Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

μετὰ δὲ τριετῆ χρόνον τοῦ χειροτονηθῆναι αὐτὸν ϲυμβαίνει τὸν ἐπίϲκοπον τῆϲ προλελεγμένηϲ πόλεωϲ Γάζηϲ ἐξελθεῖν τοῦ βίου Αἰνείαϲ ἦν οὗτοϲ, ἐλάχιϲτον χρόνον ἐπιϲκοπήϲαϲ. πρὸ δὲ Αἰνείου Εἰρηνίων ἦν, ὃϲ καὶ αὐτὸϲ ϲυμπολίτηϲ γέγονεν τῶν ἀγγελικῶν δυνάμεων· οὗ τοὺϲ ἐπαίνουϲ ἀδύνατον ἐν παρεκβάϲει γραφῆναι, ἀλλ’ ἰδικῆϲ ἐχρῆν πραγματείαϲ εἰϲ τὸ ϲυντάξαι τὸν βίον τοῦ εἰρημένου ἀοιδίμου Εἰρηνίωνοϲ, ἄλλοιϲ δὲ ϲυγγρα- φεῦϲιν παραχωροῦμεν τοῖϲ ἀκριβῶϲ ἐπιϲταμένοιϲ τὸν ἐκείνου βίον. κοιμηθέντοϲ οὖν τοῦ προλεχθέντοϲ ὁϲίου [*](12 cf. ad Tim. I 5, 23) [*](3 λέγωνταο B 4 χει[ρ]οτονίαν c. ras. V 9 ἄλλαιϲ del. Eb. at cf. 81, 16 10 ἴϲθιεν BV corr. v λαμβάνον B 11 ὡϲπρίων B 14 κανώνα B 18 αἰνίαϲ V corr. v 19 αἰνίου BV corr. v 20 ϲυμπολίτηϲ ex ϲυνπ- V 23 ἀοιδήμου B)

12
ἀνδρὸϲ ϲυναθροιϲθέντεϲ οἱ τότε ὄντεϲ Χριϲτιανοί, ὀλίγοι. καὶ εὐαρίθμητοι τυγχάνοντεϲ, μετὰ τῶν ἀπὸ τοῦ κλήρου καὶ βουλευϲάμενοι ἐπὶ φανερὰϲ ἡμέραϲ τίνι ἐγχειρίϲαι. τὴν ἐπιϲκοπὴν οὐδὲν ἤνυον, φιλονεικίαϲ κρατηϲάϲηϲ ἐν αὐτοῖϲ, τῶν μὲν βουλομένων τινὰϲ τοῦ κλήρου, ἄλλων δὲ τῶν λαϊκῶν· κατὰ γὰρ τὸν ἀληθῆ λόγον ἦϲάν τινεϲ καὶ ἐν τοῖϲ λαϊκοῖϲ βίῳ καὶ ϲεμνότητι κεκοϲμημένοι. πολλῆϲ οὖν ϲυγχύϲεωϲ γινομένηϲ καὶ μηδενὸϲ εἰϲ ἔργον προβαίνοντοϲ τέλοϲ ϲυνέδοξεν πέντε τῶν κληρικῶν καὶ τοϲούτουϲ τῶν λαϊκῶν ἐμφανῶν ἐξελθεῖν πρὸϲ τὸν μητρο- πολίτην ἀρχιερέα καὶ αἰτῆϲαι αὐτὸν ἐπίϲκοπον, ὃν δἂν ἀποκαλύψῃ αὐτῷ τὸ πνεῦμα τὸ ἅγιον. ἦν δὲ ὁ τὴν ἀρχιερωϲύνην τὸ τηνικαῦτα ἐγκεχειριϲμένοϲ Ἰωάννηϲ, ἀνὴρ καὶ αὐτὸϲ δόκιμοϲ καὶ πάϲῃ ἀρετῇ κεκοϲμημένοϲ. ὡϲ οὖν παρεγένοντο πρὸϲ αὐτὸν οἱ Γαζαῖοι, παρεκάλουν αὐτὸν δοῦναι αὐτοῖϲ ἱερέα δυνατὸν ἔργῳ καὶ λόγῳ ἀντι- τάξαϲθαι τοῖϲ εἰδωλολάτραιϲ. ἀκούϲαϲ δὲ εὐθέωϲ ἐκή- ρυξε νηϲτείαν, καὶ μετὰ τρεῖϲ ἡμέραϲ ἀπεκάλυψεν αὐτῷ ὁ κύριοϲ περὶ τοῦ μακαρίου Πορφυρίου, καὶ γράφει ἐπι- ϲτολὴν τῷ μνημονευθέντι ὁϲίῳ Πραϋλίῳ τῷ ἐπιϲκόπῳ Ἱεροϲολύμων τὸν μακάριον Πορφύριον πέμψαι πρὸϲ αὐτὸν χάριν ζητήματόϲ τινοϲ τῆϲ γραφῆϲ ὀφείλοντοϲ ὑπ’ αὐτοῦ ἐπιλυθῆναι· ἦν γὰρ ἱκανὸϲ ὁ μακάριοϲ πᾶν νομιζόμενον εἶναι δυϲχερὲϲ τῶν τῆϲ θείαϲ γραφῆϲ ἐπι- λῦϲαι, τοῦτο δὲ εἶχεν ἀπὸ χαρίϲματοϲ πνεύματοϲ ἁγίου. [*](4 ἤνοιον BV corr. Ha φιλονικίαϲ B 5 τὸν μὲν B τινὰ coni. Dr τῶν κλήρων. ἄλλουϲ V ἄλλων coniecerat etiam Eb 7 λαϊκοῖϲ Eb κληρικοῖϲ BV 11 αἰτίϲαι B 12 ἀπο- καλύψει B 15 ἀρχιεροϲύνην B τινικαῦτα B 18 τρῆϲ B 19 γράφη B 20 προαυλίῳ B 21 Ἱεροϲολύμων. πραροϲολύ- μων V 22 ὁφίλοντοϲ B 25 -λῦϲαι . . . . χαρίϲματοϲ om. V in)
13
καὶ πιϲτεύϲαϲ τοῖϲ γράμμαϲιν τοῦ μακαρίου Ἰωάννου ὁ θεοφιλὴϲ Πραΰλιοϲ τοῦτον ἀπέλυϲεν, παραγγείλαϲ αὐτῷ περαιτέρω ἑπτὰ ἡμερῶν μὴ χρονίϲαι. ἀκούϲαϲ δὲ ὁ μακάριοϲ Πορφύριοϲ τὴν δύναμιν τῶν γραφέντων ὑπὸ τοῦ ὁϲιωτάτου Ἰωάννου τὸ μὲν πρῶτον ἐθορυβήθη, μετὰ δὲ ταῦτα εἶπεν Τὸ θέλημα τοῦ θεοῦ γενηθήτω. καὶ. προϲκαλεϲάμενόϲ με ἐν τῇ ἑϲπέρᾳ ἐκείνῃ λέγει μοι· Ἀδελφὲ Μάρκε, πορευθῶμεν καὶ προϲκυνήϲωμεν τοὺϲ ἁγίουϲ τόπουϲ καὶ τὸν τίμιον ϲταυρόν· πολὺϲ γὰρ χρόνοϲ ἔχει παρελθεῖν ἕωϲ οὗ πάλιν προϲκυνήϲομεν. ἐγὼ δὲ εἶπον· Διὰ τί | οὕτω λέγειϲ, πάτερ; ὃ δὲ ἀποκριθεὶϲ εἶπεν· Τῇ παρελθούϲῃ νυκτὶ εἶδον τὸν ϲωτῆρα λέγοντά μοι· Τὴν παραθήκην ἣν παρεθέμην ϲοι ἀποκατάϲτηϲον. ζεῦξαι γάρ ϲε θέλω γυναικὶ ταπεινῇ μὲν ἀλλ’ εὐτρόπῳ, ϲὺ δὲ λαμβάνων αὐτὴν κόϲμηϲον, ἵνα ἐπιλάθηται τῆϲ προτέραϲ αὐτῆϲ πτωχείαϲ. εἰ γὰρ καὶ ταπεινὴ τυγχάνει, ἀλλ’ οὐκ ἔϲτιν μου ἀλλοτρία, ἀλλὰ γνηϲία μου ἀδελφή. ϲὺ δὲ παραφύλαξαι ἵνα μὴ ὡϲ ἔχων γυναῖκα καὶ φρον- τίζων οἴκου ἐξ ἀδικίαϲ ἢ βίαϲ ἢ παρανομίαϲ ϲυναγάγῃϲ, ἐπεὶ κἀμὲ παρώργιϲαϲ κἀκείνην λυπεῖϲ· ἀπαρέϲκεται γὰρ καὶ αὕτη τοῖϲ τοιούτοιϲ. ϲὺ δὲ μόνον ἔχε προθυμίαν ἀγαθήν, καὶ πάντα ϲοι χορηγηθήϲεται ὅθεν οὐ προϲ- δοκᾷϲ. ταῦτά μοι ὁ δεϲπότηϲ Χριϲτὸϲ ἐδήλωϲεν ἐν τῇ παρελθούϲῃ νυκτί, καὶ φοβοῦμαι μή πωϲ θέλων ἕξι- [*](6 cf. Matth. 6, 10) [*](ἐπὶ desinit versus, proximum incipit πνϲ, post ἐπὶ add. λύων ἔκ V2 3 χρονῆϲαι B 10 προϲκυνήϲωμεν V 14 ἀλευτρόπω B 15 λαμβάνον B 16 πτωχίαϲ B 18 παραφύλαξε B 19 ϲυναγάγειϲ V 20 παρόργηϲαϲ BV παροργίϲειϲ Ha ἐμὲ παροργήϲαϲ ἐκείνην Dr 22 χωρηγηθήϲεται B)
14
λάϲαϲθαι τὰϲ ἐμὰϲ ἁμαρτίαϲ ἐξιλάϲωμαι καὶ ἄλλων πολ- λῶν. ἀλλ’ ὅμωϲ οὐκ ἔϲτιν ἀντειπεῖν τῷ βουλήματι τοῦ θεοῦ. ταῦτα εἰπὼν ἐπορεύθη, κἀγὼ δὲ ϲὺν αὐτῷ, καὶ. προϲκυνήϲαντεϲ τοὺϲ ἁγίουϲ τόπουϲ καὶ τὸν τίμιον ϲταυρὸν καὶ πολλὰ εὐξάμενοϲ καὶ δακρύϲαϲ ἔθηκεν ἐν τῷ χρυϲῷ γλωϲϲοκόμῳ τὸν τίμιον καὶ ζωοποιὸν ϲταυρὸν καὶ ἀϲφαλιϲάμενοϲ ἐξῆλθεν, καὶ ἀπελθὼν πρὸϲ τὸν μα- κάριον Πραΰλιον τὸν ἐπίϲκοπον παρέδωκεν αὐτῷ τὰϲ κλεῖϲ καὶ λαβὼν εὐχὴν μετὰ παραθέϲεωϲ ἐξῆλθεν. ἐλ- θόντεϲ δὲ εἰϲ τὸ καταγώγιον εὐτρεπιζόμεθα. μιϲθωϲά- μενοι δὲ κτήνη τρία καὶ λαβόντεϲ τὰ ἐνόδια ἐξήλθομεν· τὰ δὲ ἐνόδια ἦν πάντα τὰ ἐν τῷ οἴκῳ. ἦμεν δὲ ἐν τῇ ὁδῷ πέντε, αὐτόϲ τε ὁ μακάριοϲ κἀγὼ καὶ δύο ὀνηλάται καὶ ἄλλοϲ ὑπηρέτηϲ νεώτεροϲ ὀνόματι Βαρωχᾶϲ, ὅντινα εὗρεν ὁ μακάριοϲ πρὸ ὀλίγου χρόνου ἐρριμμένον ἐν τῇ πλατείᾳ ὄντα ἐν ἐϲχάτῳ κινδύνῳ καὶ λαβὼν ϲυνήγαγεν, καὶ ἀναλώϲαϲ πολλὰ εἰϲ αὐτὸν τῇ βοηθείᾳ τοῦ Χριϲτοῦ τοῦτον ὑγιῆ ἐποίηϲεν. ἐξ ἐκείνου οὖν ἔμεινεν παρ’ αὐτῷ ἐξυπηρετούμενοϲ αὐτῷ ἅμα ἐμοί. τὰ δὲ κατὰ τὸν θεο- ϲεβῆ Βαρωχᾶν τοῦ λόγου προϊόντοϲ φράϲω. ὁδεύϲαντεϲ δὲ τῇ ἡμέρᾳ ἐκείνῃ. τῇ ἑξῆϲ ἤλθομεν εἰϲ Καιϲάρειαν. διεδόθη δὲ εἰϲ πᾶϲαν τὴν πόλιν ἡ παρουϲία [τῆϲ εἰϲόδου] ἡμῶν· ἦν γὰρ ὀνομαϲτὸϲ ὁ μακάριοϲ διὰ τὸ εἶναι αὐτὸν [*](15) φιλόπτωχον. ὡρμήϲαμεν δὲ εἰϲ τὸν ἐκεῖ ξενῶνα. ἀκοῦ- [*]( ἐξιλάϲομαι BV corr. Ha πολῶν B 2 ἀντιπεῖν BV corr. Ha 4 προϲκυνήϲαντεϲ legit etiam M ‘f. προϲκυνήϲαϲ’ Ha 5 δακ✶κρύϲαϲ B 6 χρυϲϲῶ B τὸν . . . ϲταυρὸν (f. spuria) om. B 11 λαβώντεϲ B ἐξήλθωμεν V 14 βαρωχὰϲ BV semper fere, βαροχὰϲ P, βαρουχᾶϲ M constanter 15 ἐριμμένον B ἐρριμένον V 17 Χριϲτοῦ: θεοῦ V 20 βαραχὰν BV corr. Ha) [*](22 [τῆϲ εἰ]ϲόδου c. ras. V 24 ὁρμήϲαμεν BV corr. v )
15
ϲαϲ δὲ ὁ μακάριοϲ Ἰωάννηϲ ὁ ἀρχιεπίϲκοποϲ δρομαῖοϲ παρεγένετο πρὸϲ ἡμᾶϲ, καὶ ἀϲπαϲάμενοι ἀλλήλουϲ καὶ εὐξάμενοι μικρὸν ἐκάθιϲαν. εἶπεν δὲ αὐτῷ ὁ ἀρχιεπί- ϲκοποϲ· Ἀνάϲτα, ἀδελφέ, διὰ τὸν κύριον καὶ γεῦϲαι μετ’ ἐμοῦ, ἵνα ταχέωϲ ἀναϲτῶμεν εἰϲ τὴν ἀγρυπνίαν τῆϲ ἁγίαϲ κυριακῆϲ. ὀψὲ γὰρ ϲαββάτῳ εἰϲήλθομεν. ὁ δὲ μακάριοϲ Πορφύριοϲ παρε|κάλει αὐτὸν ϲυγχωρῆϲαι αὐτῷ τὴν ἑϲπέ- ραν διὰ τὸν κόπον τῆϲ ὁδοῦ· ἔλεγεν δὲ μετὰ τὸν πρῶ- τον ὕπνον ἀνίϲταϲθαι εἰϲ τὴν ἀγρυπνίαν. ὡϲ δὲ οὐκ ἐπείϲθη ὁ ἀρχιεπίϲκοποϲ, ἀναϲτὰϲ ὁ μακάριοϲ ϲυνεπο- ρεύθη αὐτῷ λαβὼν κἀμέ (τὸν γὰρ ἀδελφὸν Βαρωχᾶν εἰάϲαμεν ἐν τῷ ξενῶνι ἐγγὺϲ τῶν ἱματίων), καὶ προ- τραπέντεϲ παρ’ αὐτοῦ ἐδειπνήϲαμεν. πολλὰ δὲ ὁμιλή- ϲαντεϲ πνευματικὰ καὶ μικρὸν ὑπνώϲαντεϲ ἀνέϲτημεν εἰϲ τὴν ἀγρυπνίαν. τῇ δὲ νυκτὶ ἐκείνῃ μεταπέμπεται ὁ μα- κάριοϲ Ἰωάννηϲ τοὺϲ Γαζαίουϲ καὶ λέγει αὐτοῖϲ· Ἕτοιμοι ἔϲεϲθε ἐπὶ τὴν ἔξοδον· ϲήμερον γὰρ τὸν ἱερέα ὑμῶν λαμβάνετε, ἄνδρα ὃν ἀπέδειξεν ὁ κύριοϲ, ἄμεμπτον, θεο- φιλῆ, ζέοντα τῇ πίϲτει. πρωίαϲ δὲ γενομένηϲ ἁρπά- ϲαντεϲ τὸν μακάριον ἐχειροτόνηϲαν ἐπίϲκοπον Γάζηϲ. πολλὰ δὲ ἐδάκρυϲεν καὶ οὐκ ἦν κόροϲ τῶν δακρύων αὐτοῦ· ἔλεγεν γὰρ ἑαυτὸν ἀνάξιον εἶναι τῆϲ τοιαύτηϲ ἱερωϲύνηϲ. μόλιϲ δὲ παρακληθεὶϲ παρά τε τῶν Γαζαίων καὶ τῶν ἐκεῖ εὑρεθέντων Χριϲτιανῶν ἡϲύχαϲεν. ποιή- [*](1 δρομέωϲ BV -μαι- v corr. Us cf. 79, 11 3 ἐκάθηϲαν BV corr. 6 εἰϲήλθωμεν BV corr. v 7 αὐτῷ: αὐτὸν BV corr. v) [*](10 ἐπίϲθη B 11 ἀδελφῶν B 12 ἰάϲαμεν B ἐάϲαμεν V corr. Ha ξενεῶνι B 14 ὑπνόϲαντεϲ B 17 ἔϲεϲθαι BV corr. Ha ‘f. ἐϲτὲ Us 18 λαμβάνεται B ἄμεμπτον . . . . πίϲτει om. V θεοφιλεῖ B 22 ἐαυτ✶ὸν V 23 γαζέων BV et sic saepius, ϲorr. Ha)
16
ϲαντεϲ δὲ τὴν ἁγίαν λειτουργίαν τῆϲ κυριακῆϲ πάλι προετράπημεν γεύϲαϲθαι μετὰ τοῦ ἀρχιεπιϲκόπου. ἐπέ- τρεψεν δὲ ἡμῖν τὴν ταχίϲτην ἐξελθεῖν, καὶ ποιήϲαντεϲ ἄλλην μίαν ἡμέραν ἐξήλθομεν. ἐκοιμήθημεν δὲ εἰϲ Διόϲ- πολιν κἀκεῖθεν νυκτερεύϲαντεϲ ὀψὲ βράδιον εἰϲήλθομεν εἰϲ Γάζαν πολλὰ κοπωθέντεϲ καὶ θλιβέντεϲ. ἡ δὲ αἰτία τῆϲ θλίψεωϲ αὕτη ἐτύγχανεν. πληϲίον Γάζηϲ κῶμαι τυγ- χάνουϲι παρὰ τὴν ὁδὸν αἵτινεϲ ὑπάρχουϲι τῆϲ εἰδωλο- μανίαϲ. ἐκ ϲυνθήματοϲ οὖν οἱ τούτων οἰκήτορεϲ κατ- ἐϲτρωϲαν πᾶϲαν τὴν ὁδὸν ἀκάνθων καὶ ϲκολόπων, ὥϲ τιναϲ μὴ δύναϲθαι παρελθεῖν, ἐξέχεαν δὲ βόρβορον καὶ. ἐκάπνιζον ἄλλα δυϲώδη, ὥϲτε ἡμᾶϲ ἐκ τῆϲ δυϲωδίαϲ πνί- γεϲθαι καὶ περὶ τὴν ὅραϲιν κινδυνεύειν. μόλιϲ οὖν δια- ϲωθέντεϲ περὶ τρίτην ὥραν νυκτερινὴν εἰϲήλθομεν εἰϲ τὴν πόλιν. τοῦτο δὲ τὸ δυϲχερὲϲ ἀπὸ προϲβολῆϲ δαι- μονικῆϲ ὑπήντηϲεν τῷ μακαρίῳ. ἀλλ’ οὐκ ἐδυϲχέρανεν ἐνόμιϲεν γὰρ τὴν ἐνέδραν τοῦ διαβόλου ὅτι ἠθέληϲεν ἐκ τῆϲ αὐτοῦ εἰϲόδου ἀποϲτρέψαι τὸν δίκαιον. ὡρμή- ϲαμεν δὲ εἰϲ τὸ ἐπιϲκοπεῖον, ὃ ἔκτιϲεν ὁ προονομαϲθεὶϲ ἐν ἁγίοιϲ Εἰρηνίων ὁ ἐπίϲκοποϲ μετὰ καὶ τῆϲ ἁγίαϲ ἐκ- κληϲίαϲ τῆϲ καλουμένηϲ Εἰρήνηϲ. τὸ δὲ ὄνομα λέγουϲιν αὐτὴν ἔχειν κατὰ δύο τρόπουϲ. φαϲὶν γὰρ οἱ ἀπὸ Γάζηϲ ὅτε παρελήφθη ἡ πόλιϲ ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνοϲ κατά τινα ϲύμβολον ἐκεῖ καταπαῦϲαι τὸν πόλεμον, καὶ. ἐξ ἐκείνου καλεῖϲθαι τὸν τόπον Εἰρήνην. τοῦτον τὸν τόπον εὑρὼν ὁ μακάριοϲ Εἰρηνίων τιμώμενον ὑπὸ τῶν [*](7 αὔτη B 2 κατέϲτροϲαν B 11 f. τινα cl. 41, 7) [*](17 εἰθέληϲεν V corr. v 18 ὁρμήϲαμεν BV corr. v 19 ἐπι- ϲκοπίον B V corr. v δϲ ἔκτηϲεν B προο[ν]ομαϲθεῖϲ c. ras. V) [*](22 φαϲὶ V 23 κατελήφθη Eb 24 καταπαύϲαϲθαι Eb -παῦϲαι legit etiam M 26 εἰρηναίων V)
17
Γαζαίων ἐν αὐτῷ ἔκτιϲεν τὴν ἐκκληϲίαν. εἴτε οὖν διὰ τὰ προλελεγμένα εἴτε διὰ τὸ ὄνομα τοῦ κτίϲτου ἔμεινεν οὕτω καλουμένη ἕωϲ τοῦ νῦν. ἐκεῖ οὖν ὡρμήϲαμεν εἰϲ τὸ παῤ αὐτοῦ κτιϲθὲν μικρότατον ἐπιϲκοπεῖον.

τῷ δὲ ἐνιαυτῷ ἐκείνῳ ϲυμβαίνει ἀνομβρίαν γενέϲθαι καὶ ἐπέγραφον πάντεϲ οἱ ἀπὸ τῆϲ πόλεωϲ τὸ πρᾶγμα τῇ εἰϲόδῳ τοῦ μακαρίου, λέγοντεϲ ὅτι Ἐχρηματίϲθη ἡμῖν ὑπὸ τοῦ Μάρνα, ὅτι κακοπόδινόϲ ἐϲτιν ὁ Πορφύ- ριοϲ τῇ πόλει. ὡϲ δὲ ἐπέμενεν μὴ βρέχων ὁ θεὸϲ τὸν παῤ αὐτοῖϲ πρῶτον μῆνα καλούμενον Δῖον, ἔτι δὲ καὶ τὸν δεύτερον Ἀπελλαῖον, πάντεϲ ἐθλίβοντο. ϲυναχθέντεϲ δὲ οἱ τῆϲ εἰδωλομανίαϲ εἰϲ τὸ Μαρνεῖον, πολλὰϲ θυϲίαϲ καὶ εὐχὰϲ ἐποίουν τούτου ἕνεκεν· ἔλεγον γὰρ τὸν Μάρ- ναν κύριον εἶναι τῶν ὄμβρων, τὸν δὲ Μάρνᾶν λέγουϲιν εἶναι τὸν Δία. ὡϲ δὲ ἐπέμενον ἡμέραϲ ἑπτὰ λέγοντεϲ ὕμνουϲ καὶ ἐξερχόμενοι ἔξω τῆϲ πόλεωϲ εἰϲ τόπον κα- λούμενον προϲευχῆϲ, ὀλιγωρήϲαντεϲ ἀνεχώρηϲαν ἐπὶ τὰ ἴδια ἔργα μηδὲν ἀνύϲαντεϲ. τούτων οὕτωϲ γενομένων ϲυναχθέντεϲ οἱ Χριϲτιανοὶ μετὰ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων τὸν ἀριθμὸν διακόϲιοι ὀγδοήκοντα παρεκά- λουν τὸν ὅϲιον Πορφύριον ἅμα αὐτοῖϲ ἐξελθεῖν εἰϲ προϲ- ευχὴν καὶ λιτανεῦϲαι περὶ τοῦ καταπεμφθῆναι τοὺϲ ὄμ- βρουϲ· ἤδη γὰρ λιμὸϲ ἐγένετο, καὶ πολλῷ γε πλέον ὅτι ἐπέγραφον τῇ εἰϲόδῳ τοῦ μακαρίου τὴν ἀνομβρίαν πειϲθεὶϲ δὲ ὁ ὅϲιοϲ καὶ κηρύξαϲ νηϲτείαν ἐκέλευϲεν [*](3 ὁρμήϲαμεν BV corr. v 4 ἐπιϲκοπίον BV corr. v 6 ἔγραφον B ἔγγραφον V corr. Ha (τῆ τοῦ πορφυρίου εἰϲόδω τὴν αἰτίαν ἐπέγραφον M) 7 τῆϲ εἰϲόδου BV corr. Ha ἐχρι- ματίϲθη corr. v 8 κακοποδίνοϲ B V 11 ἐπιλλέον BV corr. Henschen ἐπὶ πλέον Ha 12 μαρνῖον B 17 ὀλιγορήϲαν- τεϲ V 18 ἀνοίϲαντεϲ BV corr. v 23 ἥδι B 25 πιϲθπῖϲ B)

18
πάνταϲ ἀφ’ ἑϲπέραϲ ϲυναχθῆναι εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν, ἵνα ἐκεῖ τὴν ἀγρυπνίαν ἐπιτελέϲωμεν. ἐποιήϲαμεν δὲ δι’ ὅληϲ τῆϲ νυκτὸϲ εὐχὰϲ τριάκοντα καὶ τοϲαύταϲ γονυ- κλιϲίαϲ ἐκτὸϲ χορῶν καὶ τῶν ἀναγνωϲμάτων. πρωίαϲ δὲ γενομένηϲ λαβόντεϲ τὸ ϲημεῖον τοῦ τιμίου ϲταυροῦ, προ- ηγουμένου ἡμῶν ἐξήλθομεν μετὰ ὕμνων ἐπὶ τὴν ἀρχαίαν ἐκκληϲίαν τὴν ἀπὸ δυϲμῶν τῆϲ πόλεωϲ, ἣν λέγουϲι κτί- ζειν τὸν ἁγιώτατον καὶ μακαριώτατον Ἀϲκληπᾶν τὸν ἐπίϲκοπον τὸν πολλούϲ διωγμοὺϲ ὑπομείναντα ὑπὲρ τῆϲ ὀρθοδόξου πίϲτεωϲ, οὗτινοϲ ὁ βίοϲ καὶ τὰ ἔργα ἀναγέ- γραπται ἐν τῷ παραδείϲῳ τῆϲ τρυφῆϲ. γενόμενοι οὖν ἐν τῇ εἰρημένῃ ἐκκληϲίᾳ κἀκεῖ εὐχὰϲ τοϲαύταϲ ἐποιή- ϲαμεν, κἀκεῖθεν ἐξελθόντεϲ ἐπορεύθημεν ἐπὶ τὸ ἅγιον μαρτύριον τοῦ ἐνδόξου μάρτυροϲ Τιμοθέου, ἐν ᾧ ἀπό- κεινται καὶ ἄλλα λείψανα Μαΐουροϲ μάρτυροϲ καὶ Θεῆϲ ὁμολογητρίαϲ, κἀκεῖ τοϲαύταϲ εὐχὰϲ καὶ γονυκλιϲίαϲ ποιή- ϲαντεϲ ὑπεϲτρέψαμεν εἰϲ τὴν πόλιν, ποιήϲαντεϲ ἐν τῇ ὁδῷ τρεῖϲ εὐχὰϲ καὶ τρεῖϲ γονυκλιϲίαϲ. γενόμενοι δὲ περὶ τὴν πόλιν εὕραμεν αὐτὴν κεκλειϲμένην (ἦν δὲ ὥρα ἐνάτη)· οἱ γὰρ τῆϲ εἰδωλομανίαϲ βουλόμενοι διαϲκεδάϲαι. τὸν λαὸν τοῦτο πεποιήκαϲιν, ἵνα μὴ πληρώϲωμεν τὴν λιτάνειον. ὡϲ δὲ ἐμείναμεν ὥραϲ δύο πρὸ τῆϲ πύληϲ καὶ οὐδεὶϲ ὁ ἀνοίγων, ὁρῶν ὁ θεὸϲ τὴν ὑπομονὴν | τοῦ λαοῦ καὶ τὰϲ οἰμωγὰϲ καὶ τὰ ἄφατα δάκρυα, μάλιϲτα τοῦ ὁϲίου ἀνδρόϲ, ϲπλαγχνιϲθεὶϲ ὡϲ ἐπὶ τοῦ μεγάλου [*](25 Reg. lll 18, 45) [*](3 γονυκληϲίαϲ B V constanter, corr. Ha 5 [τιμί]ου c. ras. V προηγουμένων Ha 6 ἐξήλθωμεν BV corr. v 7 κτίζειν: κτίϲαι Eb 8 ἀϲκλιπὰν V 15 Θεῆϲ: cf. Mart. Rom. 19 dec. ‘Gazae in Palaestina passio sanctarum Meuris et Theae’ θεᾶϲ Ha Θέκλαϲ Eb) [*](19 κεκλιϲμένην B 22 λιτάνιον BV λιτανείαν Ha 25 ϲπλαγ- χνηϲθῆϲ B)
19
Ἠγλίου τοῦ προφήτου κινεῖ ἄνεμον νότον, καὶ γίνεται ϲυννεφὴϲ ὁ οὐρανὸϲ καὶ ἄρχονται ἀϲτραπαὶ καὶ βρονταὶ γίνεϲθαι ἄμα τῷ δῦναι τὸν ἥλιον καὶ καταφέρεται πολὺϲ ὄμβροϲ, ὡϲ νομίζεϲθαι ϲταγόναϲ μὴ εἶναι, ἀλλὰ χάλαζαν ἀπ’ οὐρανοῦ καταφέρεϲθαι. ἡμεῖϲ δὲ ἀπὸ πολλῆϲ χαρᾶϲ ϲχεδὸν οὐκ ῇϲθόμεθα ἀλλήλουϲ γὰρ ἦμεν περιπτυξά- μενοι. τινὲϲ δὲ τῶν Ἑλλήνων θεαϲάμενοι ὅϲα ἐποίηϲεν ἡμῖν ὁ θεὸϲ θαύματα, πιϲτεύϲαντεϲ ἤνοιξαν τὴν πύλην καὶ ϲυνεμίγηϲαν ἡμῖν βοῶντεϲ· Ὁ Χριϲτὸϲ μόνοϲ θεόϲ, αὐτὸϲ μόνοϲ ἐνίκηϲεν. ϲυνῆλθον δὲ ἡμῖν εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν, κἀκεῖθεν ἀπέλυϲεν αὐτοὺϲ ὁ μακάριοϲ μετ’ εἰρήνηϲ ϲψραγίϲαϲ τῇ τοῦ Χριϲτοῦ ϲφραγῖδι. ἦϲαν δὲ τὸν ἀριθμὸν ρκζ, ἄνδρεϲ ὡϲ οη καὶ γυναῖκεϲ λε καὶ παιδία ιδ, ἐξ ὧν ἦϲαν κόραι ε. ἡμεῖϲ δὲ ποιήϲαντεϲ τὴν τελείαν εὐχαριϲτίαν ἀνεχωρήϲαμεν ἕκαϲτοϲ μετὰ χαρᾶϲ καὶ εἰρή- νηϲ εἰϲ τὰ ἴδια ἑαυτῶν. τοϲοῦτοϲ δὲ ὄμβροϲ κατηνέχθη τῇ νυκτὶ ἐκείνῃ καὶ ἐν τῇ ἄλλῃ ἡμέρᾳ, ὥϲτε πάνταϲ φο- βηθῆναι ἵνα μὴ ϲυμπτώματα οἴκων γένηται· τὰ 〈γὰρ〉 πλεῖϲτα ἐτύγχανεν ἀπὸ ὠμοπλίνθου. ἐποίηϲεν δὲ βρέ- χων ὁ κύριοϲ ἡμῶν Ἰηϲοῦϲ Χριϲτὸϲ ἀπαύϲτωϲ ἀπὸ τῆϲ ὀγδόηϲ Αὐδυναίου μέχρι τῆϲ δεκάτηϲ. ἔϲτιν δὲ 〈ὁ〉 παρ’ αὐτοῖϲ Αὐδυναῖοϲ Ἰανουάριοϲ μὴν κατὰ Ῥωμαίουϲ, πέντε δὲ ἡμέραϲ προάγουϲιν οἱ κατ’ αὐτοὺϲ μῆνεϲ τοὺϲ Ῥω- μαϊκούϲ. τῇ δὲ ἑνδεκάτῃ ἐπετελέϲαμεν τὴν ἡμέραν τῶν Θεοφανίων τοῦ δεϲπότου Ἰηϲοῦ Χριϲτοῦ μετὰ χαρᾶϲ [*](1 ἡλιοῦ BV corr. Ha κεινεῖ B 3 πολλὺϲ B 4 ϲτα- γῶναϲ BV corr. Ha 2 ϲυνεμήτηϲαν B 12 ϲφραγίδη B 18 ρκζ: κζ V καὶ παιδία ιδ in ras. γυναῖκεϲ λε in marg. B) [*](14 ἦϲαν: ἦν BV corr. Ha ε: ιε B 18 γὰρ add. Ha 19 πλῆϲτα B ὁμοπλήνθου BV corr. v 21 λυδυναίου) [*](BV corr. Ha 22 λυδυναῖοϲ BV corr. Ha)
20
ὑμνοῦντεϲ καὶ εὐχαριϲτοῦντεϲ ἐπὶ πᾶϲιν οἷϲ ἐποίηϲεν ἡμῖν ἡ αὐτοῦ φιλανθρωπία. προϲετέθηϲαν δὲ τῇ τοῦ Χριϲτοῦ ποίμνῃ ἐν αὐτῷ τῷ ἐνιαυτῷ πρὸϲ τοῖϲ ρκζ καὶ. ἄλλοι ρε.

οἱ δὲ τῆϲ εἰδωλομανίαϲ οὐκ ἐπαύοντο ἐνεδρεύοντεϲ τῷ τε μακαρίῳ καὶ τοῖϲ λοιποῖϲ Χριϲτιανοῖϲ. ὅτε γὰρ ἐδράϲϲοντο ἄρχοντοϲ Ἕλληνοϲ, ὑπειϲήρχοντο αὐτῷ, εἴτε διὰ χρημάτων εἴτε διὰ τῆϲ ἀθέου αὐτῶν θρηϲκείαϲ, κα- κῶϲαι τοὺϲ Χριϲτιανούϲ, καὶ ἐκ τούτου οὐχ ἡ τυχοῦϲα θλίψιϲ ϲυνέβαινεν τῷ μακαριωτάτῳ. ϲυνεχῶϲ οὖν νύ- κτωρ τε καὶ μεθ’ ἡμέραν ἐδέετο τοῦ φιλανθρώπου θεοῦ, ἵνα αὐτοὺϲ ἐπιϲτρέψῃ ἐκ τῆϲ πλάνηϲ εἰϲ τὴν αὐτοῦ ἀλήθειαν. ἐπειδὴ δὲ ἀνωτέρω ἐμνήϲθην τοῦ μακαρίου Βαρωχᾶ, τὰ λοιπὰ περὶ αὐτοῦ διηγήϲομαι. οὗτοϲ ἔϲχεν ζῆλον θεϊκὸν ὡϲ εἰ καί τιϲ ἄλλοϲ· πολλὰ γὰρ ὑπέμεινεν χαλεπὰ παρὰ τῶν εἰδωλολατρῶν. ποτὲ γὰρ ἀπελθόντοϲ αὐτοῦ ἕνεκα ἐκκληϲιαϲτικοῦ κανόνοϲ εἰϲ κώμην οὐκ ἄπωθεν τῆϲ πόλεωϲ, ἦν δὲ ὁ τὸν κανόνα χρεωϲτῶν εἰδωλολά|τρηϲ, ἀπαιτούμενοϲ δὲ καὶ βουλόμενοϲ διαϲῦραι εἰϲ ὑπέρθεϲιν, τοῦ θεοϲεβοῦϲ Βαρωχᾶ μὴ ἀναϲχομένου, ἐκ τούτου ἐρεϲχελίαϲ γενομένηϲ μεταξὺ αὐτῶν προϲ- καλεῖται ὁ ἀνόϲιοϲ γεωργόϲ τιναϲ ὁμοίουϲ αὐτοῦ ϲυγκω- μήταϲ, καὶ ἄρχονται τύπτειν ῥοπάλοιϲ τὸν μακάριον Βαρωχᾶν καὶ βαϲτάϲαντεϲ αὐτὸν ἡμιθανῆ ἔρριψαν ἔξω [*](4 ἄλλοιϲ ρε B rad. corr. V (τριάκοντα καὶ πέντε M) 5 εἰ- δωλωμανίαϲ B ἀνεδρεύοντεϲ BV corr. Ha 6 λυποῖϲ B 8 ante διὰ χρημάτων ras. quinque fere litt. capiens B θρη- ϲκίαϲ V 11 ἐδέετω B 12 ἐπιϲτρέψει B 16 χαλαιπὰ B 17 κανώνοϲ B 18 κανώνα B 19 εἰδωλωλάτρειϲ B ἀπετού- μενοϲ BV corr. v διαϲύρε B V corr. v 21 γενομένηϲ V corr. v) [*](22 γεοργόϲ B 23 ῥωπάλοιϲ B V corr. Ha 24 βαρο- χὰν V εἰμιθανῆ B)

21
τῆϲ κώμηϲ εἰϲ τόπον ἔρημον· ἔκειτο δὲ ἐκεῖ ἄφωνοϲ καὶ ἀναίϲθητοϲ. τῇ δὲ ἄλλῃ ἡμέρᾳ κατὰ θεοῦ φιλαν- Θρωπίαν παρέρχεται διὰ τοῦ τόπου ἐκείνου Κορνήλιοϲ ὁ διάκονοϲ μετὰ ἄλλων δύο Χριϲτιανῶν, καὶ εὑρόντεϲ τὸν θεοφιλῆ Βαρωχᾶν καὶ ἐπιγνόντεϲ αὐτόν, βαϲτάϲαν- τεϲ εἰϲήγαγον εἰϲ τὴν πόλιν. ὡϲ δὲ ἐθεάϲαντο αὐτὸν οἱ τῆϲ εἰδωλομανίαϲ βαϲταζόμενον, νομίϲαντεϲ εἶναι νεκρόν, ἐτράπηϲαν εἰϲ μανίαν διὰ τὸ νομίζειν μύϲοϲ εἶναι νεκρὸν εἰϲφέρειν εἰϲ τὴν πόλιν, καὶ ἀπορρή- ξαντεϲ αὐτὸν ἐκ τῶν ὤμων τῶν βαϲταζόντων αὐτὸν ἄρχονται τύπτειν τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον καὶ τοὺϲ δύο Χριϲτιανούϲ, καὶ δήϲαντεϲ ϲχοινίῳ τὸν πόδα τοῦ μακαρίου Βαρωχᾶ εἷλκον αὐτόν. ἐν τοϲούτῳ δὲ ἀπαγγέλλουϲίν τινεϲ τῶν ἀδελφῶν τῷ μακαρίῳ ἐπι- ϲκόπῳ, καὶ θορυβηθεὶϲ προϲκαλεῖταί με καὶ ἄλλουϲ τρεῖϲ ἀδελφοὺϲ παρ’ αὐτῷ εὑρεθένταϲ καὶ λέγει ἡμῖν· Θαρ- ροῦντεϲ, ἀδελφοὶ, δράμετε· καιρὸϲ γάρ ἐϲτιν μαρτυ- ρίαϲ. ὡϲ δὲ ἐφθάϲαμεν τὸν τόπον ὅπου ἔδηϲαν τὸν μακάριον, ϲυνέδραμον οἱ ἀπὸ τοῦ πλήθουϲ, καὶ οἳ μὲν ὕβριζον τὸν ἁγιώτατον ἐπίϲκοπον, ἄλλοι δὲ ὁρῶντεϲ τὴν ὑπομονὴν αὐτοῦ, πῶϲ ὑβριζόμενοϲ οὐκ ὠργίζετο, ἀλλὰ τοὐναντίον παρεκάλει ἕκαϲτον λέγων μὴ οὕτωϲ μιᾶναι καὶ ἐνυβρίϲαι ϲῶμα ὁμοιοπαθέϲ, γίνονται τῆϲ ἡμῶν μερίδοϲ καὶ τρέπονται κατ’ ἀλλήλων ἕωϲ πληγῶν. [*](3 κορνίλιοϲ BV corr. v 4 εὑρ[ό]ντεϲ c. ras. V 5 θεο- φιλε B ἐπιγνῶντεϲ BV corr. Ha 7 εἰδωλωμανίαϲ B νομή- ϲαντεϲ B 9 ἀπορρίξαντεϲ BV corr. Ha 10 βαϲτα✶✶ζόντων B) [*]( θεοφιλεῖ B κορνίλιον BV V corr. Ha 12 ϲχυνίω B om. V 15 θορυβιθεὶϲ B θορυβ[η]θεὶϲ c. ras. V 17 δρά- μεται B 20 ὁρόντεϲ B 21 ὀργίζετο BV corr. v 23 μιᾶ- ναι: μὴ ἄναι B γίνωνται V corr. v)
22
ἡμεῖϲ δὲ θεαϲάμενοι τὴν πολλὴν ϲύγχυϲιν βαϲτάϲαντεϲ τὸν θεοφιλῆ Βαρωχᾶν ἀνεχωρήϲαμεν εἰϲ τὴν ἁγίαν ἐκ- κληϲίαν. ὡϲ δὲ ἐθεαϲάμεθα αὐτὸν ἔτι ἐμπνέοντα, ἐποι- ήϲαμεν αὐτῷ θεραπείαϲ. ἦν δὲ ὑπὲρ αὐτοῦ διὰ τῆϲ ἑϲπέραϲ καὶ τῆϲ νυκτὸϲ εὐχὴ ἐκτενήϲ· ϲυνήχθηϲαν γὰρ πάντεϲ οἱ ἀδελφοί. ὁ δὲ ὅϲιοϲ ἐπίϲκοποϲ οὐκ ἐπαύ- ϲατο δακρύων καὶ δεόμενοϲ τοῦ θεοῦ περὶ αὐτοῦ· ἠπί- ϲτατο γὰρ ὁποῖον εἶχεν ζῆλον θεϊκόν. ὡϲ δὲ εἶδεν ὁ θεὸϲ τὰ δάκρυα τοῦ ὁϲίου ἱερέωϲ καὶ τὰϲ δεήϲειϲ τοῦ λαοῦ (δεύτερον γὰρ Φινεὲϲ εἶχον αὐτὸν κατὰ τῶν εἰδωλολατρῶν), ἐτάχυνεν αὐτῷ τὸ ἔλεοϲ αὐτοῦ, καὶ τῇ νυκτὶ ἐκείνῃ ἀνοίγει τούϲ ὀφθαλμοὺϲ αὐτοῦ, καὶ. ἄρχεται λαλεῖν καὶ αἰτεῖν ποτὸν δοθῆναι αὐτῷ. ἐγὼ δὲ παρακαθήμενοϲ αὐτῷ εὐθέωϲ ἔδραμον ἀπαγγεῖλαι τῷ μακαρίῳ ἐπιϲκόπῳ· ἐκ τῆϲ πολλῆϲ γὰρ χαρᾶϲ ἐληϲμό- νηϲα δοῦναι αὐτῷ ποτόν, παθὼν κἀγὼ τὸ τῆϲ παιδίϲκηϲ τῆϲ ἐπὶ τοῦ μακαρίου | Πέτρου τοῦ ἀποϲτόλου, ὅτε ἀκού- ϲαϲα τῆϲ φωνῆϲ τοῦ ἁγίου Πέτρου ἐκ τῆϲ χαρᾶϲ οὐκ ἤνοιξεν τὴν θύραν, ἀλλὰ ἐάϲαϲα αὐτὸν πρῶτον ἀνήγγειλεν τοῖϲ ἐν τῷ οἴκῳ. τοιοῦτόν τι κἀγὼ ὑπέϲτην. ἀκούϲαϲ δὲ ὁ μακάριοϲ ἐπίϲκοποϲ οὐκ ἐκινήθη ὑπὸ τοῦ πάθουϲ, ἀλλ’ ἔμεινεν ἀντεχόμενοϲ τῶν προϲευχῶν, ἡμεῖϲ δὲ νοήϲαντεϲ τὸ ϲτερρὸν καὶ ἀκλινὲϲ αὐτοῦ ἐάϲαντεϲ αὐτὸν ἀπήλθο- μεν, ἐγώ τε καὶ ὁ θεοφιλὴϲ Κορνήλιοϲ ὁ διάκονοϲ· ϲὺν [*]( cf. Num. 25, 11 17 Act. 12, 14) [*](2 θεοφιλεῖ B 8 ἴδεν B 11 εἰδωλωλατρῶν B 14 ἔδρα- μων B ἀπα[γγ]εῖλαι c. ras. V 15 ἐλιϲμόνηϲα BV corr. v 16 ποτωνὸ 8 17 ἀκούϲαϲ[α τ]ῆϲ c. ras. V 19 ηνυξεν B ἀλλ᾿ V 20 ὑπέϲτιν B 21 ἐνικήθη BV cf. 7, 11 23 τὸ ϲτερὸν . . . ἐάϲαντεϲ bis B ἀπήλθωμεν BV corr. v 24 θεο- φιλεῖϲ B κορνίλιοϲ V corr. v)
23
ἐμοὶ γὰρ παρεκάθητο τῷ μακαρίῳ Βαρωχᾷ. ὡϲ δὲ ἐπλή- ρωϲεν τὰϲ εὐχὰϲ καὶ πᾶϲαν τὴν ἀκολουθίαν ὁ ὁϲιώτατοϲ ἐπίϲκοποϲ, καὶ αὐτὸϲ ἅμα ἡμῖν καθίϲαϲ ἐπηρώτα τὸν θεοϲεβῆ Βαρωχᾶν πῶϲ ἐξ ἀρχῆϲ ἔπαθεν, αὐτὸϲ δὲ πάντα ἡμῖν διηγήϲατο. ἐν δὲ τῷ ἡμᾶϲ βουλεύεϲθαι τί χρὴ ποιεῖν γίνεται ὄρθροϲ καὶ ἰδοὺ ὁ δημεκδικῶν μετὰ τῶν εἰρηναρχῶν καὶ τῶν δύο πρωτευόντων Τιμοθέου καὶ Ἐπιφανίου καὶ ἄλλων πολλῶν ἐλθόντεϲ ἄρχονται κατα- βοᾶν καὶ θορυβεῖν λέγοντεϲ· Διὰ τί εἰϲηγάγετε νεκρὸν ἐν τῇ πόλει τῶν νόμων τῶν πατρίων τοῦτο ἀπαγορευόν- των; ἐν ταὐτῷ δὲ καὶ ὕβριζον τὸν μακάριον ἐπίϲκοπον. ἡμεῖϲ δὲ ἀκούϲαντεϲ τοῦ θορύβου ἐξήλθομεν, καὶ ὡϲ ἐθεάϲαντο ἡμᾶϲ ἄρχονται τύπτειν ἐμὲ καὶ τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον. ὡϲ δὲ διεμαρτυράμεθα τούϲ δημοϲιεύονταϲ, ὁ ὁϲιώτατοϲ ἐπίϲκοποϲ ἐπεϲτόμιζεν ἡμᾶϲ, παρακαλῶν ἕκαϲτον καὶ νουθετῶν μὴ οὕτωϲ ἀλογίϲτωϲ ὀργίζεϲθαι. οἱ δὲ ἄθεοι ὅϲον παρεκαλοῦντο τοϲοῦτον ἐμαίνοντο καὶ ὕβριζον τὸν ὅϲιον ἄνδρα. τοῦ γοῦν θο- ρύβου ἐπιμένοντοϲ ἐνδυναμοῦται ὁ θεοφιλὴϲ Βαρωχᾶϲ καὶ ἐμπιπλᾶται θεϊκοῦ ζήλου καὶ ἀνίϲταται καὶ ἁρπάζει ξύλον καὶ ἄρχεται τύπτειν τοὺϲ παρατυγχάνονταϲ, καὶ. ἐπιπίπτει πᾶϲιν φόβοϲ καὶ ἄρχονται πίπτειν κατ’ ἀλλή- λων φεύγοντεϲ, καὶ ἐπέμενεν καταδιώκων αὐτοὺϲ ἕωϲ τοῦ [*](2 ἀκολουθεῖαν B ὁϲιότατοϲ V corr. v 3 ἐπιρῶτα BV corr. v 5 τὸ BV corr. v βουλεύεϲθε V corr. v 6 ‘ὁ δημεκδικῶν: ὁ ἔκδικοϲ τῆϲ πόλεωϲ, defensor civitatis. v. Phi- lippium in mus. rhen. VIII 508 Ha 7 προτευόντων BV corr. v 2 εἰϲηγάγεται BV corr. v 10 τοῦτο: τὸ B V corr. v) [*](12 ἐξήλθωμεν BV corr. v 13 τ[ύ]πτειν c. ras. V θεο- φιλεῖ B 14 κορνίλιον V corr. v 15 ἐπιϲτόμιζεν V corr. v 17 ὁργίζεϲθε V παρακαλοῦντο B 19 θεοφιλεῖϲ B 20 ζὴ- λο✶υ V 22 πᾶϲι V)
24
τότε Μαρνείου καὶ ἐπαναλύει μετὰ νίκηϲ μεγάληϲ ὁ νέοϲ ἡμῶν Ϲαμψών, καταϲτρώϲαϲ καὶ αὐτὸϲ χιλίουϲ ἀλλο- φύλουϲ. ἐξ ἐκείνου οὖν οἱ τῆϲ εἰδωλομανίαϲ ἐφοβοῦντο αὐτόν, μὴ δυνάμενοι τοῦ ὀνόματοϲ αὐτοῦ ἀκοῦϲαι.

μετὰ δὲ χρόνον ὀλίγον ἠξιώθημεν τῆϲ χειροτονίαϲ τῶν διακόνων ἐγώ τε καὶ ὁ θεοφιλὴϲ Βαρωχᾶϲ, ἐγὼ μὲν πολὺ ἀνάξιοϲ τυγχάνων, ἐκεῖνοϲ δὲ ἀξίωϲ καὶ δικαίωϲ τοῦτο τὸ δῶρον λαβών. ὁρῶν δὲ ὁ ἐν ἁγίοιϲ [πατὴρ ἡμῶν] Πορφύριοϲ τὰ ἀθέμιτα καθ’ ἑκάϲτην γινόμενα ὑπὸ τῶν εἰδωλολατρῶν βουλεύεται ἀποϲτεῖλαί με εἰϲ τὸ Βυ- ζάντιον αἰτῆϲαι τοὺϲ βαϲιλεῖϲ περιαιρεθῆναι τοὺϲ ναούϲ τῶν εἰδώλων· ἔτι γὰρ ἐχρη|μάτιζον ἐν Γάζῃ, μάλιϲτα τὸ καλούμενον Μαρνεῖον. καὶ ποιήϲαϲ γράμματα πρὸϲ τὸν ἁγιώτατον καὶ ὁϲιώτατον [ἐπίϲκοπον] Ἰωάννην τὸ τηνικαῦτα ἐπίϲκοπον Κωνϲταντινουπόλεωϲ, οὗ κλέοϲ καὶ ἔπαινοϲ παρὰ πάντων μνημονεύεται, ἐπλόιϲέν με καὶ δι’ ἡμερῶν κ ἐφθάϲαμεν, καὶ ἀποδοὺϲ τὰϲ ἐπιϲτολὰϲ τῷ μακαρίῳ Ἰωάννῃ ἐδίδαξα αὐτὸν ἐκ ϲτόματοϲ πάντα- εὐθέωϲ δὲ ἀκούϲαϲ ἐμήνυϲεν πρὸϲ Εὐτρόπιον τὸν κου- βικουλάριον τὰ μεγάλα τότε ἰϲχύοντα παρὰ τῷ βαϲιλεῖ Ἀρκαδίῳ, καὶ ἐπαναγνοὺϲ αὐτῷ τὰϲ ἐπιϲτολὰϲ τοῦ μα- καρίου ἐπιϲκόπου καὶ αἰτήϲαϲ αὐτῷ ϲυνδραμεῖν τῷ γράμ- ματι λαβὼν ϲυνταγὰϲ παρ’ αὐτοῦ ἐξῆλθεν καὶ λέγει μοι· Ϲχόλαϲόν μοι, τέκνον· ἐλπίζω γὰρ εἰϲ τὸν δεϲπό- [*]( cf. lud. 15, 14 s.) [*](2 ϲαμψῶ B ἀλοφύλουϲ B 3 εἰδωλωμανίαϲ B 6 θεο- φιλεῖϲ B 7 πολλοὶ B ἀξίοϲ B 8 τὸ om. B πατὴρ ἡμῶν om. B 9 ἀθέμητα B 10 εἰδωλωλατρῶν B μοι B) [*](14 Ἰωάννην . . . ἐπίϲκοπον om, V 15 τιικαῦτα B ἐπι- ϲκοπῶν B 15 ἐπλόηϲεν BV corr. v 19 δὲ om. B 20 ἰχνεύ- οντα BV corr Ha 22 αἰτεῖϲαϲ B τὸ B)

25
την Χριϲτόν, ὅτι ϲυνήθωϲ ἔχει τὸ ἔλεοϲ αὐτοῦ ποιῆ- ϲαι. ἐγὼ δὲ οὐκ ἐπαυόμην καθ᾿ ἑκάϲτην αὐτὸν ὑπο- μιμνῄϲκων, κἀκεῖνοϲ ἔπεμπεν καὶ ἠνώχλει Εὐτροπίῳ. μετὸ δὲ ἡμέραϲ ἑπτὰ ἐκφωνεῖται θεῖον γράμμα ὥϲτε κλειϲθῆναι τὰ εἰδωλεῖα τῆϲ Γαζαίων πόλεωϲ καὶ μηκέτι χρηματίζειν, καὶ ἐγχειρίζεται ταύτην τὴν πρόϲταξιν Ἱλά- ριόϲ τιϲ ϲουβαδιουβᾶ τοῦ μαγίϲτρου ἄνθρωποϲ. ἐγὼ δὲ μεθ᾿ ἡμέραϲ τρεῖϲ ἐξεπόριϲα ἐκ τοῦ Βυζαντίου καὶ φθάνω δι᾿ ἡμερῶν δέκα τὴν Γαζαίων πόλιν, προλαβὼν τὸν Ἱλά- ριον ἡμέραϲ ἑπτά. εὗρον δὲ τὸν ὁϲιώτατον Πορφύριον ἀρρωϲτοῦντα. ὡϲ δὲ ἐπέδωκα αὐτῷ τὰ ἀντίγραφα τοῦ μακαριωτάτου Ἰωάννου τοῦ ἐπιϲκόπου Κωνϲταντινου- πόλεωϲ καὶ ἀνέγνω αὐτά, περιχαρὴϲ γενόμενοϲ ἐρρώϲθη ἀφεθεὶϲ τοῦ πυρετοῦ· ἔλεγεν δὲ ἐκ τῆϲ πολλῆϲ θλίψεωϲ τῶν εἰδωλολατρῶν αὑτὸν ἐϲχηκέναι τὴν ἀρρωϲτίαν. μετὰ δὲ ἑπτὰ ἡμέραϲ καταλαμβάνει ὁ εἰρημένοϲ Ἱλάριοϲ, ἔχων δύο κομενταρηϲίουϲ τῆϲ ὑπατικῆϲ καὶ βοηθοὺϲ πολλοὺϲ ἔκ τε Ἀζώτου καὶ Ἀϲκάλωνοϲ καὶ πᾶϲαν δημοϲίαν ὄψιν. εὐθέωϲ δὲ ϲυνέϲχεν τοὺϲ τρεῖϲ πρωτεύονταϲ καὶ λαβὼν παῤ αὐτῶν ἱκανοδοϲίαϲ ἐνεφάνιϲεν αὐτοῖϲ τὸ θεῖον γράμμα τὸ παρακελευόμενον κλειϲθῆναι τὰ εἰδωλεῖα Γάζηϲ τῆϲ πόλεωϲ κινδύνῳ τῆϲ κεφαλῆϲ τῶν πρώτων τῆϲ αὐτῆϲ πόλεωϲ, καὶ καταϲτρέψαϲ πάντα τὰ ἐν αὐτοῖϲ εἴδωλα ἔκλειϲεν αὐτά· τὸ δὲ ἱερὸν τοῦ Μάρνα εἴαϲεν [*](2 αὐτοῦ BV 3 ἠνόχλει BV corr. v 5 εἴδωλα BV corr. Ha. 7 ϲουβαδιουβᾶ BVM ϲουβαδίουβα Ha τοῦ μαγιϲτριανοῦ (del. ἄνθρωποϲ) Ha cl. Gothofr. in Theod. cod. VI 27, 3. f. post ἄνθρωποϲ excidit attributum, cf. 12, 14 32, 16. 44, 18 μαγίϲτρου legit etiam M 13 γενάμενοϲ V corr. v 15 εἰδωλωλατρῶν B 19 προτεύονταϲ V corr. v 20 ἐνεφάνηϲεν B 21 εἰδω- λία BV corr. Ha)
26
λεληθότωϲ χρηματίζειν, λαβὼν ὑπὲρ τούτου πάμπολλα χρήματα. πάλιν δὲ ἐποίουν οἱ τῆϲ εἰδωλομανίαϲ τὰ ἀθέμιτα ὑπὸ τῆϲ ϲυνηθείαϲ.

ϲυμβαίνει δὲ ἄλλο θαυμαϲτὸν γενέϲθαι προϲκαλού- μενον πολλοὺϲ εἰϲ ἐπίγνωϲιν ἀληθείαϲ ἐλθεῖν· ὁ θεὸϲ γὰρ ὡϲ εὔϲπλαγχνοϲ οἶδεν διὰ προφάϲεων ἐπιϲτρέφειν τὸ γένοϲ τῶν ἀνθρώπων εἰϲ τὸ νοητὸν αὐτοῦ φῶϲ. τὸ δὲ ϲυμβὰν πρᾶγμα ἐν τούτοιϲ ἦν. γυνή τιϲ τῶν ἐμφανῶν τῆϲ | πόλεωϲ ὀνόματι Αἰλίαϲ μέλλουϲα τίκτειν κινδύνῳ μεγάλῳ περιέπεϲεν, ἡ δὲ αἰτία τοῦ κινδύνου αὕτη ὑπῆρχεν. τὸ βρέφοϲ αὐτῆϲ οὐκέτι κατὰ φύϲιν ἐξῄει, ἀλλ’ ἐξετράπη εἰϲ τὸ παρὰ φύϲιν, καὶ χαλάϲαν τὴν μίαν χεῖρα οὐκ ἠδύνατο τὸ ὑπόλοιπον ϲῶμα κατ- ενεχθῆναι· ἦν γὰρ πλάγιον ἐν τῇ γαϲτρὶ καὶ οὐκ ἴϲχυον αἱ μαῖαι εἰϲ τὸ κατὰ φύϲιν αὐτὸ μεταγαγεῖν. ἦν δὲ ἡ ὀδύνη ἄφατοϲ προϲγινομένη τῇ γυναικί, τῶν κατὰ ὥραν ὠδίνων τὸ βρέφοϲ ὠθουϲῶν, πλείων δὲ ἡ ἐπίδοϲιϲ τῶν πόνων ἐγίνετο τῆϲ δευτέραϲ ἡμέραϲ διαδεξαμένηϲ τὴν πρώτην, ὁμοίωϲ καὶ τῆϲ τρίτηϲ ὀδυνηροτέραϲ οὔϲηϲ τῆϲ δευτέραϲ· ἐπετάθηϲαν δὲ οἱ πόνοι ἕωϲ ἡμερῶν ἑπτά, τοῦ κακοῦ προϲθήκην ἀεὶ λαμβάνοντοϲ. ἀλλὰ καὶ οἱ ἰατροὶ ἠβουλήθηϲαν αὐτὴν ἐμβρυοτομῆϲαι, καὶ θεαϲά- μενοι τὰϲ δυνάμειϲ αὐτῆϲ διαπεϲούϲαϲ ἀπηγόρευϲαν αὐτῆϲ. οἱ ταύτηϲ οὖν γονεῖϲ καὶ ὁ ἀνὴρ Ἥρωϲ ὄντεϲ [*](1 λεληθότοϲ B 2 εἰδωλωμανίαϲ B 3 ἀθέμητα BV corr. Ha 4 ἄλλον rad. corr. V 9 αἰλιὰϲ M, an Αἰλία 12 ἐξίει BV corr. v ἐξετράπει B 13 τὸ ὑπόλοιπον in marg. add. V ὑπόλυπον B 15 μέαι B 16 προϲγινομένη ex -γιγν. V 17 ὀδυνῶν BV ὀθουϲῶν BV corr. v πλέον BV corr. Ha 19 f. ὁμοίωϲ 〈δὲ〉 καὶ τῆϲ: τῆϲ sscr. V ὁδυνο- τέραϲ V 23 αὐτ[ῆ]ϲ c. ras. V)

27
δειϲιδαίμονεϲ ἐποίουν καθ’ ἑκάϲτην θυϲίαν ὑπὲρ αὐτῆϲ, ἔφερον δὲ καὶ ἐπαοιδούϲ καὶ μάντειϲ, νομίζοντεϲ ἐκ τούτων αὐτὴν ὠφελῆϲαι, καὶ οὐδὲν ἤνυον. ὑπῆρχεν δὲ αὐτῇ τροφὸϲ πιϲτή, ἥτιϲ ὑπεραλγοῦϲα δεήϲειϲ ἐποιεῖτο ἐν τοῖϲ εὐκτηρίοιϲ οἴκοιϲ ὑπὲρ αὐτῆϲ. ἐν μιᾷ οὖν ἡμέρᾳ αὐτῆϲ εὐχομένηϲ ἐν τῇ ἐκκληϲίᾳ μετὰ δακρύων, εἰϲῆλθεν ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ περὶ τὴν ἐνάτην ὥραν, κἀγὼ δὲ ἅμα αὐτῷ, καὶ ὁρῇ τὴν γραῦν κατώδυνον δεομένην τοῦ θεοῦ μετὰ δακρύων, καὶ ϲτὰϲ ἐπηρώτα αὐτὴν τὴν αἰτίαν. ἣ δὲ θεαϲαμένη αὐτὸν προϲέπεϲεν τοῖϲ ποϲὶν αὐτοῦ παρακαλοῦϲα αὐτὸν δεηθῆναι τῷ Χριϲτῷ ὑπὲρ αὐτῆϲ. ὡϲ δὲ ἔγνω ὁ ἅγιοϲ τῆϲ γυναικὸϲ τὴν αἰτίαν, καὶ αὐτὸϲ ἐδάκρυϲεν· ἦν γὰρ καθ’ ὑπερβολὴν εὔϲπλαγχνοϲ. λέγει δὲ τῇ τροφῷ· Ἀκούω περὶ τοῦ οἴκου ἐκείνου ὅτι κατ- είδωλοϲ τυγχάνει καὶ δυϲχερῶϲ δύναται ϲωθῆναι· ἀλλ’ ὅμωϲ τῷ θεῷ πάντα δυνατά, καὶ γὰρ διὰ προφάϲεωϲ ϲῴζει τοὺϲ μέλλονταϲ ἀπόλλυϲθαι. ἄπελθε οὖν καὶ ϲυν- άγαγε πάνταϲ τοὺϲ ϲυγγενεῖϲ καὶ γονεῖϲ καὶ τὸν ἄνδρα καὶ εἰπὲ αὐτοῖϲ· Ἐπειδὴ ἔϲτιν ἐνταῦθα ἰατρὸϲ ἄριϲτοϲ δυ- νάμενοϲ αὐτὴν θεραπεῦϲαι, ἐὰν ποιήϲῃ αὐτὴν διαφυγεῖν τὸν τοιοῦτον κίνδυνον, τί χαρίζεϲθε αὐτῷ; πάντωϲ δὲ ἔχουϲι πολλά ϲοι ϲυντάξαϲθαι. εἰπὲ δὲ αὐτοῖϲ καὶ τοῦτο Ἐὰν αὐτὴν θεραπεύϲῃ, δότε μοι λόγον πρὸϲ τοῦτο ὅτι οὐ παραβαίνετε αὐτὸν οὔτε πρὸϲ ἄλλον ἀπ- έρχεϲθε. ποίηϲον πάνταϲ αὐτοὺϲ ἀνατεῖναι τὰϲ χεῖραϲ εἰϲ τὸν οὐρανὸν καὶ δοῦναι λόγον ὅτι ποιοῦϲιν πάντα [*](1 διϲιδαίμονεϲ BV corr. v 3 ἤνοιον BV corr. Ha 8 ὀρ[ἃ] c. ras. V κατόδυνον B V corr. Ha 11 τοῦ Χριϲτοῦ Ha 15 δύνανται B 20 ποιήϲει B 21 χαρίζεϲθαι B V corr. v 24 παραβαίνεται B οὐδὲ Ha ἀπέρχεϲθαι BV corr. Ha 25 f. 〈καὶ〉 ποίηϲον 26 verba inde a λόγον usque ad εὐοδω-)
28
ἃ ἐπηγγείλαντο καὶ ὅταν ταῦτα ποιήϲωϲιν, εἰπὲ τῇ λοχευομένῃ γυναικὶ ἐπὶ πάντων· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ υἱὸϲ τοῦ θεοῦ τοῦ ζῶντοϲ, ἰᾶταί ϲε· εἰϲ αὐτὸν πίϲτευε καὶ. ζήϲῃ. ἀκούϲαϲα δὲ ἡ γραῦϲ τὸν λόγον τοῦ μακα|ρίοιυ ἐπιϲκόπου καὶ λαβοῦϲα παρ’ αὐτοῦ παράθεϲιν ἔδραμεν ἐπὶ τὸν οἶκον, καὶ εὑροῦϲα πάνταϲ κλαίονταϲ καὶ τὴν γυναῖκα ἐν ἐϲχάτῳ κινδύνῳ παρεκάλει τοὺϲ γονεῖϲ αὐτῆϲ καὶ τὸν ἄνδρα μὴ ἀθυμῆϲαι· ἔλεγεν δὲ ὅτι Ἰατρὸϲ ἄρι- ϲτοϲ ἀπέϲτειλέν με πρὸϲ ὑμᾶϲ ἵνα παράϲχητε ἐμοὶ λόγον, ὅτι ταύτηϲ θεραπευομένηϲ οὐκ ἀρνεῖϲθε αὐτόν. ἀκού- ϲαντεϲ δὲ οἱ γονεῖϲ καὶ ὁ ἀνὴρ εἶπον· Ἐὰν βουληθῇ πᾶϲαν ἡμῶν τὴν οὐϲίαν λαβεῖν, οὐκ ὀκνήϲομεν, μό- νον ἴδωμεν τὴν θυγατέρα ἡμῶν ζῶϲαν. ἡ δὲ τροφὸϲ εἶπεν Ἀνατείνατε τὰϲ χεῖραϲ ὑμῶν εἰϲ τὸν οὐρανὸν καὶ δότε μοι τοιοῦτον λόγον ὅτι οὐκ ἀρνεῖϲθε τὸν ἰα- τρόν. 0 δὲ προθύμωϲ καὶ μετὰ δακρύων ἀνέτειναν τὰϲ χεῖραϲ λέγοντεϲ ὅτι Καὶ πάντα τὰ ἡμῶν αὐτῷ πάντα τὸν χρόνον τῆϲ ζωῆϲ ἡμῶν· ποίαν γὰρ παρα- μυθίαν μέλλομεν ἔχειν ταύτηϲ τελευτώϲηϲ ἦν γὰρ αὐτοῖϲ μονογενὴϲ καὶ ἀϲτεία τούϲ τρόπουϲ εἴπερ ἄλλη γυνή. ἀκούϲαϲα δὲ ἡ τροφὸϲ μεγάλῃ τῇ φωνῇ ἐπὶ πάντων εἶπεν· Λέγει ὁ μέγαϲ ἱερεὺϲ Πορφύριοϲ· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ υἱὸϲ τοῦ θεοῦ τοῦ ζῶντοϲ, ἰᾶταί ϲε· εἰϲ αὐτὸν πίϲτευϲον καὶ ζήϲῃ. εὐθέωϲ δὲ ἡ γυνὴ ὀλολύ- ξαϲα μέγα κατήγαγεν τὸ βρέφοϲ ζῶν. πάντεϲ δὲ οἱ ἐκεῖϲε εὑρεθέντεϲ ἐκπλαγέντεϲ ἔκραξαν Μέγαϲ ὁ θεὸϲ τῶν Χριϲτιανῶν, μέγαϲ ὁ ἱερεὺϲ Πορφύριοϲ. τῇ δὲ [*](θῆναι 30, 8 desunt in B 7 αὐτῆϲ ex αὐτοὺϲ V 9 [ὑ]μᾶϲ c. ras V παράϲχηται V corr. v 10 et 15 ἀρνῆϲθαι V corr. v) [*](13 εἴδομεν V corr. v 17 αὐτοῦ Ha 19 μέλλωμεν V corr. v 20 ἀϲτία V corr. Ha ἤπερ V corr. Ha)
29
ἑξῆϲ οἱ γονεῖϲ τῆϲ γυναικὸϲ καὶ ὁ ἀνὴρ καὶ πάντεϲ οἱ ϲυγγενεῖϲ καὶ οἱ γνήϲιοι πορευθέντεϲ πρὸϲ τὸν μακάριον Πορφύριον προϲέπεϲαν τοῖϲ ποϲὶν αὐτοῦ αἰτούμενοι τὴν ἐν Χριϲτῷ ϲφραγῖδα. ὁ δὲ μακάριοϲ ϲφραγίϲαϲ αὐτοὺϲ καὶ ποιήϲαϲ κατηχουμένουϲ ἀπέλυϲεν ἐν εἰρήνῃ, παρ- αγγείλαϲ αὐτοῖϲ ϲχολάζειν τῇ ἁγίᾳ ἐκκληϲίᾳ, καὶ μετ’ ὀλίγον χρόνον κατηχήϲαϲ αὐτοὺϲ ἐβάπτιϲεν ϲὺν τῇ γυ- ναικὶ καὶ τὸ βρέφοϲ· ἐκάλεϲαν δὲ τὸ ὄνομα αὐτοῦ Πορ- φύριον. ἦϲαν δὲ οἱ φωτιϲθέντεϲ διὰ τὴν πρόφαϲιν τῆϲ γυναικὸϲ τὸν ἀριθμὸν ἑξήκοντα τέϲϲαρε.