Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Κινεῖ δὲ ἡμᾶς ἡ τοῦ βασιλέως πίστις καὶ ἑτέρου πράγματος ἐπιμνησθῆναι, ὃς τὴν σπουδὴν καὶ πρόνοιαν τῆς ἐκκλησιαστικῆς εἰρήνης ἐποιεῖτο, ὡς μηδὲ τὰ ἐλάχιστα αὐτὸν παραλιπεῖν. καὶ Ἀκέσιον γὰρ τῆς τῶν Ναυατιανῶν θρησκείας ἐπίσκοπον καὶ τοὺς σὺν αὐτῷ κεκλήκει εἰς τὴν σύνοδον ὡς καὶ αὐτοὺς τὸ ὀμοούσιον καὶ τὴν τριάδα δοξάζοντας.

μετὰ οὖν τὸ ἐκτεθῆναι καὶ ὑπογραφῆναι παρά τε τῆς συνόδου καὶ τοῦ βασιλέως τὸν ὅρον τῆς πίστεως, ἠρώτα τὸν Ἀκέσιον Κωνσταντῖνος ὁ βασιλεύς, εἰ καὶ αὐτὸς τῇ πίστει συντίθεται καὶ τῷ ὁρισμῷ τῆς περὶ τοῦ πάσχα ἑορτῆς.

ὁ δὲ Ἀκέσιος πρὸς αὐτόν· »οὐδὲν καινόν, ἔφη, ὠ βασιλεῦ, ἡ σύνοδος ὥρισεν· οὕτω γὰρ ἄνωθεν ἅπαντες ἐκ τῶν ἀποστολικῶν χρόνων παρειλήφαμεν καὶ τὸν ὅρον [*](15— 17 vgl. Rufin X 5 am Schluß p. 965 — 19— S. 108, 9 vgl. Soor. I 10 p. 86f A1H V1P3 M2P1P2) [*](6 γλυκερός A1V1P3 Thdt Eus. γλυκύτερος HM2P1P2 8 ὅτε + εἰς M2P1P2 9 ὁμοφρόνως V1P3 9 εὐσεβῆ — 11 f σωτήριον Interpolation des Gel. 19 κινεῖ] αἰναεῖ P3 20f ἐποιεῖτο τῆς ἐκκλησιαστικῆς εἰρήνης ~ M2P1P2 21 αὐτῶν 22 τοῦ ναυάτ ου Α1 ναυατιανῶν d. übr. HSS 23 ἐκεκλήκει V1 | ὁμοιούσιον P3 25 καὶ τοῦ βασιλέως > Socr. 27 περὶ > P2 28 βασιλεύς P2 29 χρόνων Socr.] θρόνων HSS)

108
τῆς πίστεως καὶ τὸν χρόνον τῆς τοῦ πάσχα ἑορτῆς«.

καὶ ὁ βασιλεὺς πρὸς αὐτόν· »τί οὖν τῆς κοινωνίας ἡμῶν χωρίζῃ«; ὁ Ἀκέσιος τὰ ἐπὶ Δεκίου κατὰ τὸν διωγμὸν γενόμενα περὶ τῶν ἐν τῷ μαρτυρίῳ μὴ δυνηθέντων ἀγωνίσασθαι ἀλλὰ ἀρνησαμένων διηγεῖτο καὶ ἀκρίβειαν αὐστηροῦ κανόνος προεβάλλετο λέγων ὡς >ἄρα οὐ χρὴ τους μετα βάπτισμα ἡμαρτηκότας δέχεσθαι μετανοοῦντας ἢ τῆς κοινωνίας του μυστηρίου τοῦ λοιποῦ ἀξιοῦσθαι<.

ταῦτα εἰπόντος τοῦ Ἀκεσίου ἔφη πρὸς αὐτὸν ὁ βασιλεύς· »θές, ὦ Ἀκέσιε, κλίμακα μόνος καὶ ἀνάβηθι εἰς τὸν οὐρανόν«.

Μετὰ ταῦτα πάντες οἱ ἐπίσκοποι διατυπώσεις ἐκκλησιαστικάς διαφόρους ἐκτίθενται.

  • Περὶ τῶν ἐκκλησιαστικῶν διατυπώσεων λόγος διδασκαλικός.