Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ὁμιλήσωμεν τῷ φωτί, ὃ ἔστιν ὁ Χρωτός, ὡς πλησίον αὐτοῦ ἑστῶτες· ὡς ὁρῶντες αὐτὸν οὕτως πολιτευσώμεθα ταῖς εὐχαῖς ταῖς ἁγιαζούσαις. εὐχαὶ γὰρ ἁγιάζουσιν, ἐὰν λόγῳ θείῳ προσευχώμεθα, λόγος δὲ θεῖος πάρεστιν, ἔνθα καρδία καὶ πολιτεία καθαρὰ ἐν ταπεινοφροσύνῃ φυλάττεται. ἔκαμνεν ὁ Ἰσραὴλ τὰς θυσίας ἐπιτελῶν· ἔκραζον οἱ προφῆται πρὸς τὸν θεόν· »ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου«. ἐκεῖνοι ἔκραζον καὶ ἡμεῖς ἐλάβομεν· »ἄλλοι κεκοπιάκασι«, καθὼς εἶπεν ὁ κύριος, »καὶ ἡμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθαμεν«. ἦλθε γὰρ πρὸς ἡμᾶς αὐτὸς ὁ λέγων ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ἀλήθεια«. ἀκαμάτως ἐλάβομεν τὴν χάριν, ἀλλὰ διὰ καμάτου δεῖ ἡμᾶς φυλάξαι τὴν χάριν.

Περὶ τῶν λεγόντων μὴ δεῖν Χριστιανοὺς ἐργάζεσθαι. ἐπείπερ τινὲς οὐκ ἐργάζεσθαι βουλόμενοι, ἀλλὰ περιεργάζεσθαι ἐκλαμβάνουσι κακῶς τὰς τοῦ κυρίου ἱερὰς φωνὰς εἰπόντος »μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε« ὡς οὐ χρῆναι λέγοντες ἀκολουθοῦντας [*](18 Psal. 42, 3 — 20 vgl. Joli. 4, 38 — 22 Joh. 8, 12. 14, 6 — 26 Matth. 6, 25 A1H V1P3 M2P1P2) [*](3 γενόμενα H γινόμενα d. übr. HSS 4 ἀγωνίζεσθαι H 6f τῶν Α1 7 ταῦτα — Ἀκεσίου > P2 12 περὶ] ἐκ, aber am Rand corr. ABBREV περὶ 1 14 πολιτευσόμεθα Ai 15 προσευχόμεθα Μ2 16 f μετὰ ταπεινοφροσύνης Α 1 17 ἔκαμεν ΗΜ2Ρ1 ἔκαμνεν, aber über ν1 wohl · Α1 ἔκαμψεν Ρ3 | ὁ 21 κόπον] τόπον Α1 τόπον αὐτὸν M2P1 22 [τὸ φῶς] A1 24 μὴ > M2P2 27 φάγητε A1V1 φάγετε HM2P1P2P3 27f ὑμῶν τί φάγετε ὡς οὐ χρῆναι λέγοντες ἀκολουθοῦντες (so!) τῇ φωνῇ am Rand von 1. Hd. eingefügt P1 27 Α1 ἀκολουθοῦτες HM2P1 > P2)

109
τῇ φωνῇ ταύτῃ ἐργάζεσθαι εἰς τὴν γῆν Χριστιανούς, ἀποδεικτέον ἡμῖν μὴ οὕτως εἰρηκέναι τὸν κύριον. ἐγχωρεῖ γὰρ καὶ ἐργάζεσθαι καὶ μὴ μεριμνᾶν, εἰδότας ἡμᾶς καὶ πιστεύοντας, ὅτι τῶν ἔργων ἡμῶν τὴν αὔξησιν καὶ τοὺς καρποὺς αὐτὸς ὁ κύριος δίδωσιν εἰπών· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ καθεύδῃ καὶ ἐγείρεται νύκτα καὶ ἡμέραν· καὶ ὁ σπόρος βλαστάνει καὶ μηκύνεται, ὡς οὐκ οἶδεν αὐτός«.

Περὶ τῶν ἱερωμένων. τοὺς ἱερωμένους εἰς τύπον καὶ εἰκόνα χρὴ εἶναι τῶν ἐπουρανίων, καὶ τὸν μὲν ἐπίσκοπον <θρόνον> αὐτοῦ τοῦ κυρίου ὡς κεφαλὴν μετ᾿ αὐτὸν ὄντα τῆς ἐκκλησίας, ἡς παρείληφε, τὸν δὲ πρεσβύτερον τὸν σεραφικὸν ἐπέχειν θρόνον, τὸν δὲ διάκονον τὸν χερουβικόν· τὸν ὑπηρέτην εἰς διακονίαν τούτων εἶναι προσήκει.

Περὶ τοῦ μὴ δεῖν λαϊκοὺς ἀνιέναι ἐν τῷ ἄμβωνι. περὶ τοῦ μὴ δεῖν λαι·κοὺς ἀνιέναι ἐν τῷ ἄμβωνι, πλὴν τῶν τεταγμένων ἀνα- γινώσκειν ἢ ψάλλειν ἐν ταῖς διφθέραις.

Περὶ τοῦ ἁγίου βαπτίσματος. τὸ βάπτισμα ἡμῶν οὐ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς κατανοητέον, ἀλλὰ τοῖς νοεροῖς. ὕδωρ ὁρᾷς, νόησον τὴν ἐν τοῖς ὕδασι κρυπτομένην τοῦ θεοῦ δύναμιν. ἐν γὰρ πνεύματι ἁγίῳ καὶ πυρὶ βαπτίζεσθαι ἡμᾶς οἱ ἱεροὶ διδάσκουσι λόγοι· ἐν γὰρ πίστει τοῦ βαπτίζοντος καὶ ἐν πίστει τοῦ βαπτιζομένου διὰ τῆς ἱερᾶς ἐπικλήσεως πλήρη τοῦ ἁγιασμοῦ τοῦ πνεύματος καὶ τοῦ θείου πυρὸς νόει τὰ ὕδατα· »αὐτὸς γάρ, φησί, βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί«. κατέρχεται μὲν οὖν ὁ βαπτιζόμενος ὑπεύθυνος ἁμαρτημάτων καὶ τῇ τῆς φθορᾶς δουλείᾳ ἐνεχόμενος· ἀνέρχεται δὲ ἐλευθερωθεὶς τῆς τε τοιαύτης δουλείας καὶ τῆς ἁμαρτίας, υἱὸς τοῦ θεοῦ καὶ κληρονόμος χάριτι αὐτοῦ γεγονώς, συγκληρονόμος δὲ Χριστοῦ, αὐτὸν ἐνδυσάμενος τὸν Χριστόν, καθὼς γέγραπται »ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε«.

[*](5 Mark. 4, 26f — 21.24 Matth. 3, 11 — 24 vgl. Röm 8,21 — 28 Rom. 8, 16 — 30 Gal. 3, 27 A1H V1P3 M2P1P2)[*](3 ἐδότας M2 4 αὐτὸς] αὐτοὺς HM2P1P2 6 καθεύδει HP2 9 ἰερουμένων, ἱερουμένους V1P3 10f ἐπέχειν + τὸν τύπον M2P1P2 + τὸν τόπον (Balf.), am Rand von späterer Hd. τύπον, das nach ἐπίσκοπον werden soll A1 corr. Ltz. 12 παρείληφε] παρῆλθε P2 15 ἀνιέναι] ἐανβαίνειν HM2P1P2 16 ἀνιέναι > Α1Η 24 αὐτὸς γὰρ — ἐν > P3 | βαπτίσει, φησὶν P2 | βαπτίσει + ὑμᾶς M2P1P2 29 Χριστόν + συγκληρονόμος καὶ τῆς βασιλείας αὐτοῦ P2 30 ἐνδύσασθε M2)
110

Περὶ τῆς θείας τραπέζης καὶ τοῦ ἐπ’ αὐτὴν μυστηρίου τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. ἐπὶ τῆς θείας τραπέζης πάλιν κάνταῦθα μὴ τῷ προκειμένῳ ἄρτῳ καὶ τῷ ποτηρίῳ ταπεινῶς προσέχωμεν. ἀλλ᾿ ὑψώσαντες ἡμῶν τὴν διάνοιαν, πίστει κεῖσθαι ἐπὶ τῆς ἱερᾶς ἐκείνης τραπέζης τὸν ἀμνὸν τοῦ θεοῦ, αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀθύτως ὑπὸ τῶν ἱερέων θυόμενον, καὶ τὸ τίμιον αὐτοῦ σῶμα καὶ αἷμα ἀληθῶς λαμβάνοντας πιστεύειν ταῦτα εἰναι τὰ τῆς ἡμετέρας ἀναστάσεως σύμβολα. διὰ τοῦτο γὰρ οὔτε πολὺ λαμβάνομεν, ἀλλ’ ὀλίγον, ἴνα γνῶμεν ὅτι οὐκ εἰς πλησμονήν, ἀλλ’ εἰς ἁγιασμόν.

Περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως. οὐχ ἁπλῶς ὁ κύριος τὴν ἑαυτοῦ σάρκα ὑπὲρ ἡμῶν παρέδωκεν εἰς πάθος καὶ θάνατον, ἀλλ’ ἵνα τὴν ἡμετέραν σωτηρίαν πραγματεύσηται, καίπερ ἐλεύθερος ὢν τοῦ θανάτου, καθὼς ἀνωτέρω ὁ λόγος ἀπέδειξε. βοᾷ ὁ προφήτης ὡς ἐκ προσώπου αὐτοῦ, προαναφωνῶν τὸ μέλλον τῆς κατὰ σάρκα αὐτοῦ οἰκονομίας μυστήριον ἐγενήθην, φησίν, ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος‘. τίς δὲ ἐλεύθερος θανάτου, εἰ μὴ θεός; ἀλλὰ κατὰ τὰς προαποδειχθείσας ἀποδείξεις σαρκωθεὶς διὰ φιλανθρωπίαν, γέγονεν ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ταπεινώσας τὴν ἑαυτοῦ σάρκα μέχρι θανάτου, θανάτου δὲ σταυροῦν, ἥ καὶ ἐγηγέρθαι κηρύττεται, ἵνα ἡμᾶς ἀπαθανατίσας πρυτανεύσῃ ἡμῖν τοῖς ἀπεγνωσμένοις δι᾿ αὐτῆς τῆς ἡμετέρας ἀπαρχῆς τὴν τῆς ἀναστάσεως ἡμῶν ἐλπίδα· ὅπως μηκέτι ὦμεν δοῦλοι τῷ αἰωνίῳ θανάτῳ, ἀλλ’ ἐλεύθεροι, καθάπερ καὶ ἡ ἀπαρχὴ ἡμῶν Χριστός, καθά φησιν ὁ μακάριος ἀπόστολος Παῦλος· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ«. καὶ σωτῆρα αὐτὸν δὴ τοῦτον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ καὶ πατρὸς υἰὸν μονογενῆ ἀπεκδέχεσθαι ἡμᾶς ἐξ οὐρανῶν, ἀναστήσοντα ἡμῶν ἐκ τῶν τάφων τὰ σώματα, ἐπιμαρτύρεται λέγων ἡμῶν τὸ πολίτευμα, φησίν, ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὖ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς [*](5 Joh. 1, 29 — 7 vgl. I Pe. 1, 19 — 10 vgl. Kol. 2, 23 — 14 vgl. S. 101, 2 — 16 Psal. 87, 5f — 19 vgl. Phil. 2, 8 — 25 I Kor. 15, 23 — 29 Phil. 3 A1H V1P3 M2P1P2) [*](3 [μὴ] Α1 4 προσέχομεν M2 9 ἅτι > P3 13 καίπερ] 14 ἀπέδειξε + καὶ Α1 16 ἐγεννήθην P2 18 προαποδειχθείσας + ἀνωτέρω M2P1P2 21 ἀπαθανατίσας Α1 32 ὑμῶν H)

111
δόξης αὐτοῦ«. οὕτως γὰρ δεῖ τὸ σῶμα ἡμῶν δοξασθῆναι, ὡς τὸ τοῦ δεσπότου ἀνεπίδεκτον κακίας καὶ πάντων τῶν νῦν παθῶν, ἐλεύθερον τοῦ θανάτου καὶ τῆς ἁμαρτίας, ἅγιον, ἵνα ἐν καινότητι ζωῆς σὺν αὐτῷ περιπατῆσαι δυνηθῶμεν ἐν φωτὶ ἐπουρανίῳ, συμβασιλεύοντες ἀεὶ αὐτῷ τῷ Χριστῷ. ἐν ταύτῃ γὰρ τῇ ἐλπίδι καὶ τὸ ἅγιον εἰλήφαμεν βάπτισμα, καὶ τὴν σωτήριον τῶν ἁγίων αὐτοῦ μελῶν μετουσίαν ὑποδεχόμεθα. ταῦτα τῆς καθολικῆς ἐκκλησίας τὰ δόγματα.

Ὅτι μία ἡ ἐκκλησία τοῦ θεοῦ. μία ἡ ἐκκλησία ἐν οὐρανοῖς, ἡ αὐτὴ καὶ ἐπὶ γῆς· ἐν ταύτῃ τὸ πνεῦμα τὸ ἅγιον ἐπαναπαύεται. αἱ ἔξω ταύτης οὖσαι αἱρέσεις, ἅς ἔχουσιν οἱ ἄνθρωποι, οὐκ εἰσὶ διδασκαλίαι τοῦ σωτῆρος ἡμῶν οὐδὲ τῶν ἀποστόλων, ἀλλὰ τοῦ σατανᾶ, καὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου. τὰ γὰρ Ἰουδαίων καὶ Ἑλλήνων ἑτέρῳ σχήματι ἐκδιδάσκουσιν, ἵνα ἀφέλωνται τῶν ἀνθρώπων τὴν ὄντως ζωήν.

Περὶ τῆς τοῦ θεοῦ προγνώσεως καὶ τοῦ κόσμου. μικρότερος προσδοκῶμεν, κατὰ τὰ ἱερὰ γράμματα, φαινομένης ἡμῖν τῆς ἐπιφανείας καὶ βασιλείας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. »καὶ παραλήψονται τότε, καθά φησι Δανιήλ, τὴν βασιλείαν ἅγιοι ὑψίστου«, καὶ ἔσται ἡ γῆ καθαρά, ἁγία, γῆ ζώντων, καὶ οὐ νεκρῶν· ἥν προεωρακὼς Δαυὶδ τῷ τῆς πίστεως ὀφθαλμῷ βοᾶ· πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων«, γῇ πραέων καὶ ταπεινῶν. »μακαριοι γαρ, φησιν, οἱ πραεις, οτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν«. καὶ ὁ προφήτης· »καὶ πατήσουσιν αὐτήν, φησι, πόδες πραέων καὶ ταπεινῶν«.

Ταῦτα ἐκ τῶν σπουδασθέντων τοῖς ἁγίοις ἡμῶν πατράσιν ἐκκλησιαστικῶν διατυπώσεων, μικιρὰ ἐκ πολλῶν, τῇδε τῇ συγγραφῇ συνετάξαμεν. ἐξέθεντο δὲ καὶ ἐκκλησιαστικοὺς κανόνας εἴκοσιν ἐν αὐτῇ τῇ ἐν Νικαίᾳ συνόδῳ, οὕς καὶ αὐτοὺς ἀναγκαῖον ᾠήθην ἐντάξαι τῷ γράμματι.

[*](3f vgl. Rom. 6, 4 — 4f vgl. H Tim. 2, 12 — 14 vgl. I Tim. 6, 19 — Jes. 65, 17. Tit. 2, 13 — 20 Dan. 7, 18 — 23 Psal. 26, 13 — 24 Matth. 5, 4 — 25 Jes. 26, 6 A1H V1P3 M2P1P2)[*](3 ἵνα + καὶ P2 4f In Ai manches unleserlich 8 μία > P3 | > M2P1P2 | ἡ2 > HP2 9 αἱ > H 13 ἑτέρων (aber wohl von 2. Hd. aus unleserlich gewordenen Buchstaben hergestellt) Α1 15 καὶ > H 18 κατὰ] κݲυݲ = κυρίου P3 22 προεγνωκὼς H 28 γραφῇ HM2P1P2)
112

Ὅροι ἐκκλησιαστικοί. συναχθείσης τῆς ἁγίας καὶ μεγάλης συνόδου ἐν Νικαίᾳ ὡρίσθη τὰ ὑποτεταγμένα.