Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Οὐκ ἄτοπον δὲ ἡγοῦμαι καὶ τὰ Εὐσεβίου τοῦ Παμφίλου, ἅπερ περὶ τούτων τῶν ἐν τῇ συνόδῳ πραγματευθέντων λέγω) ποιεῖσθαι τὸν λόγον ἀρχόμενος καλῶς διελάβετο ἐν τῷ τρίτῳ αὐτοῦ βιβλίῳ τῷ εἰς τὸν βίον Κωνσταντίνου τοῦ θεοφιλοῦς βασιλέως, ἐντάξαι τῇδε τῇ συγγραφῇ.

ἔστι δὲ ταῦτα· πλείστων δῆτα ὑφ΄ ἑκατέρου τάγματος προτεινομένων πολλῆς τε ἀμφιβολίας τὰ πρῶτα παρά τινων γινο- [*](26—S. 107, 15 vgl. Eus. VC III, 13. 14. Socr. I S, 21. Thdt. I 13 V1H V1P3 M2P1P2) [*](1 ἐπισκοπῆς A1H 2 ὄντι ἀναγνώστῃ τότε ~ A1 | αὐτοῦ > Η 4 οἱ ἅγιοι] Α1 7 γῆς > Μ2Ρ1Ρ2 11 ἁγίων > Η 12 ἡσθεὶς — 13 πάντων > (Balf.) 13 ἁγίων übergeschrieben H > M2P1 | παντὸς — ἀρχιερέων] τῶν ἀρχιερέων P2 15 ἁπλώσας > P2 16 τῶν > M2 | ὅλων H | ὑμῶν 18 ὀρθῆς] ὀρθοδόξου ΗΜ2Ρ1Ρ2 20 τῶν > Α1 | ἐκκλησίαν Α1 22 τὰ] Μ2Ρ1Ρ2 24 ἐν τῷ τρίτῳ λόγῳ τοῦ αὐτοῦ βιβλίου P2 25 ἐντάξας Ρ2 26 δῆτα Α1V1P3 Thdt δὲ τῶν ΗΜ2Ρ1Ρ2 δὴ τῶν Socr. δὴ ταῦθ᾿ Εus. HSS | nach ἑκατέρου, wie es scheint, Rasur A1)

107
μένης, ἐπηκροᾶτο πάντων ὁ βασιλεὺς ὁ πανεύφημος σχολῇ τε εὐτονωτάτῃ τὰς προτάσεις θατέρων τῶν μερῶν ὑπεδέχετο·

ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ᾿ ἑκατέρου τάγματος λεγομένων ἠρέμα τε συνῆγε τοὺς φιλονείκως ἐνισταμένους πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, ἐπειδὴ μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἠν καὶ ἡδύς,

τοὺς μὲν συμπείθων τοὺς δὲ καταδυσμωπῶν τῷ λόγῳ τοὺς δὲ εὖ λέγοντας ἐπαινῶν πάντας τε εἰς ὁμόνοιαν ἐλαύνων ἕως ὅτε ὁμογνώλμονας καὶ ὁμοδόξους ἐπ᾿ κατεστήσατο ὡς ὁμοφώνως μὲν κρατῆσαι τὴν εὐσεβῆ δοξολογίαν κρατυνθῆναί τε τὴν ἀληθῶς ἐκ πνεύματος ἁγίου παρὰ πάντων τῶν προρρηθέντων ἁγίων ἡμῶν πατέρων ἐκφωνηθεῖσαν σωτήριον πίστιν,

ἐν τ᾿ αὐτῷ δὲ καὶ περὶ τῆς σωτηρίου ἑορτῆς τοῦ πάσχα ἕνα παρὰ πᾶσιν ὁμολογηθῆναι καιρὸν ἐνομοθέτησε.

τότε δὴ καὶ ἐγγράφως δι᾿ ὑποσημειώσεως ἑκάστου τὰ κοινῇ δεδογμένα κυρωθῆναι ὡρίσατο, καὶ περὶ τῶν καθ᾿ ἕκαστον ἐκκλησιαστικῶν διατυπώσεων καὶ κανόνων ἐγγράφως ἐκθεῖναι τοὺς ἐπισκόπους παρεγγυᾷ.

  • Περὶ Ἀκεσίου ἐπισκόπου τῶν Ναυατιανῶν καὶ τῶν σὺν αὐτῷ.