Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀντίρρησις τοῦ φιλοσόφου ὑπὲρ Ἀρείου· πάλιν ἐρῶ τὸ τὸν [*](λ΄) θεὸν ἁπλοῦν εἴναι καὶ ἀσχημάτιστον καὶ ἀσύνθετον. πῶς οὖν ἄρανοντέον τὸ »κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν« καὶ τὸ μὴ προϋπάρχειν τὸν εἰπόντα τοῦ πρὸς ὃν ἔλεγε »ποιήσωμεν ἄνθρωπον« καὶ τὰ ἑξῆς, φατὲ ἡμῖν σαφῆ τὴν περὶ τούτων ἀπόδειξιν, εἰ δύνασθε. οἱ ἅγιοι ἐπίσκοποι διὰ Ὁσίου ἐπισκόπου [*](λα΄) πόλεως Κουρδούβης ἑρμηνεύοντος αὐτὸν ἑτέρου ἑτέρου εἶπον·

εἰ προϋπῆρχεν, ὡς σὺ φής, τοῦ υἱοῦ ὁ πατὴρ καὶ μεταγενέστερος ὁ υἱὸς μετὰ [*](1. 3 Gen. 1,26 — 7 Geu. 1, 27 — 18 I Tim. 6, 16 — 19 Ode 8 (Gebet Manasses), 5) [*](Α1ΗR V1P3 M2P1P2) [*](1 Εὐσταθίου ἐπισκόπου ~ R | εἰς τὸ αὐτὸ H > psps 3 καὶ — 4 > R 4: κατ’ εἰκόνα — 6 f ἄνθρωπον > V1P3 (Balfor.) 8 ἄρρεν] ἄρσεμ R εἰ Ρ2 | ποιήσωμεν + ἐν Ρ2 15 τὸ1 ] = qitod ad ilhul attinet vgl. 68, 1. 3 19 ἄκτιστός aber am Rand ΑΒΒΡEV ἄστεκτος H 21 ἐρῶ τὸ] ἐρωτῶ ΗΜ2Ρ1 ἐρὼ τῶ P2 24 μὴ] Α1 | ἔλεγε] ὁ λόγος R 25 τὰ > M2 | σαφῆ > R | 26 δύνασθε corr. aus δύνασθαι R, δύνασθαι Ρ2 27 πόλεως > H | im Text, κουδρούβης am Rand von anderer Hd. ’, Α1, κορδούβης R | εἶπον ἑρμηνεύοντος αὐτὸν ἑτέρου ἑτέρου ~ R | εἶπεν ΗΡ3 εἰπαν Μ2Ρ2V1 28 μετὰ] μὲν Ps)

66
χρόνους τινὰς κτισθεὶς ὑπὸ τοῦ θεοῦ καὶ εἰς υἱὸν αὐτοῦ μετὰ ταῦτα ὑπ᾿ αὐτοῦ τοῦ πατρὸς ἀναγορευθείς, καθά φατε ἀσεβῶς βλασφημοῦντες εἰς ποίησιν τῶν κτιστῶν φύσεων προκεκτίσθαι αὐτὸν ὑπ αὐτοῦ, εἶπεν ἂν κατὰ τὴν ὑμετέραν ἀσέβειαν ὁ ἄκτιστος θεὸς πρὸς τὸν κτιστὸν θεὸν καθ’ ὑμᾶς· ποίησόν μοι ἄνθρωπον κατ᾿ εἰκόνα ἐμὴν καὶ . ὁμοίωσιν<.

ἐπείπερ ἀεὶ πατὴρ ὁ θεός, ὡς προαπεδείξαμεν, καὶ ἀεὶ συνυπάρχει τῷ πατρὶ ὁ υἱός, οὐ μεταγενέστερος χρόνοις, οὐκ ἐλάσσων δυνάμει, οὐ περιγραπτὸς τόπῳ, ἀλλ᾿ ἀεὶ καὶ ὡσαύτως ἀϊδίως συνυπάρχων τῷ πατρί, γεγεννημένος ἐξ αὐτοῦ ἀπερινοήτως καὶ ἀνεκφράστως, καθὰ προειρήκαμεν, θεὸς ἀληθινὸς ὢν ἀεὶ ἐκ τοῦ ἀεὶ ὄντος ἀληθινοῦ θεοῦ καὶ πατρός, συνάναρχος τῷ Πατρί, συναΐδιος τῷ πατρί, συμβασιλεύων ἀεὶ τῷ πατρί, ὁμοούσιος τῷ πατρί, ἰσοδύναμος τῷ πατρί, συνδημιουργὸς τῷ πατρί.

εἰ γὰρ καὶ πάντα διὰ τοῦ υἱοῦ γεγενῆσθαι λέγει ἡ θεία τῶν εὐαγγελίων φωνὴ καὶ »χωρὶς αὐτοῦ αὐτοῦ γέγονεν οὐδὲ ἓν ὃ γέγονεν«, ἀλλ ὅμως οὐ δίχα τοῦ πατρὸς ἐδημιούργησεν, ἐπείπερ μία θεότης καὶ βουλὴ μία τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἀχωρίστως ἀεὶ ὄντος τοῦ πατρὸς πρὸς τὸν υἱὸν καὶ τοῦ υἱοῦ πρὸς τὸν πατέρα, νοητέον οὖν, ὦ φιλόσοφε,

ὅτι ὲν κατὰ τὴν τῆς θεότητος οὐσίαν ὁ πατὴρ καὶ ὁ υἱός, καθὰ καὶ ἐν εὐαγγελίοις ὁ αὐτὸς υἱὸς βοᾷ »ἐγὼ καὶ ὁ πατὴρ ἕν εσμεν«· πρὸς ὃν ἔλεγε »ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«.

ἀντίρρησις τοῦ φιλοσόφου· καὶ ἤδη ἐν ταῖς προτέραις ἐπερωτήσεσιν [*](λβ΄) ἔφαμεν μὴ εἶναι τὸν θεὸν ἀνθρωπόμορφον· τίνα οὐν ἔχει τὴν σημασίαν ἡ ῥῆσις αὕτη, τὸ »κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«, φατὲ ἡμῖν. οὐ γὰρ μικρὸν ἡμῖν ἡ λέξις παρέχει ἀγῶνα· τέως τοῦτο λεκτέον. ἀπόκρισις τῆς ἁγίας συνόδου διὰ τοῦ αὐτοῦ ἐπι- [*](λγ΄) σκόπου Ὁσίου πόλεως Κουρδούβης·

τὸ »κατ᾿ εἰκόνα«, ὦ φιλό- [*](6 ff vgl. S. 60, 13 — 10 vgl. S. 60, 16 f — 14 f Job. 1, 3 — 21 Job. 10, 30 — Gen. 1, 26 — 25. 28 Gen. 1, 26) [*](A1HR V1P3 M2P1P2) [*](3 φύσεως Μ2 | προκεκτίσθαι HRP3 προεκτίσται V1 προεκτίσθαι (aber aus προκεκτίσθαι corr.) Α1, Μ2Ρ1Ρ2 5 θεὸν] υἱὸν RM2P1P2V1P3 7 ὑπάρχει M2 8 χρόνῳ M2P1P2 9 συνυπάρχων] συνὼν R | γεγενημένος Ρ1Ρ3 10 ων ἀληθινὸς ~ Ρ2 11 ὄντος > R 12 συναΐδιος — 13 πατρὶ3 am Rand ügt H 12 ὁμοούσιος aus ὁμοιούσιος corr. Ρ3 14 f τῶν εὐαγγελίων φωνὴ] γραφὴ R 15 οὐδὲ ἕν] οὐδὲν M2 16 ἐδημιούργησεν + ἀλλ’ 212 V1P3 19 ὦ > V1P3 20 ὁ αὐτὸς βοᾶ υἱὸς ~ Η αὐτὸς βοᾶ ὁ οἱός ~ ἔλεγεν + ὅτι R 24 τὴν > R 28 ὁσίου ἐπισκόπου ~ Α1R | καρδοέβης R)

67
σοφε, νοητέον οὐ κατὰ τὴν τῶν σωμάτων σύνθεσιν, ἀλλὰ κατὰ τὸ νοερὸν ἐντετυπῶσθαι ὁ τῆς ἀληθείας παρίστησι λόγος. ἄκουε τοίνυν καὶ σύνες· ἀγαθὸς ὢν ὁ θεὸς τῇ φύσει ἐνέπηξε τῇ

νοερᾷ τοῦ ἀνθρώπου οὐσίᾳ »κατ᾿ εἰκόνα αὐτοῦ καὶ ὁμοίωσιν« οἷον τὴν ἀγαθότητα τὴν ἁπλότητα τὴν ἁγιότητα τὴν καθαρότητα τὴν ἀφθονίαν τὴν χρηστότητα τὴν μακαριότητα καὶ τὰ τούτοις ὅμοια· ἴν’ ἅπερ ἐστὶν ὁ θεὸς τῇ φύσει, ταῦτα κατὰ τὴν αὐτοῦ χάριν ἔχειν δυνηθῇ καὶ ὁ ὑπ’ αὐτοῦ κτισθεὶς ἄνθρωπος, τοῦτ᾿ ἔστι τὸ νοερὸν αὐτοῦ.

κοὶ ὥσπερ οἱ τῶν ζωγράφων ἐπιστήμονες γράφοντες ἐν σανίσι τὰς ὁμοιώσεις τῶν εἰκόνων, ἐκ διαφόρων καὶ οὐκ ἐξ ἑνὸς χρώματος τὰς εἰκόνας ἀπαραλείπτως γράφουσιν, οὕτω δέδωκεν ὁ θεὸς καὶ τῷ ἀνθρώπῳ τῷ ὑπ᾿ αὐτοῦ κτισθέντι ἐν τῷ νοερῷ ταμείῳ τῆς ψυχῆς, τοῦτ’ ἔστι τῷ νῷ, ἔχειν διὰ τῶν ἀρετῶν τὸ »κατ εἰκόνα αὐτοῦ καὶ ὁμοίωσιν‘,

τῆς εἰκόνος ἀπαραλείπτως εὑρισκομένης ἐν τῷ ἀνθρώπῳ διὰ τῶν προρρηθέντων θείων πραγμάτων, ὦν ἐνέθηκεν αὐτῷ ὁ θεὸς εἰπὼν ποιήσωμεν ἄνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ καθ΄ ὸμοίωσιν«.