Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀντίρρησις τοῦ φιλοσόφου· ὑπερκείσθω μοι ταῦτα ἐπὶ τοῦ [*](λδ΄) παρόντος καιροῦ· ἐκεῖνο δὲ μᾶλλον ἐπερωτητέον περὶ τοῦ δι᾿ οὑ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον καὶ πάντα τά τε ὁρώμενα τά τε μὴ ὁρώμενα. οὐ γάρ μοι δοκεῖ εὖ ἔχειν, ἅπερ εἰρήκατε, ὅτι ἓν κατὰ τὸ αὐτὸ ὁ πατὴρ καὶ ὁ υἱὸς ἀϊδίως ἅμα καὶ ὅτι θεὸς ἀεὶ συμπροϋπάρχων τῷ πατρὶ ὁ υἱός.

ἐγὼ δὲ φαίην ὑπουργὸν ἐν τοῖς κτίσμασι γεγενῆσθαι αὐτὸν ὑπὸ τοῦ θεοῦ. ἐδεῖτο γὰρ ὁ θεὸς ὑπουργοῦ εἰς τὴν τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου κατασκευήν. διὸ μέλλων ὁ δημιουργὸς θεὸς κτίζειν τὰς κτιστὰς φύσεις ὑπεστήσατο ἑαυτῷ ἐργαλεῖον, δι᾿ οὑ κτίσει πάσας τὰς φύσεις.

ὥσπερ γὰρ ὁ τέκτων προϋφιστᾷ ἐργαλεῖα εἰς τὴν τῶν ὑπ’ αὐτοῦ μελλόντων γίνεσθαι κατασκευήν, οὕτως ἔστι νοῆσαι καὶ ἐπὶ τοῦ θεοῦ, ὅτι ὑποστήσας ἑαυτῷ ὡς ἐργαλεῖον τὸν [*](4. 13. 16 Gen. 1, 26) [*](Α1ΗR V1P3 M2P1P2) [*](1 τὴν — τὸ > P3 | τῶν > RV1 | τὸ > HM2P1P2 3 ἀνέπηξε Ρ2 4 καθ’ ὁμοίωσιν αἰτοῦ καὶ κατ’ εἰκόνα ~ 4 R τὴν ἀγαθότητα τὴν καθαρότητα τὴν ἀφθονίαν τὴν ἁπλότητα τὴν ἁγιώτητα (so!) τὴν χρηστότητα ~ V1 10 τὰς τῶν εἰκόνων ὁμοιώσεις ~ R 12 τῷ1 — 13 ἔστι > R 14 f εὑρισκομένης] σωζομένης R 15 προειρημένων H | θείων] Α1R > H 16 ἀνέθηκεν Α1RV1P3 17 ὁμοίωσιν] ὁμοίων Ρ1 20 f μὴ ὁρώμενα δρώμενα] ὁρατα Ρ2 21 f τὸ αὐτὸ] ταυτὸ R 22 συνυπάρχων aber am Rand ΑBBREV συνπρουπάρχων H συμπρουπάρχει R 29 ὡς > H)

68
υἱὸν ἔκτισε δι᾿ αὐτοῦ τὸν κόσμον.

τὸ γὰρ ὑπὸ τῶν ἀποστόλων ῥηθὲν ὅτι »πάντα δι᾿ αὐτοῦ ἐγένετο«, ὡς δί ἐργαλείου ἐκτίσθησαν αἱ δι᾿ αὐτοῦ φύσεις, καὶ τὸ »κατ᾿ εἰκόνα δὲ ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν« εἰπεῖν τὸν θεὸν κτισθῆναι τὸν ἄνθρωπον διὰ τοῦ ἐργαλείου, τοῦτ’ ἔστι διὰ τοῦ υἱοῦ, κατὰ τὴν ἑαυτοῦ εἰκόνα καὶ ὁμοίωσιν εἶπεν ὁ θεός. ἀνταπόκρισις τῶν ἁγίων πατέρων διὰ [*](λέ) Λεοντίου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Εὐψυχίου ἐπισκόπου Τυάνων·

εἰ οὖν, ὡς σὺ φής, ἐργαλεῖον ὁ υἱὸς εἰς ποίησιν τῶν κτιστῶν φύσεων ὑπὸ τοῦ πατρὸς ἐκτίσθη, ἐκ τῶν σεαυτοῦ καταπίπτεις λόγων, ὦ φιλόσοφε. λέγει γὰρ ἡ τοῦ εὐαγγελίου φωνή, ὡς καὶ αὐτὸς ἀρτίως ἐμνήσθης »πάντα όι’ αὐτοῦ ἐγένετο«, καὶ ἐπάγει »καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃγέγονεν«.

εἰ οὐν πᾶν τὸ κτιστὸν δι᾿ αὐτοῦ γέγονε καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἕν, ὁ κόσμος δὲ κτίσμα καὶ ὁ υἱός, ὡς αὐτὸς φής, ἑαυτὸν ἄρα ἔκτισεν καὶ οὐχ ὁ πατήρ.

ἀντίρρησις τοῦ φιλοσόφου· ἅπαξ εἶπον, ὅτι ὡς [*](λς΄) δι’ ἐργαλείου πάντα δι᾿ αὐτοῦ ἐποίησεν ὁ θεὸς εἰς αὐτὸ τοῦτο ποιήσας αὐτὸν πρὸ πάσης κτίσεως, πρὸς ποίησιν τῶν κτιστῶν φύσεων ἐργαλεῖον εὐτρεπίσας αὐτόν. ἀνταπόκρισις τῶν ἁγίων πατέρων διὰ [*](λζ΄) τῶν αὐτῶν ἐπισκόπων Λεοντίου καὶ Εὐψυχίου·

εἰπέ, ὠ βέλτιστε, ποῦ σοί τις ἐργαλεῖα ἀνεβόησε τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ ἅγιον αὐτοῦ πνεῦμα; παράσχου ἡμῖν τὰς μαρτυρίας τῶν ὑποθέσεων. τίνος πνευματοφόρου ἔχεις τὰς ὑπογραφὰς ἐκδώσαντος ἐργαλεῖον τὸν υἱὸν τοῦ θεοῦ, τὸν κτίστην πάντων τῶν αἰώνων καὶ πασῶν στρατιῶν ἐπουρανίων καὶ πάντων ἐπιγείων;

ἐπάκουσον τοίνυν, ὠ φιλόσοφε, τῶν μαρτυριῶν τῶν ἐκ τῶν θείων γραφῶν τῶν ἐκθησάντων θεὸν συναΐδιον τῷ πατρὶ τὸν υἱὸν αὐτοῦ, κτίστην τε καὶ δημιουργὸν πασῶν [*](2 Joh. 1, — 3 Gen. 1, 26 — 11 Joh. 1, 3) [*](Α1ΗR V1P3 M2P1P2) [*](3 δι’ αὐτοῦ αἱ ~ R 5 διὰ > V1 11 f καὶ ἐπάγει > R γέγονεν R 13 γέγονεν — 15 πατήρ Text nach Α1 13 f γέγονεν ὐδὲ ὁ κόσμος· κτίσμα δὲ καὶ ὁ υἱὸς κτλ. ΗΜ2Ρ1Ρ2 γέγονεν οὐδὲ ἓν ὃ γέγονε κτίσμα δὲ ὁ κόσμος καὶ ὁ υἱὸς R γέγονεν οὐδὲν δ γέγονε, λτὀσ,α δὲ καὶ ὁ υἱὸς V1P3 14 f ἔκτισεν + ὁ υἱὸς R ἔκτισεν ἄρα ~ HYips 15 ὡς > V1P3 17 πρὸ > κτίσεως + καὶ HP3 19 λέοντος R 20 ἐργαλεῖον R | ἢ] τι P3 22 ἐκδώσαντος > R ἐκδόσαντος Μ2Ρ1Ρ2V1P3 | ἐργαλεῖα A1 23 τὸν] καὶ R | H | τῶν > V1 25 zu ἐκθησάντων vgl. 24, 29. 50, 30 25 f ὡς ἀίδιον Ρ3 26 πασῶν] πάντων R)

69
τῶν κτιστῶν φύσεων.

ἐν μὲν βίβλῳ κτίσεως ἔχεις Μωσῆν τὸν προφήτην, ὃς συνδημιουργὸν τῷ θεῷ καὶ πατρὶ τὸν υἱὸν ἐξέδωκε, λέγων καθὰ προειρήκαμέν σοι, ὦ βέλτιστε, »εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«· πρόσωπον συνδημιουργὸν συγκαλεῖν πέφυκεν ἀλλ’ οὐχὶ ἐργαλεῖον. τὸ γὰρ εἰπεῖν »καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς« αύθεντίαν προσώπων σημαίνει.