Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ὁμιλήσωμεν τῷ φωτί, ὃ ἔστιν ὁ Χρωτός, ὡς πλησίον αὐτοῦ ἑστῶτες· ὡς ὁρῶντες αὐτὸν οὕτως πολιτευσώμεθα ταῖς εὐχαῖς ταῖς ἁγιαζούσαις. εὐχαὶ γὰρ ἁγιάζουσιν, ἐὰν λόγῳ θείῳ προσευχώμεθα, λόγος δὲ θεῖος πάρεστιν, ἔνθα καρδία καὶ πολιτεία καθαρὰ ἐν ταπεινοφροσύνῃ φυλάττεται. ἔκαμνεν ὁ Ἰσραὴλ τὰς θυσίας ἐπιτελῶν· ἔκραζον οἱ προφῆται πρὸς τὸν θεόν· »ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου«. ἐκεῖνοι ἔκραζον καὶ ἡμεῖς ἐλάβομεν· »ἄλλοι κεκοπιάκασι«, καθὼς εἶπεν ὁ κύριος, »καὶ ἡμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθαμεν«. ἦλθε γὰρ πρὸς ἡμᾶς αὐτὸς ὁ λέγων ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ἀλήθεια«. ἀκαμάτως ἐλάβομεν τὴν χάριν, ἀλλὰ διὰ καμάτου δεῖ ἡμᾶς φυλάξαι τὴν χάριν.

Περὶ τῶν λεγόντων μὴ δεῖν Χριστιανοὺς ἐργάζεσθαι. ἐπείπερ τινὲς οὐκ ἐργάζεσθαι βουλόμενοι, ἀλλὰ περιεργάζεσθαι ἐκλαμβάνουσι κακῶς τὰς τοῦ κυρίου ἱερὰς φωνὰς εἰπόντος »μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε« ὡς οὐ χρῆναι λέγοντες ἀκολουθοῦντας [*](18 Psal. 42, 3 — 20 vgl. Joli. 4, 38 — 22 Joh. 8, 12. 14, 6 — 26 Matth. 6, 25 A1H V1P3 M2P1P2) [*](3 γενόμενα H γινόμενα d. übr. HSS 4 ἀγωνίζεσθαι H 6f τῶν Α1 7 ταῦτα — Ἀκεσίου > P2 12 περὶ] ἐκ, aber am Rand corr. ABBREV περὶ 1 14 πολιτευσόμεθα Ai 15 προσευχόμεθα Μ2 16 f μετὰ ταπεινοφροσύνης Α 1 17 ἔκαμεν ΗΜ2Ρ1 ἔκαμνεν, aber über ν1 wohl · Α1 ἔκαμψεν Ρ3 | ὁ 21 κόπον] τόπον Α1 τόπον αὐτὸν M2P1 22 [τὸ φῶς] A1 24 μὴ > M2P2 27 φάγητε A1V1 φάγετε HM2P1P2P3 27f ὑμῶν τί φάγετε ὡς οὐ χρῆναι λέγοντες ἀκολουθοῦντες (so!) τῇ φωνῇ am Rand von 1. Hd. eingefügt P1 27 Α1 ἀκολουθοῦτες HM2P1 > P2)

109
τῇ φωνῇ ταύτῃ ἐργάζεσθαι εἰς τὴν γῆν Χριστιανούς, ἀποδεικτέον ἡμῖν μὴ οὕτως εἰρηκέναι τὸν κύριον. ἐγχωρεῖ γὰρ καὶ ἐργάζεσθαι καὶ μὴ μεριμνᾶν, εἰδότας ἡμᾶς καὶ πιστεύοντας, ὅτι τῶν ἔργων ἡμῶν τὴν αὔξησιν καὶ τοὺς καρποὺς αὐτὸς ὁ κύριος δίδωσιν εἰπών· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ καθεύδῃ καὶ ἐγείρεται νύκτα καὶ ἡμέραν· καὶ ὁ σπόρος βλαστάνει καὶ μηκύνεται, ὡς οὐκ οἶδεν αὐτός«.

Περὶ τῶν ἱερωμένων. τοὺς ἱερωμένους εἰς τύπον καὶ εἰκόνα χρὴ εἶναι τῶν ἐπουρανίων, καὶ τὸν μὲν ἐπίσκοπον <θρόνον> αὐτοῦ τοῦ κυρίου ὡς κεφαλὴν μετ᾿ αὐτὸν ὄντα τῆς ἐκκλησίας, ἡς παρείληφε, τὸν δὲ πρεσβύτερον τὸν σεραφικὸν ἐπέχειν θρόνον, τὸν δὲ διάκονον τὸν χερουβικόν· τὸν ὑπηρέτην εἰς διακονίαν τούτων εἶναι προσήκει.

Περὶ τοῦ μὴ δεῖν λαϊκοὺς ἀνιέναι ἐν τῷ ἄμβωνι. περὶ τοῦ μὴ δεῖν λαι·κοὺς ἀνιέναι ἐν τῷ ἄμβωνι, πλὴν τῶν τεταγμένων ἀνα- γινώσκειν ἢ ψάλλειν ἐν ταῖς διφθέραις.

Περὶ τοῦ ἁγίου βαπτίσματος. τὸ βάπτισμα ἡμῶν οὐ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς κατανοητέον, ἀλλὰ τοῖς νοεροῖς. ὕδωρ ὁρᾷς, νόησον τὴν ἐν τοῖς ὕδασι κρυπτομένην τοῦ θεοῦ δύναμιν. ἐν γὰρ πνεύματι ἁγίῳ καὶ πυρὶ βαπτίζεσθαι ἡμᾶς οἱ ἱεροὶ διδάσκουσι λόγοι· ἐν γὰρ πίστει τοῦ βαπτίζοντος καὶ ἐν πίστει τοῦ βαπτιζομένου διὰ τῆς ἱερᾶς ἐπικλήσεως πλήρη τοῦ ἁγιασμοῦ τοῦ πνεύματος καὶ τοῦ θείου πυρὸς νόει τὰ ὕδατα· »αὐτὸς γάρ, φησί, βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί«. κατέρχεται μὲν οὖν ὁ βαπτιζόμενος ὑπεύθυνος ἁμαρτημάτων καὶ τῇ τῆς φθορᾶς δουλείᾳ ἐνεχόμενος· ἀνέρχεται δὲ ἐλευθερωθεὶς τῆς τε τοιαύτης δουλείας καὶ τῆς ἁμαρτίας, υἱὸς τοῦ θεοῦ καὶ κληρονόμος χάριτι αὐτοῦ γεγονώς, συγκληρονόμος δὲ Χριστοῦ, αὐτὸν ἐνδυσάμενος τὸν Χριστόν, καθὼς γέγραπται »ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε«.

[*](5 Mark. 4, 26f — 21.24 Matth. 3, 11 — 24 vgl. Röm 8,21 — 28 Rom. 8, 16 — 30 Gal. 3, 27 A1H V1P3 M2P1P2)[*](3 ἐδότας M2 4 αὐτὸς] αὐτοὺς HM2P1P2 6 καθεύδει HP2 9 ἰερουμένων, ἱερουμένους V1P3 10f ἐπέχειν + τὸν τύπον M2P1P2 + τὸν τόπον (Balf.), am Rand von späterer Hd. τύπον, das nach ἐπίσκοπον werden soll A1 corr. Ltz. 12 παρείληφε] παρῆλθε P2 15 ἀνιέναι] ἐανβαίνειν HM2P1P2 16 ἀνιέναι > Α1Η 24 αὐτὸς γὰρ — ἐν > P3 | βαπτίσει, φησὶν P2 | βαπτίσει + ὑμᾶς M2P1P2 29 Χριστόν + συγκληρονόμος καὶ τῆς βασιλείας αὐτοῦ P2 30 ἐνδύσασθε M2)
110

Περὶ τῆς θείας τραπέζης καὶ τοῦ ἐπ’ αὐτὴν μυστηρίου τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. ἐπὶ τῆς θείας τραπέζης πάλιν κάνταῦθα μὴ τῷ προκειμένῳ ἄρτῳ καὶ τῷ ποτηρίῳ ταπεινῶς προσέχωμεν. ἀλλ᾿ ὑψώσαντες ἡμῶν τὴν διάνοιαν, πίστει κεῖσθαι ἐπὶ τῆς ἱερᾶς ἐκείνης τραπέζης τὸν ἀμνὸν τοῦ θεοῦ, αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀθύτως ὑπὸ τῶν ἱερέων θυόμενον, καὶ τὸ τίμιον αὐτοῦ σῶμα καὶ αἷμα ἀληθῶς λαμβάνοντας πιστεύειν ταῦτα εἰναι τὰ τῆς ἡμετέρας ἀναστάσεως σύμβολα. διὰ τοῦτο γὰρ οὔτε πολὺ λαμβάνομεν, ἀλλ’ ὀλίγον, ἴνα γνῶμεν ὅτι οὐκ εἰς πλησμονήν, ἀλλ’ εἰς ἁγιασμόν.