϲτρι- v 2 ὄντοϲ B V corr. V2 4 Χριϲτοῦ: θεοῦ V 7 ἀπῆλθωμεν B 10 εἰϲήλθωμεν B rad. corr. V 11 ἐλαλήϲαμεν BV corr. Ha 12 ὀϲιοτάτουϲ B) [*](14 γνῶντεϲ B rad. corr. V 19 ποιοῦϲι V ἀθέμητα B. 20 ἀκούων ἐδάκρυεν V 21 ἀθυμήϲηται V corr. v 22 ὑπε- ραϲπῆϲαι BV corr. v 23 θριϲκίαϲ V corr, V -κει- v εὔξα- ϲθαι BV corr. v οὗν bis, alterum del. B)

35
ήθωϲ ποιεῖ τὸ ἔλεοϲ αὐτοῦ. εἰϲφέρω δὲ καὶ ὑμᾶϲ τῇ ἐξῆϲ πρὸϲ αὐτὴν καὶ διδάϲκετε αὐτὴν ἐκ ϲτόματοϲ ὅϲα βούλεϲθε, ἔχετε δὲ αὐτὴν προδεδιδαγμένην εὑρεῖν ὑπ ᾿ ἐμοῦ. εἰπὼν δὲ ταῦτα ϲυνταξάμενοϲ ἡμῖν ἀνῆλθεν, καὶ ἡμεῖϲ δὲ διαλεχθέντεϲ πολλὰ πνευματικὰ μετὰ τοῦ ὁϲιωτάτου ἀρχιεπιϲκόπου Ἰωάννου καὶ λαβόντεϲ παρά- θεϲιν ἀνεχωρή|ϲαμεν.

τῇ δὲ ἑξῆϲ μεταπέμπεται ἡμᾶϲ ὁ κουβικουλάριοϲ Ἀμάντιοϲ διὰ δύο δεκανῶν ἀπελθεῖν εἰϲ τὸ παλάτιον, καὶ ἀναϲτάντεϲ ϲπουδῇ ἐπορεύθημεν. εὕραμεν δὲ αὐτὸν περιμένοντα ἡμᾶϲ, καὶ λαβὼν τοὺϲ δύο ἐπιϲκόπουϲ εἰϲή- γαγεν πρὸϲ τὴν αὐγούϲταν Εὐδοξίαν. ὡϲ δὲ ἐθεάϲατο αὐτούϲ, προηϲπάϲατο εἰποῦϲα· Εὐλογήϲατε, πατέρεϲ, κἀκεῖνοι δὲ προϲεκύνηϲαν αὐτήν. ἐκαθέζετο δὲ ἐπὶ χρυ- ϲῆϲ κλίνηϲ, καὶ λέγει αὐτοῖϲ Ϲύγγνωτέ μοι, ἱερεῖϲ τοῦ Χριϲτοῦ, διὰ τὴν ἐπικειμένην μοι ἀνάγκην τῆϲ γαϲτρόϲ· ἐχρεώϲτουν γὰρ εἰϲ τὸ πρόθυρον ὑπαντῆϲαι τῇ ὑμῶν ὁϲιότητι. ἀλλὰ διὰ τὸν κύριον εὔξαϲθε ὑπὲρ ἐμοῦ, ἵνα ἀπόθωμαι τὸ ἐν τῇ γαϲτρὶ μετὰ φιλανθρωπίαϲ. οἱ δὲ ὁϲιώτατοι ἐπίϲκοποι θαυμάϲαντεϲ τὴν ϲυγκατάβαϲιν αὐτῆϲ εἶπαν· Ὁ εὐλογήϲαϲ τὴν μήτραν τῆϲ Ϲάραϲ καὶ τῆϲ Ῥε- βέκκαϲ καὶ τῆϲ Ἐλιϲάβετ εὐλογήϲαι τὸ ἐν τῇ γαϲτρί ϲου καὶ ζωώϲαι. ὡϲ δὲ καὶ ἄλλα ῥήματα πνευματικὰ ἐλά- ληϲαν, λέγει αὐτοῖϲ Ἔγνων διὰ τί ἐϲκύλητε· προεδίδαξέν με γὰρ Ἀμάντιοϲ ὁ καϲτρήϲιοϲ. εἰ δὲ καὶ ὑμεῖϲ θέλετέ με διδάξαι, κελεύϲατε, πατέρεϲ. ἐπιτραπέντεϲ δὲ πάντα [*](2 διδάϲκεται BV corr. v αὐτὴ ἐκ BV 3 βούλεϲθαι BV corr. v ἔχεται B προδιδαγμένην BV 4 f. ἀπῆλθεν 10 εὕρο- μεν v 17 ἐχρεόϲτουν BV corr. Ha 18 ὁϲιώτητι BV corr. Ha εὔξαϲθαι BV corr. Ha 19 τῶ V 21 εἶπον v ῥεβέ- καϲ B 24 ἐϲκύλιται B 25 καϲτρίϲιοϲ BV corr. Ha θέλεται B )

36
τὰ κατὰ τοὺϲ εἰδωλομανεῖϲ ἐδίδαξαν, πῶϲ ποιοῦϲιν ἀφό- βωϲ τὰ ἀνόϲια καὶ πῶϲ καταδυναϲτεύουϲιν τοὺϲ Χριϲτια- νούϲ, μὴ ϲυγχωροῦντεϲ μετελθεῖν ὀφφίκιον πολιτικὸν μηδὲ τὰ χωρία αὐτῶν γεωργηθῆναι, ἐξ ὧν τὰ δημόϲια τελοῦϲιν τῷ ὑμετέρῳ κράτει. ἀκούϲαϲα δὲ ἡ βαϲίλιϲϲα εἶπεν· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ἐλπίζω γὰρ εἰϲ τὸν δεϲπότην Χριϲτόν, τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πείθω τὸν βαϲιλέα ποιῆϲαι τὰ πρέποντα τῇ ἁγίᾳ ὑμῶν πίϲτει καὶ. ὑμᾶϲ τεθεραπευμένουϲ ἔνθεν ἀπολῦϲαι. ἀπέλθατε οὦν γενέϲθαι ἑαυτῶν (ἐϲτὲ γὰρ ἀπὸ κόπου) καὶ εὔξαϲθε ἵνα ϲυνεργήϲῃ ὁ θεὸϲ τῇ αἰτήϲει μου. εἰποῦϲα δὲ ταῦτα ἐκέλευϲεν χρήματα ἐνεχθῆναι καὶ λαβοῦϲα ἀνὰ τρεῖϲ δράκαϲ δέδωκεν τοῖϲ ὁϲιωτάτοιϲ ἐπιϲκόποιϲ εἰποῦϲα· Λάβετε τέωϲ ταῦτα εἰϲ δαπανήματα. οἱ δὲ ἐπίϲκοποι δεξάμενοι καὶ πολλὰ αὐτὴν εὐλογήϲαντεϲ ἐξῆλθον. ἐξ- ερχόμενοι δὲ τὰ πολλὰ τῶν νομιϲμάτων διέδωκαν τοῖϲ ἐφιϲταμένοιϲ ταῖϲ θύραιϲ δεκανοῖϲ, ὡϲ ὀλίγα μετ’ αὐτῶν ὑπολειφθῆναι. ἡ δὲ βαϲίλιϲϲα εἰϲελθόντοϲ τοῦ βαϲιλέωϲ πρὸϲ αὐτὴν ἐδίδαξεν αὐτὸν τὰ κατὰ τοὺϲ ἐπιϲκόπουϲ πράγματα, ᾔτει δὲ αὐτῷ καταϲτραφῆναι τὰ ἱερὰ Γάζηϲ. ὁ δὲ βαϲιλεὺϲ ἀκούϲαϲ ἐδυϲχέραινεν εἰπών Οἶδα ὅτι ἡ πόλιϲ ἐκείνη κατείδωλόϲ ἐϲτιν, ἀλλ᾿ εὐγνωμονεῖ περὶ. τὴν εἰϲφορὰν τῶν δημοϲίων πολλὰ ϲυντελοῦϲα. ἐὰν οὖν αἰφνιδιάϲωμεν αὐτοὺϲ τῷ φόβῳ, φυγῇ χρήϲονται καὶ ἀπόλλομεν τοϲοῦτον κανόνα. ἀλλ’ εἰ δοκεῖ κατὰ [*](1 εἰδωλωμανεῖϲ B 6 ἀθυμήϲηται V corr. v 9 ἀπέλθε- τε v 10 ἑαυτὸν B ἐϲταὶ B εὔξαϲθαι BV corr. v 11 αἰτήϲη B 13 δέδωκε V 16 τὸν B 18 ὑποληφθῆναι BV corr. Ha 20 αὐτὸν Ha 21 ἐδυϲχέραινε B f. ἐδυϲχέ- ρανεν 24 ἐφνηδιάϲωμεν BV corr. v χρίϲονται B 25 ἀπό- λομεν B ex ἀπόλλομεν V)
37
μέροϲ θλίβομεν αὐτούϲ, περιαιροῦντεϲ τὰϲ ἀξίαϲ τῶν εἰδωλομανῶν καὶ τὰ ἄλλα πολιτικὰ ὀφφίκια, καὶ κελεύο- μεν τὰ ἱερὰ αὐτῶν κλειϲθῆναι καὶ μηκέτι χρηματίζειν. ἐπὰν γὰρ θλιβῶϲιν εἰϲ πάντα ϲτενούμενοι, ἐπιγινώϲκου- ϲιν τὴν ἀλήθειαν· τὸ γὰρ ὑπερβολὴν ἔχον αἰφνίδιον βαρὺ τοῖϲ ὑπηκόοιϲ. ἡ δὲ βαϲίλιϲϲα ἀκούϲαϲα ἐλυπήθη ϲφόδρα (ἦν γὰρ θερμὴ περὶ τὴν πίϲτιν), οὐκ ἀπεκρίθη δὲ τῷ βαϲιλεῖ ῥῆμα ἢ τοῦτο Ὁ κύριοϲ ἔχει βοηθῆϲαι τοῖϲ δούλοιϲ αὐτοῦ τοῖϲ Χριϲτιανοῖϲ, κἂν θέλωμεν ἡμεῖϲ κἂν μὴ θέλωμεν. ταῦτα διηγήϲατο ἡμῖν ὁ θεοϲεβὴϲ Ἀμάντιοϲ ὁ κουβικουλάριοϲ.