Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Περὶ εὐνούχων ἀποκοψάντων ἑαυτούς. εἵ τις ἐκ νόσου ὑπὸ ἰατροῦ ἐχειρουργήθη ἢ ὑπὸ βαρβάρων ἐξετμήθη, οὗτος μενέτω ἐν τῷ κλήρῳ. εἰ δέ τις ὑγιαίνων ἑαυτὸν ἐξέτεμε, τοῦτον καὶ ἐν τῷ ἐξεταζόμενον πεπαῦσθαι προσήκει καὶ ἐκ τοῦ δεῦρο μηδένα τῶν τοιούτων χρῆναι προάγεσθαι. ὥσπερ δὲ τοῦτο πρόδηλον, ὅτι περὶ τῶν ἐπιτηδευόντων τὸ πρᾶγμα καὶ τολμώντων ἑαυτοὺς ἐκτέμνειν εἴρηται, οὕτως εἵ τινες ὑπὸ βαρβάρων ἢ δεσποτῶν εὐνουχίσθησαν, εὑρίσκοιντο δὲ ἄλλως ἄξιοι, τούτους εἰς κλῆρον προσίεται ὁ κανών.

Περὶ τῶν ἀπὸ ἐθνικῶν εἰς χειροτονίαν προαχθέντων. ἐπειδὴ πολλὰ εἴτε ὑπὸ ἀνάγκης ἢ ἄλλως πως ἐπειγομένων τῶν ἀνθρώπων ἐγένετο παρὰ τὸν κανόνα τὸν ἐκκλησιαστικόν, ὥστε ἀνθρώπους ἀπὸ ἐθνικοῦ βίου ἄρτι προσελθόντας τῇ πίστει καὶ ἐν ὀλίγῳ χρόνῳ κατηχηθέντας, εὐθὺς ἐπὶ τὸ πνευματικὸν λουτρὸν ἄγειν, καὶ ἅμα τῷ βαπτισθῆναι προάγειν εἰς ἐπίσκοπον ἢ πρεσβύτερον, καλῶς ἔχειν ἔδοξε τοῦ λοιποῦ μηδὲν τοιοῦτον γίνεσθαι· καὶ γὰρ καὶ χρόνου δεῖ τῷ κατηχουμένῳ καὶ μετὰ τὸ βάπτισμα δοκιμασίας πλείονος. σαφὲς γὰρ τὸ ἀποστολικὸν γράμμα τὸ λέγον »μὴ νεόφυτον, ἴνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλους«. εἰ δὲ προϊόντος τοῦ χρόνου ψυχικόν τι ἁμάρτημα εὑρεθείη περὶ τὸ πρόσωπον, καὶ ἐλέγχοιτο ὑπὸ δύο καὶ τριῶν μαρτύρων, παύσεται ὁ τοιοῦτος τοῦ κλήρου· ὁ δὲ παρὰ ταῦτα ποιῶν, ὡς ὑπεναντία τῇ μεγάλῃ συνόδῳ θρασυνόμενος, αὐτὸς κινδυνεύσει περὶ τοῦ κλήρου.

Περὶ τῶν τὰς συνεισάκτους ἐχόντων. περὶ τῶν συνεισάκτων ἀπηγόρευσε καθόλου ἡ μεγάλη σύνοδος, μὴ ἐπισκόπῳ μηδὲ πρεσβυτέρῳ μήτε διακόνῳ μήτε ὅλως τῶν ἐν τῷ κλήρῳ τινὶ ἐξεῖναι συνείσακτον ἔχειν. πλὴν εἰ μὴ ἄρα μήτηρ ἢ ἀδελφὴ ἢ θεία ἢ ἅ μόνα [*](19 I Tim. 3, 6 A1H V1P3 M2P1P2) [*](2 ὑποτεταγμένη Ps 3 Diese und die folgenden entsprechenden Überschriften am Rand H | ἀποκοπτόντων M2P1P2V1 | ἑαυτοὺς + περὶ τῶν ἀποκοπτόντων καὶ εὐνουχισάντων ἑαυτούς A1HV1P3 7 προσάγεσθαι A1H 10 εὑρίσκονται HP2 εὑρίσκοντο P3 | δὲ > P2 | τούτοις M2 11 ἀπὸ > P2 προαχθέτων] πραχθέντων V1P3 16 ἔχειν > H 25 τὰς > M2P1P2 27 ὅλως] ἄλλως M2P1P2 28 μητέρα, ἀδελφήν, θείαν P3)

113
πρόσωπα διαπέφευγε πᾶσαν ὑποψίαν. ὁ δὲ παρὰ ταῦτα ποιῶν περὶ τὴν ἑαυτοῦ ἀξίαν.

Περὶ καταστάσεως ἐπισκόπων. ἐπίσκοπον προσήκει μάλιστα μὲν ὑπὸ πόντων τῶν ἐν τῇ ἐπαρχίᾳ ἐπισκόπων καθίστασθαι· εἰ δὲ δυσχερὲς εἴη τὸ τοιοῦτον ἢ διὰ κατεπείγουσαν ἀνάγκην ἢ διὰ μῆκος ὁδοῦ, ἐξάπαντος τρεῖς ἐπὶ τὸ αὐτὸ συναγομένους, συμψήφων γενομένων καὶ τῶν ἀπόντων καὶ συντιθεμένων διὰ γραμμάτων, τότε τὴν χειροτονίαν ποιεῖσθαι· τὸ δὲ κῦρος τῶν γινομένων δίδοσθαι εἰς ἐκάστην ἐπαρχίαν τῷ μητροπολίτῃ ἐπισκόπῳ.

Περὶ τῶν ἀκοινωνήτων γινομένων. περὶ τῶν ἀκοινωνήτων γινομένων, εἴτε τῶν ἐν τῷ κλήρῳ εἴτε τῶν ἐν τῷ λαϊκῷ τάγματι, ὑπὸ τῶν καθ’ ἑκάστης ἐπαρχίαν ἐπισκόπων, κρατείτω ἡ γνώμη κατὰ τὸν κανόνα, τοὺς ὑφ᾿ ἑτέρων ἀποβληθέντας ὑφ᾿ ἑτέρων μὴ προσίεσθαι. ἐξεταζέσθω δέ, μὴ μικροψυχίᾳ ἢ φιλονεικίᾳ ἤ τινι τοιαύτῃ ἀηδίᾳ τοῦ ἐπισκόπου ἀποσυνάγωγοι γεγένηνται. ἴνα οὐν τοῦτο τὴν πρέπουσαν ἐξέτασιν λαμβάνῃ, καλῶς ἔχειν ἔδοξεν ἑκάστου ἐνιαυτοῦ καθ’ ἑκάστην ἐπαρχίαν δὶς τοῦ ἔτους συνόδους γίνεσθαι, ἵνα κοινῇ πάντων τῶν ἐπισκόπων τῆς ἐπαρχίας ἐπὶ τὸ αὐτὸ συναγομένων τὰ τοιαῦτα ζητήματα ἐξετάζοιτο· καὶ οὕτως οἱ ὁμολογουμένως προσκεκρουκότες τῷ ἐπισκόπῳ κατὰ λόγον ἀκοινώνητοι παρὰ πάντων εἶναι δοκῶσι, μέχρις ἂν τῷ κοινῷ ἢ τῷ ἐπισκόπῳ δόξῃ τὴν φιλανθρωποτέραν περὶ αὐτῶν ἐκθέσθαι ψῆφον. αἱ δὲ σύνοδοι γινέσθωσαν μία μὲν πρὸ τῆς τεσσαρακοστῆς, ἵνα πάσης μικροψυχίας ἀναιρουμένης τὸ δῶρον καθαρὸν προσφέρηται τῷ θεῷ, δευτέρα δὲ περὶ τὸν τοῦ μετοπωρου καιρον.

Περὶ τῶν ἐξαιρέτων τιμῶν, αἳ τοῖς μείζονας κυβερνῶσιν ἐπισκοπὰς ἐκκλησιαστικῶς ἐκανονίσθησαν. τὰ ἀρχαῖα ἔθη κρατείτω, τὰ ἐν Αἰγύπτῳ καὶ Λιβύαις καὶ Πενταπόλει, ὥστε τὸν ἐν Ἀλεξανδρείᾳ ἐπίσκοπον πάντων ἔχειν τὴν ἐξουσίαν, ἐπειδὴ καὶ τῷ ἐν Ῥώμῃ ἐπισκόπῳ τοῦτο σύνηθές ἐστιν. ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀντιόχειαν καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις τὰ πρεσβεῖα σώζεσθαι ταῖς [*](A1H V1P3 M2P1P2) [*](2 ἀξίαν A1V1P3 ἐξουσίαν d. übr. HSS 6 τριῶν HM2P1P2 | συναγομένους Ltz. nach d. vulg. Text d. Kanones] συναγομένων HSS 7 συνθεμένων HM2P1P2 9 μητροπολίτῃ + ἢ HM2P1P2 10 γενομένων P2 11 τῶν2 > P2 λαϊκῶν H 15 τοῦ] τὰ P2 | γεγένηται M2 18 αὐτὸς M2 19 καὶ (fol. 33v) οὕτως aber darüber stebt am Kopf der Seite die Überscbrift Kanon VI, die später am Rand nocb einmal folgt H | οἱ > P2 25 μεθοπόρου 26f corr. Hardnin τοὺς—ἐπισκόπους A1H πρὸς τοὺς — ἐπισκόπους d. übr. HSS, τοῦ μείζονος P3 κυβερνοῦσιν H 28 λιβύῃ HM2P1P2 30 καὶ > A1H Gelasius. 8)

114
ἐκκλησίαις. καθόλου δὲ πρόδηλον ἐκεῖνο, ὅτι εἴ τις χωρὶς γνώμης τοῦ μητροπολίτου γένοιτο ἐπίσκοπος, τὸν τοιοῦτον ἡ σύνοδος ἡ μεγάλη ὥρισε μὴ δεῖν εἶναι ἐπίσκοπον· ἐὰν μέντοι τῇ κοινῇ πάντων ψήφῳ εὐλόγῳ οὔσῃ καὶ κατὰ τὸν κανόνα τὸν ἐκκλησιαστικὸν δύο ἢ τρεῖς δι᾿ οἰκείαν φιλονεικίαν ἀντιλέγωσι, κρατείτω ἡ τῶν πλειόνων ψηφος.

Περὶ τοῦ ἐν Αἰλίᾳ ἐπισκόπου. ἐπειδὴ συνήθεια κεκράτηκε καὶ παράδοσις ἀρχαία, ὥστε τὸν ἐν Αἰλίᾳ ἐπίσκοπον τιμᾶσθαι, ἐχέτω τὴν ἀκολουθίαν τῆς τιμῆς, τῇ μητροπόλει σωζομένου τοῦ οἰκείου ἀξιώματος.

Περὶ τῶν ὀνομαζομένων Καθαρῶν. περὶ τῶν ἑαυτοὺς μὲν ἀνομαζόντων Καθαρούς ποτε, προσερχομένων δὲ τῇ ἁγιωτάτῃ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ, ἔδοξε τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ὥστε χειροθετουμένους αὐτοὺς οὕτως μένειν έν τῷ κλήρῳ. πρὸ ἁπάντων δὲ τούτων ὁμολογῆσαι αὐτοὺς ἐγγράφως προσήκει, ὅτι συνθήσονται καὶ ἀκολουθήσουσι τοῖς τῆς καθολικῆς καὶ ὀποστολικῆς ἐκκλησίας δόγμασι, τοῦτ’ ἔστι καὶ διγάμοις κοινωνεῖν καὶ τοῖς ἐν τῷ διωγμῷ παραπεπτωκόσιν, ἐφ᾿ ὡν καὶ χρόνος τέτακται καὶ καιρὸς ὥρισται, ὥστε αὐτοὺς ὀκολουθεῖν ἐν πᾶοι τοῖς δόγμασι τῆς καθολικῆς ἐκκλησίας. ἔνθα μὲν οὖν πάντες εἴτε ἐν κώμαις εἴτε ἐν πόλεσιν αὐτοὶ μόνοι εὑρίσκοιντο χειροθετηθέντες, εὑρισκόμενοι ἐν τῷ κλήρῳ ἔσονται ἐν τῷ αὐτῷ σχήματι. ὅσοι δὲ τοῦ τῆς καθολικῆς ἐκκλησίας ἐπισκόπου ἢ πρεσβυτέρου ὄντος προσέρχονται, πρόδηλον ὡς ὁ μὲν ἐπίσκοπος τῆς ἐκκλησίας ἕξει τὸ ἀξίωμα τοῦ ἐπισκόπου, ὁ δὲ ὀνομαζόμενος παρὰ τοῖς Καθαροῖς ἐπίσκοπος τὴν τοῦ πρεσβυτέρου τιμὴν ἕξει, πλὴν εἰ μὴ ἄρα δοκοίη τῷ ἐπισκόπῳ τῆς τιμῆς τοῦ ὀνόματος αὐτοῦ μετέχειν. εἰ δὲ μὴ τοῦτο αὐτῷ ἀρέσκοι, ἐπινοήσει τόπον ἤ χωρεπισκόπου ἢ πρεσβυτέρου ὑπὲρ τοῦ ἐν τῷ κλήρῳ ὅλως δοκεῖν εἶναι, ἕνα μὴ ἐν τῇ πόλει δύο ἐπίσκοποι ὠσιν.

Περὶ χειροτονίας πρεσβυτέρων. εἴ τινες ἀνεξετάστως προήχθησαν πρεσβύτεροι, ἢ ἀνακρινόμενοι ὡμολόγησαν τὰ ἡμαρτημένα αὐτοῖς, καὶ ὁμολογησάντων παρὰ κανόνα κινούμενοι ἄνθρωποι χεῖρας [*](A1H V1P3 M2P1P2) [*](4 καὶ > P2 11 τῶν1 > Ρ3 12f καθολκῇ καὶ ἀποστολικῇ A1 ἀποστολικῇ > Η ἀποστ. καὶ καθολ. d. übr. HSS 14 χειροτονουμένους V1P3 17 1 > V1P3 18 καὶ2 > V1P3 19 αὐτοὺς > P2 21 εὑρίσκονται P2 εὑρίσκοντο P3 23 προσέρχεται P3 25 ἐπισκόποις P2 26 δοκεῖ Α1 δοκείη Η 27 αὐτῷ > H | ἀρέσκει A1H 28 χωρεπισκόπου A1 χωρεπισκοπῆς d. übr. HSS | σκλήρῳ P3 30 πρεσβυτέρων] ἐπισκόπων M2P1P2)

115
ἐπιτεθείκασι, τοὺς τοιούτους ὁ κανὼν οὐ προσίεται. τὸ γὰρ ἀνεπίληπτον ἐκδικήσει ἡ καθολικὴ ἐκκλησία.

Περὶ τῶν πταιόντων καὶ προχειρισθέντων κατὰ ἄγνοιαν. ὅσοι προεχειρίσθησαν τῶν παραπεπτωκότων κατὰ ἄγνοιαν ἢ καὶ προειδότων τῶν προχειρισαμένων, τοῦτο οὐ προκρίνει τῷ κανόνι τῷ ἐκκλησιαστικῷ· γνωσθέντες γὰρ καθαιροῦνται.